- 底本
- Syrianus, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca VI.1, ed. W. Kroll, Berlin: Reimer 1902, pp. 1-195. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4017.tlg001.humanitext-grc1:101.21-102.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
叙利亚努斯在总结了亚里士多德将数学对象仅归结为通过抽象而存在之后,详尽列举了依凭真正毕达哥拉斯学派教义所能认识的关于数学原理、门类、方法及其认识论功用等一系列广泛议题。
" Περὶ μὲν οὖν... εἰρήσθω." Εἶναι μὲν αὐτὰ δέδωκεν αἰδούμενος καὶ τὰς ἐν αὐτοῖς ἀποδείξεις καὶ τὴν κοινὴν καὶ ἀδιάστροφον περὶ αὐτῶν ἔννοιαν, ἐξ ἀφαιρέσεως δὲ εἶναι,1 ὃ ταὐτὸν τῷ ἀμυδρότερον εἶναι καὶ εἰδωλικώτερον τῶν αἰσθητῶν, πρότερα δὲ τῷ λόγῳ τῶν αἰσθητῶν, οὐ μέντοι γε τῇ οὐσίᾳ. καὶ περὶ μὲν ὧν αὐτὸς εἶπε, δῆλον οἶμαι γεγενῆσθαι πᾶσι τοῖς ἀγχινουστέροις· εἰ δέ τις αὐτοῖς 〈τοῖς〉 γνησίοις τῶν Πυθαγορείων συγγένοιτο δόγμασιν, εἴσεται λαμπρῶς καὶ τῆς μαθηματικῆς ἁπάσης ἐπιστήμης τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ τὰς ἐνεργείας, καὶ τίς μὲν αὐτῆς ἡ κοινὴ θεωρία καὶ ἐπὶ πόσα διατείνουσα γένη· τίνες δὲ ἀρχαὶ τῶν οἷον μαθημάτων, καὶ τίνι διαφέρουσι τῶν ἄλλων ἀρχῶν οἷαι ἑτέρων οὐσιῶν ἀρχαί, πῶς τε κοινὴν τὴν αἰτίαν αἱ τοιαῦται παρέχονται πρὸς ὅλα τὰ μαθήματα· τίνες δὲ πάλιν αἱ ἴδιαι ἑκάστων ἀρχαὶ τῶν μαθημάτων, οἷον ἀριθμῶν σχημάτων ἁρμονίας, καὶ τίνα ἔχουσαι τὴν καθ’ ἑαυτὰς ἰδιότητα καὶ τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν πρὸς πάσας τὰς ἄλλας ἀρχὰς τῶν ὅπως ποτὲ ὄντων· τίνα κοινῶς ὑπόκειται τοῖς μαθήμασι, περὶ ἃ ποιοῦνται τὴν πραγματείαν οἱ Πυθαγόρειοι, καὶ πῶς ἔνεστι περὶ αὐτὰ καθόλου τὴν θεωρίαν ποιεῖσθαι· τίς ἀρίστη χρῆσις τῆς περὶ τὰ μαθήματα σπουδῆς καὶ πρὸς τί τέλος ἀναφέρειν δεῖ τὴν ἀρίστην περὶ αὐτὰ πραγματείαν καὶ τί ἑκάστῃ τῶν μαθηματικῶν ἐπιστημῶν ὑπόκειται οἰκεῖον ἐπιστητόν· τί τὸ κοινὸν κριτήριον τῶν μαθημάτων πάντων, καὶ πῶς ἀπὸ τῆς τομῆς εὑρίσκεται τῆς γραμμῆς, ἣν Ἀρχύτας παραδίδωσι, πότερον ἐν ψυχῇ πρώτῃ τῶν μαθημάτων ἡ ὡρισμένη οὐσία ἢ καὶ πρὸ ψυχῆς, ἐπειδὴ ψυχὴ μὲν κίνησις, ταῦτα δὲ ἀκίνητα· ὅτι τοὺς κυρίους μαθηματικοὺς λόγους ἡ τῆς ψυχῆς οὐσία πλήρωμα ἑαυτῆς ποιεῖται, καθὰ καὶ Πλάτων καὶ πρὸ Πλάτωνος Τίμαιος ὁ Πυθαγόρειος ἀνέδειξε· τί τὸ ἔργον τῆς μαθηματικῆς θεωρίας καὶ πῶς παραγίγνεται καὶ πῶς σύμφωνόν ἐστι καὶ τῷ τῆς μαθηματικῆς ὀνόματι, ἅτε τὴν ὅλην ἀνάμνησιν ἡμῖν τῶν εἰδῶν ἐμποιοῦν· τίνες αἱ δυνάμεις τῆς μαθηματικῆς ἐπιστήμης καὶ τίνας ἔχουσι τάξεις ἐν ἑαυταῖς καὶ κατὰ πόσας διαφορὰς διαιροῦνται καὶ ποσαχῶς νοοῦνται· τίνα στοιχεῖα καὶ γένη τῆς μαθηματικῆς ἐπιστήμης, καὶ πῶς μὲν στοιχεῖα πῶς δὲ γένη τὰ αὐτὰ καθ’ ὁμοιότητα τῶν τοῦ ὄντος γενῶν, τίνι τε διέστηκε ταῦτα τῶν τε νοητῶν καὶ τῶν γενητῶν οὐσιῶν· περὶ ὁμοιότητος καὶ ἀνομοιότητος τῆς μαθηματικῆς τίνες τέ εἰσι καὶ ἐπὶ πόσον διατείνουσι πῇ τε διαφέρουσι τῶν τε νοητῶν καὶ αἰσθητῶν ὁμοιοτήτων τε καὶ ἀνομοιοτήτων· πῶς διήκει πρὸς πᾶσαν φιλοσοφίαν ἡ τῶν μαθημάτων γνῶσις· πόσα ταῖς τέχναις ἀγαθὰ συμβάλλεται ταῖς τε ὅλαις καὶ ταῖς κατὰ μέρος διωρισμέναις, ὥσπερ ταῖς θεωρητικαῖς καὶ νοητικαῖς καὶ πρακτικαῖς· τίς ἡ τάξις τῆς ἐν τῇ μαθηματικῇ ἀγωγῆς, καὶ εἰ τήν τε κατὰ φύσιν ἔχει τάξιν καὶ τὴν πρὸς μάθησιν, καὶ εἰ συμφωνεῖ ἑκατέρα τάξις πρὸς τὴν ἑτέραν· τίνες οἱ ἴδιοι τρόποι τῆς Πυθαγορικῆς παραδόσεως τῶν μαθημάτων, καὶ πῶς αὐτοῖς ἐχρῶντο καὶ πρὸς τίνας, καὶ ὅτι τὸ οἰκεῖον προσέφερον ἀεὶ τοῖς τε πράγμασι καὶ τοῖς μανθάνουσι· τίς ἡ κατὰ τοὺς Πυθαγορείους διαίρεσις τῆς ὅλης μαθηματικῆς ἐπιστήμης εἰς γένη τε καὶ εἴδη τὰ κυριώτατα· τίς ἡ ὁριστικὴ τῆς μαθηματικῆς μέθοδος καὶ πῶς γιγνομένη, τί τε ὄφελος εἰς ἐπιστήμην συμβάλλεται, 〈καὶ〉 τίς ἡ ἀποδεικτική, καὶ πότερον ἀφ’ ἑαυτῆς ἢ ἄλλοθεν ταύτην κομίζεται· τίνες ἀρχηγέται τῆς κατὰ Πυθαγόραν μαθηματικῆς προηγήσαντο· τίς ἡ ἰδιάζουσα κατ’ ἐκεῖνο τὸ διδασκαλεῖον ἐγένετο μελέτη τῆς μαθηματικῆς· τί ἀπαιτεῖν χρὴ παρὰ τοῦ μαθηματικοῦ τοῦ ὄντως πεπαιδευμένου, καὶ πῶς δεῖ κρίνεσθαι αὐτοῦ τὴν θεωρίαν καὶ ἐκ τίνων ὅρων τὴν ὀρθότητα παραλαμβάνεσθαι· πῶς ἐνίοτε καὶ περὶ τῶν πρώτων νοητῶν καὶ περὶ τῶν αἰσθητῶν μαθηματικῶς διαλεγόμεθα καὶ διὰ τί τοῦτο πέφυκε γίγνεσθαι.
“关于……就谈到这里。” 他出于对它们之中的证明以及关于它们普遍而无偏曲的概念的敬重,承认了它们的存在,但他却认为它们是通过抽象而存在的——这等同于说它们比可感事物更为晦暗、更如影像——并且在定义上先于可感事物,但在实体上决非如此。关于他自己所说的内容,我认为对所有更敏锐的人来说已经很清楚了;但如果有人接触毕达哥拉斯派真正的学说本身,他将极其昭明地认识到整个数学科学的实体、能力与活动:它的普遍考察是什么,延及多少个属;各个数学学科的原理是什么,它们以何种方式与其它原理(例如其它实体的原理)相区别,以及这类原理如何为所有的数学学科提供普遍的原因;反过来,各个数学学科(例如数、图形、和声)各自固有的原理又是什么,它们自身具有何种独特性、彼此之间有何种差异、以及与无论以何种方式存在的事物的全部其它原理有何种差异;有哪些事物普遍地作为数学的基底、由毕达哥拉斯派就之进行探讨,以及如何可能对它们进行普遍的考察;关于数学学科的钻研何者为最佳运用,应当把关于它们的最优探讨归向何种目的,以及每门数学科学各自有何相宜的可知对象作为基底;一切数学学科的普遍判断标准是什么,它是如何从阿契塔所传授的线段分割中被发现的;数学对象的确定实体是首要地在灵魂之中,抑或甚至在灵魂之前,因为灵魂是运动,而这些对象是不动的;灵魂的实体将主导的数学理性原则作为自身的充实,正如柏拉图以及在柏拉图之前的毕达哥拉斯派泰马约所表明的那样;数学考察的功用是什么,它是如何产生的,它如何与“数学”这个名称相吻合——因它在我们之中植入了对形式的整体回忆;数学科学的诸种能力是什么,它们自身之中具有何种秩序,依多少种差异而被划分,并在多少种意义上被理解;数学科学的元素与属是什么,相同的事物如何仿照存在之属而既是元素又是属,以及这些与可知实体和生成实体又有何种区别;关于数学上的相似与不相似,它们是什么,扩展到何种程度,在何种方面与可知以及可感的相似与不相似有所不同;数学学科的知识如何贯通到整个哲学之中;它为各种技艺(不论是整体的还是分门别类的,正如理论的、智性的和实践的技艺一样)贡献了多少益处;数学学习进程中的秩序是什么,它是否具有依本性的秩序和面向学习的秩序,以及这两种秩序是否彼此一致;毕达哥拉斯派传授数学学科的独特方式是什么,他们如何运用这些方式并针对哪些人,以及他们始终向事物和学习者施予适宜的内容;按照毕达哥拉斯派,整个数学科学向最主导的属与种的划分是什么;数学学科的定义方法是什么,它是如何形成的,对科学贡献了何种益处,证明方法又是什么,它是从自身获得这一方法还是从别处引入;依照毕达哥拉斯的数学有哪些开创者先行于前;在那一学派中形成的数学训练有何特色;应当向真正受过教育的数学家要求什么,他的考察应当如何被评判,从何种准则中领受其正确性;我们有时如何以数学方式讨论最初的可知事物以及可感事物,以及为何这在自然上会发生。
- 3.17Εἶναι μὲν αὐτὰ δέδωκεν ... ἐξ ἀφαιρέσεως δὲ εἶναι
动词 δέδωκεν(“承认/允许”)支配了两个带逻辑主语的宾格不定式短语 εἶναι αὐτά 与 ἐξ ἀφαιρέσεως [...] εἶναι。前者表示它们的一般存在,后者限定其仅以抽象方式存在,μέν 和 δέ 鲜明对比了亚里士多德的让步与其本体论上的贬低。
- 3.17εἴσεται λαμπρῶς καὶ τῆς μαθηματικῆς ἁπάσης ἐπιστήμης τήν τε οὐσίαν ... καὶ τίς μὲν ... ὅτι ...
主节动词 εἴσεται(“将认识到”)统摄其直接宾语宾格名词短语(τήν τε οὐσίαν καὶ τὴν δύναμιν καὶ τὰς ἐνεργείας),并在此后支配由一系列间接疑问从句(由 τίς, τίνες, τί, πότερον, πῶς 等引导)以及陈述教义命题的 ὅτι 从句构成的长篇并列结构。
未在正文中定位
