- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:74.5-75.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼乌斯审查了由四个前提构成的推论的其余假定,指出了42a28传世文本中的抄写错误,并解释了多余前提的性质。随后他阐释了亚里士多德在42b1关于简单与复合直言推论中词项、前提、间隔与结论之间数量关系的规则。
Εἰ δὲ ἐκ τῶν ΑΒ μὴ τὸ Ε ἀλλ’ ἄλλο τι γίνεται συμπέρασμα, ἐκ δὲ τῶν ΓΔ ἢ τούτων θάτερον ἢ ἄλλο παρὰ ταῦτα. ἄνεισι πάλιν ἐπὶ τὰ ΑΒ καὶ τὰς λοιπὰς ὑποθέσεις διελέγχει· μίαν γὰρ μόνην ἤλεγξε τὴν συνάγουσαν τὸ Ε. ἐὰν γάρ, φησίν, τὰ ΑΒ μὴ τὸ Ε συνάγῃ ἀλλ’ ἄλλο τι, ἐκ δὲ τῶν ΓΔ τοῦτο τὸ ἄλλο ἢ θάτερον τύχῃ ὂν ἢ ἀλλαχοῦ καὶ παρὰ ταῦτα, εἰ μὲν ἓν τῶν ΓΔ, προσυλλογισμός ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦτο οὐχ εἷς ὁ συλλογισμὸς ἀλλὰ πολλοί· εἰ δὲ ἄλλο παρὰ τὰ ΓΔ, καὶ μάτην ἐστὶν εἰλημμένα τὰ ΑΒ, εἰ διὰ τὸ Ε εἴληπται, μήτε δὲ τοῦτο συνάγει μήτε ἄλλο συνάγον αὐτό.
“如果从AB产生的不是E而是某个其他结论,而从ΓΔ产生的要么是这两者之一,要么是除这些之外的别物”。 他再次回到AB并驳斥其余的假定;因为他仅驳斥了推导出E的那一个[假定]。他说,因为如果AB推导出的不是E而是某种别物,而相对于ΓΔ而言,这别物碰巧是[ΓΔ中的]一者,或者在别处而是除这些之外的别物:若一方面是ΓΔ中的一个,它便是该推论的前推论,且因此推论并非一个而是多个;但若是ΓΔ之外的别物,则AB亦是被徒劳采纳的——如果它们是为E而被采纳,却既不推导E,亦不推导能够推导E的别物。
Εἰ δὲ μηδὲν γίνεται ἐκ τῶν ΓΔ. γραφικόν ἐστιν ἐξ ἀρχῆς τὸ ἁμάρτημα·1 ἔδει γὰρ εἰπεῖν ἐκ τῶν ΑΒ· εἴρηται γὰρ ἤδη περὶ τῶν ΓΔ, τί ἕπεται, εἰ μηδὲν συνάγουσιν· ἐπὶ δὲ τῶν ΑΒ οὐκ εἴρηται. καὶ ἔστιν ὅσον ἐπὶ τῇ φερομένῃ γραφῇ καὶ ἀδολεσχῶν ὁ Ἀριστοτέλης καὶ παραλιμπάνων, τὸ μὲν δὶς λέγων, τὸ δὲ μηδὲ ἅπαξ.
“如果从ΓΔ什么也没有产生”。 这一错误自始便是抄写错误;因为本应当说“从AB”;因为关于ΓΔ,如果它们不推导任何结论会有何种后承,已经讲过了,而关于AB则尚未讲过。就流传的文本而言,亚里士多德既在多余赘述,又在遗漏缺失:将一件事说了两次,而另一件事甚至一次都未说。
Εἰ μὴ προσλαμβάνοιτο, τουτέστιν εἰ μὴ πάλιν κρύψεως ἢ ἐπαγωγῆς ἢ καλλωπισμοῦ χάριν τοῦ λόγου λαμβάνοιτο.
“除非另外假定”。 这就是说,除非是为了论述的掩饰、归纳或修饰而再次被采纳。
Ὃς οὖν συλλογισμὸς μὴ δύο προτάσεις ἔχει,2 ἤτοι τρεῖς ὅρους μόνον τοὺς τὸ κύριον συμπέρασμα συνάγοντας (εἰσὶν γὰρ καὶ ἄκυρα συμπεράσματα, ὡς τὰ τῶν προσυλλογισμῶν), οὗτος ὁ λόγος ἢ οὐ συλλελόγισται, ὡς εἴ τις πολλὰς καθ’ ἕκαστα προτάσεις λαμβάνοι μηδὲν κοινὸν ἐχούσας, ἢ περιττὰ τῶν ἀναγκαίων ἠρώτησεν, ὡς εἴ τις βουλόμενος δεῖξαι ὅτι ὁ ἄνθρωπος ζῷον εἴπῃ ‘ὁ ἄνθρωπος γελαστικόν, τὸ γελαστικὸν ζῷον, τὸ ζῷον ἔμψυχον, ὁ ἄνθρωπος ἄρα ζῷον’· περιττὴ γὰρ ἡ λέγουσα τὸ ζῷον ἔμψυχον.
因此,凡是不具有两个前提、即不具有仅三个推导主要结论的词项的推论(因为亦有非主要的结论,如诸前推论的结论),这种论述要么未进行有效的推论(正如有人采取了许多毫无共同之处的个别前提那样),要么在必需者之外提问了多余的内容(正如有人欲证明人是动物,却说“人是能笑者,能笑者是动物,动物是有生命的,因此人是动物”那样;因为说明“动物是有生命的”这一前提是多余的)。
Κατὰ μὲν οὖν τὰς κυρίας προτάσεις. δείξας ὅτι πᾶς συλλογισμὸς κατηγορικὸς ἁπλοῦς ἐκ τριῶν, δύο τούτῳ ἑπόμενα παραδίδωσιν, ὅτι τοῦ κατηγορικοῦ τοῦ προσεχοῦς συλλογισμοῦ ἄρτιαι μὲν αἱ προτάσεις, περιττοὶ δὲ οἱ ὅροι· τὸν γὰρ πρῶτον ἄρτιον καὶ τὸν πρῶτον περιττὸν κυρίῳ ὀνόματι ἄρτιον ἁπλῶς καλεῖ καὶ περιττὸν ἁπλῶς. τὸ δὲ συμπέρασμα τῶν μὲν προτάσεων ἥμισυ, τῶν δὲ ὅρων τριττόν· τὰ δὲ διαστήματα ἑνὶ λείπει τῶν ὅρων. συνθέτου δὲ ὄντος τοῦ συλλογισμοῦ ἓν μόνον σώζεται τῶν εἰρημένων, τὸ τὰ διαστήματα ἑνὶ λείπειν τῶν ὅρων·3 τοῦτο γὰρ ἀληθές, εἴτε καταπυκνοῖτο ὁ προστιθέμενος εἴτε ἔξωθεν ἐμβάλλοιτο· οὐκέτι δὲ πάντως αἱ μὲν προτάσεις ἄρτιαι, οἱ δ’ ὅροι περιττοί, ἀλλὰ δυνατὸν καὶ ἐναλλάξ. οὐδέποτε μέντοι ἄμφω ἄρτια, καὶ αἱ προτάσεις καὶ οἱ ὅροι, ἀλλ’ ἀναμίξ, διότι κατ’ ἀρχὰς τῷ ἀρτίῳ καὶ περιττῷ διέφερον ἀλλήλων καὶ μονὰς ἑκατέρῳ πρόσκειται, ἐξαλλάττεται δὲ τὸ εἶδος τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ μονάδος προστεθείσης· μονὰς δὲ πρόσκειται ἑκατέρῳ, ἐπειδὴ ὅρου προστεθέντος, εἴτε κατὰ πύκνωσιν εἴτε ἔξωθεν, μία πρότασις προστίθεται. τὰ δὲ συμπεράσματα οὐκέτι τῶν προτάσεων ἥμισύ εἰσι, τῶν δ’ ὅρων τριττόν, ἀλλὰ ποτὲ ὑπερβάλλει τῷ πλήθει καὶ τὰς προτάσεις καὶ τοὺς ὅρους· προτάσεις δὲ λέγω τὰς μόνως προτάσεις.4 πέντε γὰρ ὄντων ὅρων δ μὲν γίνονται προτάσεις, συμπεράσματα δὲ ἕξ· καθόλου γὰρ καθ’ ἑκάστην ὅρου προσθήκην, εἴτ’ ἔξωθεν προστίθοιτο εἴτε παρεμβάλλοιτο, προστίθενται συμπεράσματα ἑνὶ ἐλάττονα τῶν προκειμένων ὅρων. τὸ δ’ αἴτιον, ὅτι πρὸς τὸν ἐφεξῆς μόνον ὁ προστεθεὶς οὐ ποιεῖ συμπέρασμα.
“因此,根据主要的诸前提”。 在证明了凡简单直言推论皆由三个[词项]构成之后,他传授了随之而来的两点:在直接近邻的直言推论中,前提是偶数,而词项是奇数;因为他用本名将第一个偶数和第一个奇数无条件地称为“偶数”和“奇数”。并且结论是前提的一半,是词项的三分之一;而间隔比词项少一。但在推论是复合的情况下,所言诸点中仅有一点得以保留,即间隔比词项少一;因为无论添加的[词项]是内插紧缩还是从外部插入,这都是真的。然而前提为偶数而词项为奇数不再是绝对必然的,相反的情况亦属可能。无论如何,两者(前提与词项)绝不会同为偶数,而是交错参半,因为最初它们就以偶数与奇数彼此相异,且每一方都被增加了一个单位,而偶数与奇数的种在增加一个单位时便会转换;每一方被增加一个单位,是因为每增加一个词项,无论通过紧缩还是从外部,都会增加一个前提。并且结论亦不再是前提的一半和词项的三分之一,有时在数量上甚至超过前提与词项;我所说的前提是指仅仅作为前提的那些。因为当有五个词项时,产生四个前提,却产生六个结论;因为普遍而言,每增加一个词项,无论它是从外部增加还是插入其间,所增加的结论都比原有的词项少一。其原因在于,添加的[词项]仅不与相邻的[词项]产生结论。
- 20.13γραφικόν ἐστιν ἐξ ἀρχῆς τὸ ἁμάρτημα
表语形容词 γραφικόν(抄写上的、文本流传上的)说明主语 τὸ ἁμάρτημα(错误)。阿摩尼乌斯通过紧随其后的 ἔδει γὰρ εἰπεῖν(因为本应当说)指出,从上下文和句法逻辑来看,传世读文 ἐκ τῶν ΓΔ 系抄写错误,原文本应作 ἐκ τῶν ΑΒ。
- 20.15Ὃς οὖν συλλογισμὸς μὴ δύο προτάσεις ἔχει
该句为倒装的周期句结构,句首的关系从句 Ὃς... ἔχει 被主句的指示短语 οὗτος ὁ λόγος(这一论述)所承接。ἤτοι 以下的部分是对 μὴ δύο προτάσεις ἔχει 的同位语式解释与限定(即“仅有三个推导主要结论的词项”),而主句的谓语则构成析取关系(ἢ οὐ συλλελόγισται ... ἢ ... ἠρώτησεν)。
- 20.16τὸ τὰ διαστήματα ἑνὶ λείπειν τῶν ὅρων
带有定冠词的定语式不定式短语 τὸ ... λείπειν 与前文的 ἓν μόνον ... τῶν εἰρημένων(所言诸点中仅有一点)构成同位语。宾格 τὰ διαστήματα(间隔,即前提)充当不定式 λείπειν 的逻辑主语,与格 ἑνὶ 表示相差程度的与格(“差一”),属格 τῶν ὅρων 则是受 λείπειν 支配的离格/比较性属格。
- 20.16προτάσεις δὲ λέγω τὰς μόνως προτάσεις
动词 λέγω 带双宾格的句法结构(“我所谓前提是指仅仅作为前提的那些”),其中 τὰς μόνως προτάσεις 为直接宾语,προτάσεις 为表语性宾格。阿摩尼乌斯在此作出限制性说明,排除了在复合推论中兼作后续推论前提的中间结论。
