← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§73.14-74.4

多前提推论的单一性与四前提的结合

阿摩尼奥斯注解《前分析篇》42a6,论证由多个前提构成的推论虽因命题连续性而在远距意义上可被称为“一个”,但在严格意义上并非单一;他分类考察了四个前提(AB与ΓΔ)推导结论的各种可能情形,并阐释了额外引入辅助前提的诸多缘由(如归纳、掩饰、修辞润色等)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.11

Εἰ οὖν οὐ πλείους ἀλλ’ εἷς. εἴ τις, φησίν, τὸν διὰ πέντε ὅρων συλλογισμὸν ἢ ὁποσωνοῦν ἕνα λέγοι ἀποβλέπων πρὸς τὴν συνέχειαν τῶν προτάσεων, οὐ φθονήσομεν αὐτῷ τοῦ ὀνόματος,1 πλὴν εἷς ἐστιν πόρρω, οὐχ εἷς προσεχής· τοῦτο γὰρ δηλοῖ τὸ οὕτω μὲν ἐνδέχεται καὶ τὸ ὡς δὲ τὸ Γ διὰ τῶν ΑΒ, ἀδύνατον. καὶ ὅτι μή ἐστιν εἷς προσεχής, ἐπάγει τὴν ἀπόδειξιν. τῶν ΑΒ ΓΔ τεσσάρων προτάσεων τὸ Ε συναγουσῶν αἱ ΑΒ, φησίν, ἢ συλλογιστικῶς συμπεπλεγμέναι εἰσὶν ὡς εἶναι τὴν μὲν μείζονα τὴν δ’ ἐλάττονα, ἀνθ’ ὧν αὐτὸς εἶπεν ὅλην καὶ μέρος, ἢ ἀσυλλογίστως. καὶ εἰ τὸ πρῶτον, ἢ τὸ Ε συνάγουσιν ἢ θάτερον τῶν ΓΔ ἢ ἄλλο παρὰ ταῦτα. καὶ μόνον τὸ πρῶτον ἀναιρεῖ λέγων ὅτι καὶ πῶς ὑπόκειται τὸ Ε ἐκ τῶν ΑΒ ΓΔ ἐκ μόνων τῶν ΑΒ συναγόμενον;2 καὶ πρὶν τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ ἀνελεῖν μέτεισι καὶ ἐπὶ τὰ ΓΔ· καὶ ταῦτα γὰρ ἢ συνάγει τι ἢ οὔ. καὶ εἰ συνάγει, ἢ τὸ Ε ἢ θάτερον τῶν ΑΒ ἢ ἄλλο παρὰ ταῦτα. καὶ εἰ μὲν τῶν ΑΒ θάτερον, πλείους ἔσονται οἱ συλλογισμοί, ἐπειδὴ καὶ τὰ συμπεράσματα, καὶ προσυλλογισμὸς ὁ ΓΔ τοῦ ΑΒ ΓΔ. εἰ δὲ τὸ Ε, εἰ μέν εἰσιν οἱ συλλογισμοὶ ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ὡς ἐνδέχεται ἕνα εἶναι, τῷ ταὐτὸ συνάγειν, οὐ μὴν κατ’ ἀλήθειαν εἷς εἰσιν· ἐνδείκνυται δὲ τοὺς ἐπὶ τοῦ Αἰθίοπος ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὺς διὰ τῶν αὐτῶν ὅρων. εἰ δὲ τὰ ΓΔ μηδὲ θάτερον τῶν ΑΒ ἀλλ’ ἄλλο τι παρὰ ταῦτα, οὐ μόνον πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ ΑΒ ΓΔ καὶ ὁ ΓΔ, ἀλλὰ καὶ ἀσύναπτοι ἀλλήλοις. εἰ δὲ τὰ ΓΔ οὐδὲν συνάγει, μάτην εἴληπται ἐν συλλογισμῷ, εἰ μὴ ἄρα ἐπαγωγῆς χάριν ἢ κρύψεως ἢ δι’ ἄλλο τι τοιοῦτον παρείληπται. εἶτα ἄνεισι πάλιν ἐπὶ τὰς λοιπὰς ὑποθέσεις τῶν ΑΒ. καὶ ἐπαγωγῆς μέν, ὡς πᾶσαν τέχνην χρήσιμον ἐδείξαμεν τῷ βίῳ διὰ γεωργίας καὶ ὑφαντικῆς. κρύψεως δὲ χάριν, ὅτι οὐ δεῖ συνεχεῖς τὰς δύο προτάσεις ἐρωτᾶν, ἐπεὶ συναισθόμενος ὁ ἐρωτώμενος ἐνστατικώτερος γίνεται, ἀλλὰ χρὴ ἐν μέσῳ τινὰ παρεμβαλεῖν οἰκείαν τῇ ἐρωτηθείσῃ προτάσει, εἶτα τὴν ἄλλην ἐπαγαγεῖν. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡδονὴ ἀγαθόν, καὶ λάβωμεν ὅτι ἡ ἡδονὴ ἐφετόν, μὴ εὐθὺς εἴπωμεν ‘τί οὖν; πᾶν ἐφετὸν ἀγαθόν;’, ἀλλὰ ἐφετοῦ κατατείνωμεν λόγον, ὅτι καὶ τὸ καλὸν ἐφ’ ἑαυτὸ καλεῖ καὶ ἀγαθόν ἐστιν ἐφ’ ὃ πάντα ἄγαν θεῖ. καὶ εἴ τις βουλόμενος δεῖξαι τὴν ὑγείαν ἀγαθὸν εἴπῃ ‘ἡ ὑγίεια τῷ ἀγαθῷ ἀνδρὶ ἀγαθόν’, μὴ εὐθὺς ἐπαγέτω ‘τὸ δὲ τῷ τοιούτῳ ἀγαθὸν καὶ ὄντως ἀγαθόν ἐστιν’, ἀλλ’ ἐν μέσῳ λεγέτω πῶς γίνεται ἡ ὑγίεια, ὅτι τοῦ ἰατροῦ τοῖς στοιχείοις καὶ τοῖς χυμοῖς δικάζοντος. ποτὲ δὲ καὶ δι’ οἰκονομίαν· οἷον αἱ ἀρεταὶ δι’ αὑτὰς αἱρεταί, κἂν μὴ ἐπικάρπιαι ὦσι. ποτὲ καὶ διὰ τὸ ξηρὸν τοῦ διαλεκτικοῦ λόγου τοῦ καλλωπισμοῦ χάριν τοῦ λόγου ἐπεντίθεται. ποτὲ δὲ καὶ διὰ σαφήνειαν, ὡς ἐν ταῖς παραβολαῖς, ὅτι ὡς μία αἴσθησις τῶν ἐναντίων, οὕτω καὶ ἐπιστήμη. ποτὲ καὶ διὰ τὸ πρὸς ἐπίδειξιν ὁρᾶν τὸν λόγον3 ὀγκοῦμεν αὐτὸν ταῖς παρεμβολαῖς.

“因此若并非多个,而是一个”。 他[亚里士多德]说,如果有人着眼于前提的连续性,将由五个词项或无论多少个词项构成的推论称为“一个”,我们并不吝于给予他这个名称,只不过它是在远距离的意义上为一个,而非在直接近邻的意义上为一个;因为“以这种方式诚然可能”以及“但若如通过AB[得出]Γ那样,则不可能”所表明的正是这一点。而关于它不是直接意义上的一个,他紧接着提出了证明。在AB与ΓΔ这四个前提推导出E的情况下,他说,AB要么是以三段论的方式结合的,以致一者为大前提而另一者为小前提(他本人以此代替而称之为“全体”与“部分”),要么是以非三段论的方式结合的。如果是第一种情况,它们要么推导出E,要么推导出ΓΔ中的一者,要么推导出除这些之外的别物。而他仅驳斥了第一种情况,说道:E既然仅由AB推导出来,又怎会被设定为出自AB与ΓΔ呢?在驳斥关于AB的其余假定之前,他亦转向了ΓΔ;因为这些[ΓΔ]要么推导出某种结论,要么不推导。如果推导出结论,要么是E,要么是AB中的一者,要么是除这些之外的别物。如果推导出AB中的一者,由于结论有多个,推论亦将是多个,且ΓΔ是AB ΓΔ的前推论。但如果是E,设AB ΓΔ与ΓΔ是诸推论,即便因推导出同一结论而可能算作一个,但事实上绝非一个;他指明了在三格中通过相同词项关于埃塞俄比亚人的推论。如果ΓΔ既不推导AB中的任何一者,而是推导出除这些之外的别物,则推论(AB ΓΔ与ΓΔ)不仅将是多个,而且彼此毫无关联。如果ΓΔ不推导任何结论,则它们在推论中被无端采纳,除非是为了归纳、掩饰或由于某种其他类似原因而被额外引入。随后他又回到关于AB的其余假定。所谓为了归纳,正如我们通过农耕与纺织证明了凡技艺对生活皆有用那样。而为了掩饰,是因为不应当连续提问两个前提(因为被提问者一旦觉察便会更易提出异议),而应当在中间插入某个与被提问前提相契合的命题,然后再提出另一个前提。例如设问题为快乐是善,我们设定了快乐是欲求的对象,我们不应立即说“那么怎样?凡欲求的对象皆为善吗?”,而是应当展开关于欲求对象的论述,即美亦将人引向自身,善乃万物极力奔赴之物。又如有人欲证明健康是善,若说了“健康对善人而言是善”,切勿立即提出“对这样的人而言是善的,亦是真正之善”,而应在中间说明健康是如何产生的,即医者调和各种元素与体液。有时亦是为了篇章布局;例如“诸德性即使无利可图,亦因其自身而值得选择”。有时由于辩证论述的枯燥,为了论述的修饰而加以附带添入。有时则是为了明晰,如在比喻中:“正如对对立者的感觉为一,科学亦然”。有时亦因论述旨在夸耀展示,我们便通过插入成分来扩充它。

语法注3 条
  1. 20.11οὐ φθονήσομεν αὐτῷ τοῦ ὀνόματος

    动词 φθονέω 支配人的与格(αὐτῷ)和事物的属格(τοῦ ὀνόματος),与否定词 οὐ 连用表示“不吝惜给予某人某物”;属格在此表原因或涉及之对象。

  2. 20.11ὅτι καὶ πῶς ὑπόκειται τὸ Ε ἐκ τῶν ΑΒ ΓΔ ἐκ μόνων τῶν ΑΒ συναγόμενον;

    连词 ὅτι 引导间接引语或从句,统摄随后的疑问结构(πῶς ὑπόκειται...)。中性分词 συναγόμενον 修饰主语 τὸ Ε,带有让步或背景说明意味(“既然/虽然仅由AB得出”)。

  3. 20.11διὰ τὸ πρὸς ἐπίδειξιν ὁρᾶν τὸν λόγον

    介词 διά 支配带冠词的不定式 τὸ ... ὁρᾶν,不定式的主语为宾格的 τὸν λόγον,构成表原因的结构(“因为论述着眼于夸耀”)。介词短语 πρὸς ἐπίδειξιν 作不定式 ὁρᾶν 的状语,表目的与指向。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:73.14-74.4