← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§75.6-76.27

命题确立与反驳的难易度及第1部分总结

阿摩尼奥斯注解了《前分析篇》第1卷第26章开篇(42b37–43a18),根据各格与各式的数量论证了全称命题更易于反驳而特称命题更易于确立,并对关于推论生成的第1部分作了总体总结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

Ἐπεὶ δ’ ἔχομεν περὶ ὧν οἱ συλλογισμοὶ ἕως τέλους τοῦ πρώτου τμήματος τοῦ περὶ γενέσεως συλλογισμῶν. δείκνυσι διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι τὰ καθόλου τῶν μερικῶν ἑτοιμότερα πρὸς ἀνασκευὴν ἤπερ πρὸς κατασκευήν, τὰ δὲ μερικὰ τοὐναντίον ἑτοιμότερα πρὸς κατασκευὴν ἤπερ πρὸς ἀνασκευήν. προλαμβάνει γὰρ ὅτι τὸ μὲν παντὶ μοναχῶς δείκνυται, τὸ δὲ οὐδενὶ τριχῶς,1 ἐν πρώτῳ μοναχῶς, ἐν δευτέρῳ διχῶς, τὸ τινὶ τετραχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν τρίτῳ τριχῶς, τὸ οὐ παντὶ ἑξαχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν δευτέρῳ διχῶς, ἐν τρίτῳ τριχῶς. τούτων προληφθέντων ἕκαστον τῶν τεττάρων προβλημάτων κατασκευάζεται καὶ ἀνασκευάζεται τοσαυταχῶς· ἐπεὶ οὖν τὰ μὲν καθόλου μοναχῶς ἢ τριχῶς κατασκευάζεται, τὰ δ’ ἐν μέρει τετραχῶς ἢ ἑξαχῶς, εὐεπιχειρητότερα τὰ μερικὰ τῶν καθόλου πρὸς κατασκευήν. καὶ ἐπειδὴ τὰ μὲν καθόλου ἀνασκευάζεται ἢ ἑξαχῶς ἢ τετραχῶς, τὰ δ’ ἐν μέρει τριχῶς ἢ μοναχῶς, εὐεπιχειρητότερα ἄρα τὰ καθόλου τῶν μερικῶν πρὸς ἀνασκευήν. Δεύτερον ἐπιχείρημα. εἰ τὸ καθόλου ἀναιρεῖται καὶ διὰ τοῦ ἐναντίου καὶ διὰ τοῦ ἀντιφατικοῦ, τὸ δὲ μερικὸν διὰ μόνου τοῦ ἀντιφατικοῦ, τὸ καθόλου ἄρα τοῦ μερικοῦ ἑτοιμότερον ἀναιρεῖται. ὅτι δὲ τὸ καθόλου τοῦ μερικοῦ καὶ δυσκολώτερον κατασκευάζεται, δείκνυσι διχῶς ἡ λέξις· τῶν γὰρ μερικῶν τὸ μὲν οὐ παντὶ ἐν πλείοσι σχήμασιν ἤπερ τὰ καθόλου, τὸ δὲ τινὶ διὰ πλειόνων τρόπων ἤπερ τὰ καθόλου. ἀλλ’ ἐπεὶ τοῦτο τοῦ πρώτου ἐστὶν ἐπιχειρήματος, ἐπάγει νεωτέραν κατασκευὴν τοιαύτην· ἑτοιμότερον κατασκευάζεται τὰ μερικὰ τῶν καθόλου, ἐπειδὴ τὰ μὲν καθόλου δι’ ἑαυτῶν δείκνυται μόνων, τὰ δὲ μερικὰ καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν καθόλου· εἰ γὰρ παντί, καὶ τινί, καὶ εἰ οὐδενί, καὶ οὐ παντί.

“既然我们已经掌握了推论所围绕的主题”直到论推论的生成的第一部分之结尾。 通过这些内容,亚里士多德表明:全称命题较特称命题而言相比于立论[证明],对于驳论更为容易;相反,特称命题相比于驳论,对于立论更为容易。因为他预先假定:“全称肯定”(属于一切)以一种方式被证明;“全称否定”(不属于任何)以三种方式(在第一格中一种,在第二格中两种);“特称肯定”(属于某些)以四种方式(在第一格中一种,在第三格中三种);“特称否定”(不属于一切)以六种方式(在第一格中一种,在第二格中两种,在第三格中三种)。在预先假定了这些之后,四个问题中的每一个都以同样多的方式被立论和被驳论。因此,既然全称命题以一种或三种方式被立论,而特称命题以四种或六种方式被立论,那么特称命题比全称命题对于立论更易于着手。又既然全称命题或以六种或以四种方式被驳论,而特称命题以三种或一种方式被驳论,所以全称命题比特称命题对于驳论更易于着手。第二个论证:如果全称命题既通过反对命题又通过矛盾对立命题而被推翻,而特称命题仅通过矛盾对立命题而被推翻,那么全称命题便比特称命题更容易被推翻。而文本以两种方式表明全称命题比特称命题也更难被立论:因为在特称命题中,“不属于一切”比全称命题在更多的格中[被立论],而“属于某些”比全称命题通过更多的式[被立论]。但是,既然这属于第一个论证,他便引入了如下一种更新的立论[论证]:特称命题比全称命题更容易被立论,因为全称命题仅通过自身被证明,而特称命题既通过自身又通过全称命题被证明;因为如果属于一切,亦属于某些,而如果不属于任何,亦不属于一切。

§21.2

Περὶ ὧν οἱ συλλογισμοί, τουτέστιν τῶν προβλημάτων· ἐπάγει γὰρ καὶ ποῖον χαλεπὸν καὶ ποῖον εὐεπιχειρητότερον ἢ πρὸς κατασκευὴν ἢ πρὸς ἀνασκευήν.

“推论所围绕的主题”,这就是说,诸问题;因为他还补充了何种问题是困难的,何种问题无论对于立论还是对于驳论是更容易着手的。

§21.3

Φανερὸν οὖν ὅτι τὸ μὲν καθόλου κατηγορικόν. κατασκευάζεται μὲν γὰρ μοναχῶς, ἀνασκευάζεται δ’ ἑξαχῶς. τὰ δὲ ὅμοια καὶ ἐπὶ τῶν λοιπῶν. τὸ δὲ δεύτερον ἐπιχείρημα διαιρεῖ τὰ δ̄ εἰς δύο, εἰς καθόλου καὶ μερικά, διὰ τοῦ ὅλως δ’ ἐστὶν ἀναιροῦντι μὲν τὰ καθόλου τῶν ἐν μέρει ῥᾴω.

“因此显然,全称肯定”。 因为它以一种方式被立论,却以六种方式被驳论;其余诸项亦同此理。而第二个论证通过“总括而言,对于驳论者,全称命题比部分命题更容易”,将这四个[问题]划分为两类,即全称与特称。

§21.4

Καὶ ἐπὶ τῶν στερητικῶν. τὸ γὰρ οὐδενὶ ἀναιρεῖται καὶ διὰ τοῦ παντὶ καὶ διὰ τοῦ τινί, ὃ [οὐδενὶ ἢ τινὶ] ἐν δύο σχήμασι δείκνυται.2

“而在否定命题中亦然”。 因为“不属于任何”既通过“属于一切”又通过“属于某些”而被推翻,而后一者在两个格中被证明。

§21.5

Κατασκευάζοντι δὲ ῥᾴω. τὸ λοιπὸν μέρος τοῦ δευτέρου ἐπιχειρήματος, ὃ καὶ διχῶς δείκνυται· πρῶτον ἐκ τοῦ πλεοναχῶς δείκνυσθαι τὰ μερικὰ ἤπερ τὰ καθόλου ἢ κατὰ σχήματα ἢ κατὰ τοὺς τρόπους.

“但对于立论者而言更容易”。 这是第二个论证的剩余部分,它亦通过两种方式被表明:首先是从特称命题不论依格还是依式都比全称命题以更多的方式被证明这一事实。

§21.6

Ὅλως τε οὐ δεῖ. οὐχ ὥσπερ, φησίν, τὰ καθόλου διὰ τῶν μερικῶν ἀναιρεῖται καὶ τὰ μερικὰ διὰ τῶν καθόλου, οὕτω καὶ τὰ μερικὰ διὰ τῶν καθόλου κατασκευάζεται καὶ τὰ καθόλου διὰ τῶν μερικῶν· ἀλλὰ τὰ μὲν μερικὰ διὰ τῶν καθόλου εἰσφέρεται, οὐκέτι δὲ καὶ τὰ καθόλου διὰ τῶν μερικῶν, ἀλλὰ δι’ ἑαυτῶν μόνον· εἰ μὲν γὰρ παντί, καὶ τινί· οὐ μὴν εἰ τινί, καὶ παντί. καὶ ἐπεὶ τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, καὶ δι’ ἑαυτῶν καὶ διὰ τῶν περιεχόντων καθόλου, τὰ δὲ καθόλου μοναχῶς (δι’ ἑαυτῶν γὰρ μόνον), ἑτοιμότερα τὰ μερικὰ τῶν καθόλου πρὸς κατασκευήν· ἀλλὰ μὴν δέδεικται τὰ καθόλου τῶν μερικῶν εὐεπιχειρητότερα εἰς ἀνασκευήν· συνελόντι ἄρα τὰ καθόλου τῶν μερικῶν (τοῦτο γὰρ δεῖ προσυπακοῦσαι) ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν.3

“总的来说,不可[忽视]”。 他说,并非正如全称命题通过特称命题被推翻、特称命题通过全称命题被推翻那样,特称命题亦通过全称命题被立论、全称命题亦通过特称命题被立论;相反,特称命题通过全称命题被带入,而全称命题不再亦通过特称命题被带入,而是仅通过自身[被带入];因为如果属于一切,亦属于某些;但并非如果属于某些,亦属于一切。而且,既然特称命题以两种方式(既通过自身亦通过包含它们的全称命题)被立论,而全称命题以一种方式(因为仅通过自身)被立论,那么特称命题比全称命题对于立论更为容易;然而已经表明全称命题比特称命题对于驳论更易于着手;因此概括而言(因为必须补充理解这一点),比起特称命题,全称命题驳论比立论更为容易。

§21.7

Ὅπως μὲν οὖν γίνεται ἅπας συλλογισμός, ὅ τ’ ἐπ’ εὐθείας καὶ ὁ δι’ ἀδυνάτου. κυρίως δὲ τὸ γίνεται περὶ γενέσεως συλλογισμῶν τοῦ τμήματος ὄντος.4 ἢ πῶς γίνεται ὁ κατηγορικὸς καὶ ὁ ὑποθετικός· ἄμφω γὰρ ἀνάγονται εἰς τὰ τρία σχήματα, οἱ μὲν κατηγορικοὶ καθ’ ὅλους ἑαυτούς, οἱ δ’ ὑποθετικοὶ διὰ τὰς κατασκευὰς ἢ τοῦ ἀδυνάτου ἢ τῆς προσλήψεως.

“因此,一切推论如何生成”,包括直接推论与归谬推论。 在严格本义上说是“生成”,因为该部分是关于推论之生成的。或者是直言推论与假言推论如何生成;因为两者都被归约为三个格,直言推论是就其自身整体而言,假言推论则是通过对不可能之事或对附加假定的确立[而被归约]。

§21.8

Καὶ διὰ πόσων ὅρων. ὅτι τριῶν τῶν προσεχῶν.

“以及通过多少个词项”。 这就是说,通过三个直接近邻的词项。

§21.9

Καὶ πῶς ἐχουσῶν. ἢ κατὰ τὸ ἁπλοῦν καὶ σύνθετον τοῦ κατηγορικοῦ συλλογισμοῦ ἢ κατὰ τὸ κατηγορικὸν καὶ ὑποθετικὸν τοῦ ἁπλῶς συλλογισμοῦ.

“以及在何种状态下[通过何种前提]”。 要么依直言推论的简单与复合而言,要么依不加限定的推论的直言与假言而言。

§21.10

Καὶ διὰ τοὺς ἀριθμοὺς τὰ ἐν μέρει τῶν καθόλου πρὸς κατασκευὴν εὐεπιχειρητότερα, πρὸς δὲ ἀνασκευὴν δυσεπιχειρητότερα, καὶ ὅτι, ὡς ἐν τῷ δευτέρῳ ἐπιχειρήματι, τὰ μὲν μερικὰ διχῶς κατασκευάζεται, τὰ δὲ καθόλου μοναχῶς, ἀνασκευάζεται δὲ τὰ μὲν μερικὰ μοναχῶς, τὰ δὲ καθόλου διχῶς.

并且由于数目,特称命题比全称命题对于立论更易着手,而对于驳论更难着手;以及如在第二个论证中那样,特称命题以两种方式被立论,而全称命题以一种方式被立论,特称命题以一种方式被驳论,而全称命题以两种方式被驳论。

语法注4 条
  1. 21.1τὸ οὐ παντὶ ἑξαχῶς, ἐν πρώτῳ μοναχῶς, ἐν δευτέρῳ διχῶς, ἐν τρίτῳ τριχῶς

    该并列句省略了前文中的谓语动词 δείκνυται(被证明),由介词短语与副词构成同位解说,列出了格与式的数目(第一格一个,第二格两个,第三格三个,共六个)。

  2. 21.4ὃ [οὐδενὶ ἢ τινὶ] ἐν δύο σχήμασι δείκνυται

    文本中置于方括号内的 οὐδενὶ ἢ τινὶ 被视作后世的篡入注记。关系代词 ὃ 的先行词是紧邻其前的 τινί(属于某些/特称肯定),指特称肯定命题在两个格(第一格与第三格)中被证明。

  3. 21.6συνελόντι ἄρα τὰ καθόλου τῶν μερικῶν (τοῦτο γὰρ δεῖ προσυπακοῦσαι) ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν

    分词 συνελόντι 是表示说话者观点的独立与格(与格绝对结构),意为“简而言之”或“概括而言”。τὰ καθόλου τῶν μερικῶν 带有比较属格(τῶν μερικῶν),作不定式 ἀνασκευάζειν 与 κατασκευάζειν 的宾语,意为“驳论比起立论,全称命题比特称命题更容易”。注解者在括号中指出亚里士多德的原文中需要心领神会地补出 τῶν μερικῶν。

  4. 21.7κυρίως δὲ τὸ γίνεται περὶ γενέσεως συλλογισμῶν τοῦ τμήματος ὄντος

    带冠词的表达 τὸ γίνεται(“生成”这个词)充当讨论的主题/主语,省略了系动词 ἐστί。περὶ γενέσεως... ὄντος 是表原因的属格独立结构,解释亚里士多德为何使用该动词:“鉴于本部分是关于推论之生成的,[生成]是在本义上被使用的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:75.6-76.27