- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:72.25-73.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥逐字注解了亚里士多德针对词项多于三个之三种反对辩护的反驳(Bekker 41b37–42a3),阐明即使前提为具中介命题或由归纳与前推论所确立,实质上亦皆被分解为多个独立的推论。
Ἐὰν μὴ δι’ ἄλλων καὶ ἄλλων. ἢ τῇ σχέσει, ὡς ἐν τῇ πρώτῃ συνηγορίᾳ, ἢ τῷ ὑποκειμένῳ, ὡς ἐν τῇ δευτέρᾳ.
“除非是通过不同[的中介]”。 或是在关系上(如在第一种辩护中),或是在基底上(如在第二种[辩护]中)。
Οἷον τὸ Ε διά τε τῶν ΑΒ καὶ τῶν ΓΔ. τοῦτο παράδειγμα τῆς δευτέρας συνηγορίας τῆς τὸ αὐτό, τὸ Ε τυχόν, συναγούσης δι’ ἄλλων καὶ ἄλλων ὅρων τῷ ὑποκειμένῳ, οἷον τῶν ΑΒ καὶ ΓΔ· καὶ γὰρ τὰ ΑΒ τῶν ΓΔ τῷ ὑποκειμένῳ διαφέρει Ἢ διὰ τῶν ΑΒ καὶ ΒΓ καὶ ΑΓ. τοῦτο παράδειγμα τῆς πρώτης ὅπου τὸ αὐτὸ συνάγεται, οἷον τὸ Ε, δι’ ἄλλων καὶ ἄλλων τῇ σχέσει μόνον· διὸ καὶ ἕνα κοινὸν ὅρον ἔχουσι καὶ ἕνα διάφορον τὰ ΑΒ καὶ ΒΓ καὶ ΑΓ· καὶ γὰρ τὸ δεύτερον πρῶτον γίνεται τῆς μείζονος ἀντιστραφείσης,1 τὸ δὲ τρίτον τῆς ἐλάττονος. ΑΒ οὖν τὸ πρῶτον σχῆμα, καὶ Α μὲν ἡ μείζων πρότασις, Β δὲ ἡ ἐλάττων· καὶ ἐν μὲν τῷ δευτέρῳ σχήματι τῷ ΒΓ ἡ ἐλάττων τοῦ ΑΒ ἔμεινε, τὸ Β· ἐν δὲ τῷ τρίτῳ σχήματι τῷ ΑΓ ἡ μείζων ἔμεινε τοῦ ΑΒ, τὸ Α.
“例如 E 既通过 AB 又通过 ΓΔ[得以推导]”。 这是第二种辩护的例证,该辩护通过在基底上不同的词项(例如 AB 与 ΓΔ)推导出同一个结论(例如 E);因为 AB 与 ΓΔ 在基底上不同。“或者通过 AB、BΓ 和 AΓ”。 这是第一种[辩护]的例证,其中同一个结论(例如 E)仅在关系上通过不同的[词项]得以推导;因此 AB、BΓ 和 AΓ 具有一个共同词项和一个不同词项;因为大前提换位后第二[格]变为第一[格],小前提[换位后]第三[格变为第一格]。因此 AB 是第一格,A 是大前提,B 是小前提;在第二格即 BΓ 中,AB 的小前提 B 保留了下来;在第三格即 AΓ 中,AB 的大前提 A 保留了下来。
Τούτων δ’ ὄντων οὐχ εἷς ἀλλὰ πολλοί εἰσιν οἱ συλλογισμοί. ἡ λύσις τῶν δύο συνηγοριῶν, ὅτι οὐκ ἔμεινεν εἷς ὁ συλλογισμός, εἰ καὶ τὸ πρόβλημα.
“然而当这些情况成立时,推论并非一个,而是多个”。 [这是]对这两种辩护的解决,即推论并未保持为一个,即便问题是同一个。
Ἢ πάλιν ὅταν ἑκάτερον. ἡ τρίτη συνηγορία ἡ καὶ πιθανωτέρα, διὸ καὶ ἰδικῆς λύσεως αὐτὴν ἀξιοῖ, ἡ ἑνὸς συλλογισμοῦ ἐμμέσους τὰς προτάσεις λαμβάνουσα.2 καὶ λύει τοῦτο λέγων τρεῖς εἶναι τοὺς συλλογισμούς, ἐπειδὴ καὶ τρία τὰ συμπεράσματα, αἱ δύο προτάσεις καὶ τὸ συμπέρασμα· αἱ μὲν γὰρ τῶν προσυλλογισμῶν εἰσι συμπεράσματα, τὸ δὲ τοῦ συλλογισμοῦ.
“或者再如,当各自[需要中介时]”。 第三种辩护,这也是更为可信的,因此他[亚里士多德]亦认为值得对其给予单独的解决,该辩护将单一推论的诸前提作为具中介的前提来采纳。而他通过说明既然结论有三个(即两个前提和最终结论),推论亦有三个来解决这一问题;因为前提是前推论的结论,而[最终结论]则是[主]推论的结论。
Ἢ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ καὶ εἴπωμεν· ἡ ἰατρικὴ τέχνη ἐστίν, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, καὶ ἡ ἰατρικὴ ἄρα· καὶ τὴν μὲν ἐλάττονα κατασκευάσομεν διὰ συλλογισμοῦ· ἡ ἰατρικὴ μέθοδος ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη, καὶ ἡ ἰατρικὴ ἄρα τέχνη· τὴν δὲ μείζονα, ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, δι’ ἐπαγωγῆς· καὶ γὰρ γεωργία καὶ ὑφαντική. ἢ ὡς ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ· τοῦ γὰρ Θρασυμάχου εἰπόντος τὴν δικαιοσύνην κακοβουλίαν αὐτὸς κατασκευάζει3 τὸν δίκαιον φρόνιμον εἰπὼν οὕτως· δίκαιος τοῦ μὲν ὁμοίου 〈οὐκ〉 ἐθέλει πλέον ἔχειν φρόνιμος τοῦ δ’ ἀνομοίου ἐθέλει πλέον ἔχειν. καὶ τῶν προτάσεων τούτων τὴν μὲν ἐλάττονα κατασκευάζει μέσον λαβὼν τὸ ἀπονεμητικὸν τοῦ κατ’ ἀξίαν, τὴν δὲ δευτέραν δι’ ἐπαγωγῆς τοῦ ἰατροῦ, τοῦ μάντεως, τοῦ γεωμέτρου.
“或者一者通过归纳,另一者通过推论[得以确立]”。 例如设问题为医学对生活是有用的,而我们说:“医学是技艺,凡技艺对生活皆有用,故医学亦然”;我们通过推论确立小前提:“医学是开辟道路的方法,凡开辟道路的方法皆为技艺,故医学亦为技艺”;而通过归纳[确立]大前提(即凡技艺对生活皆有用);因为农耕与纺织亦是如此。又如柏拉图在《理想国》中所做的那样;因为色拉叙马霍斯称正义是不智之举,他[柏拉图]自己则通过如下说法确立正义者是明智者:“正义者不欲胜过同类者,而欲胜过非同类者”。在这些前提中,他通过取“分配应得之物者”为中项来确立小前提,并通过对医者、占卜者、几何学者的归纳确立第二前提。
- 20.7τῆς μείζονος ἀντιστραφείσης
由名词化的比较级形容词 μείζων 和不定时被动分词 ἀντιστραφεῖσα 构成的独立属格结构。在后文的 τῆς ἐλάττονος 中,省略了相同的分词 ἀντιστραφείσης,作为并列对比结构。
- 20.9ἡ ἑνὸς συλλογισμοῦ ἐμμέσους τὰς προτάσεις λαμβάνουσα
带冠词的现在分词短语 ἡ ... λαμβάνουσα 与前述的“第三种辩护”(ἡ τρίτη συνηγορία)同格。形容词 ἐμμέσους 作宾语 τὰς προτάσεις 的谓语性宾格,构成“将单一推论的前提作为具中介的前提来采纳”的双重宾格结构。
- 20.10τοῦ γὰρ Θρασυμάχου εἰπόντος τὴν δικαιοσύνην κακοβουλίαν αὐτὸς κατασκευάζει
短语 τοῦ ... Θρασυμάχου εἰπόντος 为独立属格,构成让步或对比的背景(“尽管/而在色拉叙马霍斯称正义是不智之举时”),与主句主语 αὐτός(指柏拉图)形成强烈对比。分词后带有的 τὴν δικαιοσύνην κακοβουλίαν 为双重宾格(宾语及其谓语)。
