- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:71.18-72.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐明一切复合推论都通过直接推论被还原至三个格,且推论必然由三个词项和两个直接前提构成,反驳了三种异议并通过四前提假设进行了归谬检验。
Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις. δείξας ὅτι πᾶς κατηγορικὸς ἁπλοῦς συλλογισμὸς δι’ ἑνὸς τῶν τριῶν σχημάτων γίνεται καὶ ὅτι καὶ πᾶς ὑποθετικός, δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας, ταὐτὸν δ’ εἰπεῖν σύνθετός τε καὶ ἁπλοῦς, ὑπὸ τὰ τρία σχήματα ἀνάγεται1 διὰ μέσου ἁπλοῦ κατηγορικοῦ τοῦ κατασκευάζοντος ἢ τὸ συνημμένον, ὡς ἐν τοῖς δι’ ἀδυνάτου, ἢ τὴν πρόσληψιν, ὡς ἐν τοῖς ἐπ’ εὐθείας, τὸ λοιπὸν δείκνυσι νῦν, ὅτι πᾶς σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται διὰ μέσου τοῦ προσεχῶς δεικνύντος, ὃς πάντως ἐκ τριῶν ὅρων ἐστίν. καὶ πρότερον τῷ ἀντικειμένῳ συνηγορεῖ, ὅτι ὁ κατηγορικὸς συλλογισμὸς ὁ προσεχῶς δεικνὺς δύναται ἐκ πλειόνων ὅρων εἶναι ἢ τριῶν· καὶ γὰρ καὶ τῇ σχέσει δύναται ἐκ πλειόνων εἶναι ἢ τριῶν καὶ τῷ ὑποκειμένῳ:2 τῇ μὲν σχέσει, ἐπειδὴ ἐνδέχεται δεῖξαι οὐ πάντα ἄνθρωπον λευκὸν διὰ τοῦ αὐτοῦ μέσου, τοῦ Αἰθίοπος, ἐν τοῖς τρισὶ σχήμασιν, ὡς ὑπογέγραπται· διὰ γὰρ τοῦτο μερικὸν ἀποφατικὸν εἴληπται τὸ πρόβλημα ὡς μόνον τῶν προβλημάτων ἐν τοῖς τρισὶ σχήμασι δεικνύμενον. οἱ τρεῖς οὖν ὅροι τῷ ὑποκειμένῳ τῇ σχέσει ἐννέα γεγόνασι. καὶ λύει λέγων ὅτι πολλοί εἰσιν οἱ συλλογισμοί (τρεῖς γάρ), προέκειτο δὲ δεῖξαι οὐ τὸ πολλοὺς συλλογισμοὺς ἐκ τριῶν ὅρων, ἀλλὰ τὸ ἕνα συλλογισμὸν ἐκ τριῶν ὅρων πάντως. δευτέρα συνηγορία. καὶ τῷ ὑποκειμένῳ δυνατὸν πλείονας τῶν τριῶν εἶναι τοὺς ὅρους τοῦ συλλογισμοῦ, εἴ γ’ ἐνδέχεται τὸ αὐτὸ πρόβλημα ἄλλοτε δι’ ἄλλου μέσου δεικνύναι, ὡς ὁ Πλάτων τὴν ἀθανασίαν τῆς ψυχῆς ἐν μὲν τῷ Φαίδωνι διὰ μέσου τοῦ ζωὴν ἐπάγειν τῷ σώματι· οὐδὲν γὰρ ἐπιδέχεται τὸ ἐναντίον οὗ ἐπάγει [ὅπου τὸ αὐτοκίνητον ἀθάνατον]· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας εἰπών· ἡ ψυχὴ ὑπὸ τῆς ἰδίας κακίας οὐ φθείρεται· τοὐναντίον γὰρ δοκοῦσιν οἱ κακοὶ καὶ ζωτικώτεροι εἶναι καὶ μόνοι ζῆν διὰ τὰς πλεονεξίας καὶ τὴν τρυφήν· τὸ μὴ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας ἄφθαρτόν ἐστιν, ἐπειδὴ πᾶν τὸ φθειρόμενον ὑπὸ τῆς ἰδίας κακίας φθείρεται, ὡς ὁ σίδηρος καὶ ὁ χαλκὸς ὑπὸ τοῦ ἰοῦ, ὁ σῖτος ὑπὸ τῆς ἐρυσίβης. ἀλλὰ νῦν πάλιν πολλοὶ οἱ συλλογισμοί, ὅσῳ καὶ αἱ προτάσεις τῶν συλλογισμῶν μᾶλλον διεστήκασιν ἀλλήλων, καὶ ὅσα τὰ μέσα, τοσοῦτοι καὶ οἱ συλλογισμοί. καὶ τὸ αὐτὸ μὲν πρόβλημα διὰ πλειόνων ὅρων ἢ τριῶν, οὐ μὴν ὁ εἷς συλλογισμὸς περὶ οὗ ὁ λόγος. τρίτη συνηγορία. ἐνδέχεται κατηγορικὸν συλλογισμὸν διὰ πλειόνων ἢ τριῶν ὅρων προβαίνειν, ὡς ὁ Πλάτων ἐν Φαίδρῳ τὴν ψυχὴν ἀθάνατον ἀπέδειξε διὰ μέσου τοῦ αὐτοκινήτου καὶ ἀεικινήτου. ἀλλὰ πάλιν δύο εἰσὶ συλλογισμοί, ὅτι ἡ ψυχὴ ἀεικίνητον διὰ μέσου τοῦ αὐτοκινήτου, καὶ ὅτι ἀθάνατος διὰ μέσου τοῦ ἀεικινήτου. Ὅτι δὲ πᾶς συλλογισμὸς ἐκ δύο προτάσεων προσεχῶν, οὕτως δείκνυσιν· εἰ γὰρ δυνατόν, συναγέσθω τὸ Ε ἐκ τεττάρων προτάσεων προσεχῶν τῶν ΑΒ ΓΔ· αἱ ΑΒ προτάσεις τοίνυν ἢ συνάγουσί τι ἢ οὐ συνάγουσι· ἀλλ’ εἰ μὲν μὴ συνάγουσί τι, μάτην εἰλημμέναι εἰσίν· εἰ δὲ συνάγουσί τι, ἢ τὸ Ε συνάγουσιν ἢ μίαν τῶν ΓΔ λοιπῶν προτάσεων ἢ ἄλλο τι παρὰ ταῦτα· ἀλλ’ εἰ μὲν τὸ Ε, ἔχομεν τὸ ζητούμενον, ὅτι ἐκ δύο προτάσεων συλλογισμός· εἰ δὲ ἓν τῶν ΓΔ, οὐκέτι προσεχής ἐστιν ὁ συλλογισμὸς οὐδ’ ἁπλοῦς ἀλλὰ σύνθετος ἐκ προσυλλογισμοῦ· εἰ δὲ ἄλλο παρὰ τὸ Ε καὶ τὰ ΓΔ συνάγει τὰ ΑΒ, νῦν οὐ μόνον πολλοί εἰσιν οἱ συλλογισμοί, καθάπερ καὶ ἐπὶ τῆς δευτέρας ὑποθέσεως, ἀλλὰ καὶ ἀσύναπτοι πρὸς ἀλλήλους. ἃ δὲ ἐπὶ τῶν ΑΒ εἴρηται, ἁρμόσει καὶ ἐπὶ τῶν ΓΔ· πάλιν γὰρ τὰ ΓΔ ἢ συνάγει τι ἢ οὐ συνάγει· καὶ εἰ μὲν μὴ συνάγει, μάτην εἴληπται· εἰ δὲ συνάγει, εἰ μὲν τὸ Ε, παρέλκουσιν αἱ ΑΒ προτάσεις, καὶ ἐκ δύο προτάσεων προσεχῶν πᾶς συλλογισμός· εἰ δὲ ἓν τῶν ΑΒ, πολλοὶ ἔσονται οἱ συλλογισμοί, ὁ μὲν προσυλλογισμός, ὁ δὲ τοῦ προκειμένου· εἰ δὲ ἄλλο παρὰ τὰ ΑΒ, ἐναργῶς πολλοί εἰσιν οἱ συλλογισμοί· καὶ γὰρ ἀσύναπτοι πρὸς ἀλλήλους οἱ συλλογισμοί, καὶ οὐκ ἐκκρούει ἓν φαντάζουσα ἡ συνέχεια τῶν προτάσεων.3 Καὶ ὅτι πᾶσα ἀπόδειξις. πᾶσαν κατασκευὴν ἀπόδειξιν ἐκάλεσεν.
“同样显然的是,一切证明[都由三个词项和两个前提构成]”。 在他已经指明一切简单的直言推论都是通过三个格之一而产生的,并且一切假言推论——无论是通过归谬还是直接的,换言之无论是复合的还是简单的——亦通过建立条件命题(如在归谬推论中)或建立附加假设(如在直接推论中)的简单直言推论为媒介,被还原到这三个格之后,作为余下的部分,他现在指明一切复合的直言推论亦通过直接进行证明的推论为媒介被还原到这三个格,而这直接的推论必然由三个词项构成。首先,他为相反的主张辩护,即直接证明的直言推论可能由多于三个的词项构成;因为无论在关系上还是在基底上,推论都可能由多于三个的[词项]构成:一方面就关系而言,因为正如后文所写,有可能在三个格中通过同一个中项即“埃塞俄比亚人”来证明“并非每个人都是白的”;因为正是为此缘故,特称否定问题被采纳,因它是诸问题中唯一能在三个格中都被证明的。因此,在基底上为三个的词项,在关系上变成了九个。而他通过说存在着多个推论(因为有三个推论)来解决这一问题,因为原先所提出的任务并非指明多个推论由三个词项构成,而是指明一个推论必然由三个词项构成。第二种辩护:在基底上,推论的诸词项亦可能多于三个,只要同一个问题有可能在不同时候通过不同的中项来证明,正如柏拉图在《斐多篇》中通过给身体带来生命作为中项来证明灵魂的不朽(因为没有任何事物接纳它所带来的事物的对立面[在其中自运者是不朽的]);又如在《理想国》第十卷中说道:“灵魂不被其自身的特有恶所毁坏;因为相反,恶人由于贪得无厌和享乐,反倒显得更有生命力且唯独他们活着;不被其自身特有恶毁坏者是不灭的,因为一切被毁坏者都是被其自身的特有恶所毁坏,正如铁和铜被锈、谷物被黑穗病[毁坏]一样。”但在此处推论同样是多个,推论的前提彼此相隔越远就更是如此,并且中项有多少,推论也就有多少。虽然同一个问题通过多于三个的词项[得到证明],但这并非正在讨论的单一推论。第三种辩护:直言推论有可能通过多于三个的词项进行,正如柏拉图在《斐德罗篇》中通过“自运者”和“常运者”作为中项证明灵魂是不朽的。但这里同样存在两个推论:其一是通过“自运者”作为中项证明灵魂是常运者,其二是通过“常运者”作为中项证明灵魂是不朽的。 而一切推论都由两个直接前提构成,他通过如下方式证明:如果可能的话,设 E 从四个直接前提 AB 和 ΓΔ 中推导出来。那么前提 AB 要么推导出某种结论,要么不推导出结论。如果它们不推导出任何结论,它们就是徒然被采纳的;如果它们推导出某种结论,它们要么推导出 E,要么推导出余下前提 ΓΔ 中的一个,要么推导出除这些之外的某种其他结论。如果推导出 E,我们就得到了所探求的结论,即推论由两个前提构成;如果推导出 ΓΔ 中的一个,该推论就不再是直接的或简单的,而是由前推论构成的复合推论;如果 AB 推导出除 E 和 ΓΔ 之外的其他结论,那么现在推论不仅如在第二种假设下那样是多个,而且彼此之间互不相连。对于 AB 所说的话,同样适用于 ΓΔ;因为 ΓΔ 同样要么推导出某种结论,要么不推导出结论;如果不推导出结论,它就是徒然被采纳的;如果推导出结论,若是 E,前提 AB 就是多余的,且一切推论都由两个直接前提构成;若是 AB 中的一个,推论将是多个,一个是前推论,另一个是当前主题的推论;若是除 AB 之外的其他结论,则显然推论是多个;因为这些推论彼此互不相连,并且前提的连续性虽然造成了单一的假象,但并不能否定[推论是多个的事实]。 “并且一切证明”:他将一切确立[的论证]都称为“证明”。
- 20.4δείξας ὅτι πᾶς κατηγορικὸς ἁπλοῦς συλλογισμὸς δι’ ἑνὸς τῶν τριῶν σχημάτων γίνεται καὶ ὅτι καὶ πᾶς ὑποθετικός ... τὸ λοιπὸν δείκνυσι νῦν, ὅτι πᾶς σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται
长句的主干结构为:分词 δείξας(说明已完成的步骤)统辖两个并列的 ὅτι 从句(ὅτι πᾶς κατηγορικός... 与 καὶ ὅτι καὶ πᾶς ὑποθετικός...),主句动词为 δείκνυσι νῦν,引出宾语从句 ὅτι πᾶς σύνθετος...。
- 20.4καὶ τῇ σχέσει δύναται ἐκ πλειόνων εἶναι ἢ τριῶν καὶ τῷ ὑποκειμένῳ
τῇ σχέσει 与 τῷ ὑποκειμένῳ 均为限制(关系)与格(“在关系上”与“在基底上”),对比了推论词项看似多于三个的两种情况。
- 20.4καὶ οὐκ ἐκκρούει ἓν φαντάζουσα ἡ συνέχεια τῶν προτάσεων
ἐκκρούει 在此意为“推翻/否定”(隐含宾语为前文所述“推论是多个的事实”)。分词短语 ἓν φαντάζουσα(“造成单一的表象/假象”)修饰主语 ἡ συνέχεια τῶν προτάσεων(“诸前提的连续性”)。
