- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:65.17-66.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注释了亚里士多德在《前分析篇》第一卷第23章(40b17–34)中将包括直言和假言在内的一切三段论化归为三个格、并最终化归为第一格全称三段论的论述,阐明了因中项配置而产生的格的分化,以及假言三段论何以必须依赖直言三段论。
Ὅτι μὲν οὖν οἱ ἐν τούτοις τοῖς σχήμασι. Διδάξας ὁ Ἀριστοτέλης πάντας τοὺς κατηγορικοὺς συλλογισμούς, ἁπλοῦς, μικτούς, ἀνάγει νῦν πάντας τοὺς συλλογισμούς, κατηγορικούς, ὑποθετικούς, ἐπ’ εὐθείας, δι’ ἀδυνάτου, ἁπλοῦς, συνθέτους, εἰς τὰ τρία σχήματα. καὶ τέως τοὺς ἁπλοῦς κατηγορικούς, οἳ καὶ πάντως ἐπ’ εὐθείας εἰσίν, τὸν τρόπον τοῦτον· εἰ δέοι δεῖξαι τὴν ΑΒ πρότασιν, ἢ οὐ ληψόμεθά τι ἢ ληψόμεθα πρὸς κατασκευὴν αὐτῆς· ἀλλ’ εἰ μὲν τὸ πρῶτον, τὸ ἐν ἀρχῇ αἰτησόμεθα· εἰ δὲ τὸ δεύτερον, ἢ ἓν ἢ πολλά· ἀλλ’ εἰ μὲν ἕν, οὐ γίνεται συλλογισμός· τεθέντων γὰρ τινῶν, ἀλλ’ οὐ τεθέντος τινὸς οὗτος γίνεται· εἰ δὲ πολλά, ἢ δύο ἢ πλείονα· καὶ εἰ δύο, ἀμφοτέρων τῶν ΑΒ ὅρων ἤρτηται· ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ τῶν ἁπλῶς προτάσεων, ὁ δὲ τοῦδε ἐκ 〈τῶν〉 τοῦδε, καὶ ὁ πρὸς τόδε1 ἐκ τῶν πρὸς τόδε, ὁ δὲ τοῦδε πρὸς τόδε ἐκ τῶν τοῦδε πρὸς τόδε. ἕξουσιν οὖν αἱ δύο προτάσεις κοινὸν ὅρον· καὶ οὗτος ἢ ἐν ἀμφοτέροις κατηγορεῖται ἢ ἐν ἀμφοτέροις ὑπόκειται ἢ ἀναμίξ· καὶ γίνονται τὰ τρία σχήματα. ὁμοίως δὲ καὶ ὁ σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· δύο γάρ εἰσιν αἱ κύριαι αὐτοῦ προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμοὺς ποιοῦσιν, ὡς ἑξῆς δείκνυσιν. καὶ οἱ δι’ ἀδυνάτου δὲ συλλογισμοὶ σύνθετοι ὑποθετικοὶ ὄντες ὑπὸ τὰ τρία σχήματα τελοῦσι· καὶ οἱ ἁπλοῖ δὲ ὑποθετικοί· οἱ μὲν δι’ ἀδυνάτου, ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὸ ἀδύνατον δεικνύντος, οἷον τοῦ γεωμετρικοῦ θεωρήματος τοῦ δεικνύντος διὰ κατηγορικοῦ συλλογισμοῦ πῶς, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός· οἱ δ’ ἁπλοῖ ὑποθετικοί, ἤτοι οἱ ἐπ’ εὐθείας, ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὴν πρόσληψιν δεικνύντος· δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι.2 καὶ εὖ γε ἀμφότερα· εἰ γὰρ ἀμφιβάλλοιτο τὸ συνημμένον, ἀμφιβάλλεται καὶ τὸ ὑποθετικοὺς αὐτοὺς εἶναι, καὶ ὁ κατασκευάζων τὸ συνημμένον ἅμα κατασκευάζει καὶ ὅτι ὑποθετικοί εἰσιν· καὶ εἰ ὡμολόγηται καὶ ἡ πρόσληψις, οὐδ’ ὑποθετικοῦ συλλογισμοῦ χρεία. καὶ ἄλλως δὲ καθόλου πᾶς ὑποθετικός, ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, κατηγορικοῦ συλλογισμοῦ δεῖται· εἰ γὰρ ἀεὶ ὑποθέσεις δι’ ὑποθέσεως κατασκευάσομεν, οὐδέποτε στησόμεθα. εἰ οὖν πᾶς ὑποθετικὸς συλλογισμὸς κατηγορικοῦ δεῖται, πᾶς δὲ κατηγορικὸς διὰ τῶν τριῶν σχημάτων γίνεται, καὶ πᾶς ἄρα ὑποθετικὸς καὶ πᾶς συλλογισμὸς τῶν τριῶν σχημάτων δεῖται. καὶ διὰ τοῦτο ἅπασα πίστις εἰς τὸ πρῶτον ἀνάγεται σχῆμα καὶ τοῦ πρώτου σχήματος εἰς τοὺς καθόλου συλλογισμούς.
“可见,在这些格中的[推论]”。亚里士多德在讲授了全部直言三段论——无论是单纯的还是混合的——之后,现在将全部三段论,即直言的、假言的、直接的、归谬的、单纯的、复合的三段论,化归为三个格。且目前以如下方式[化归]单纯直言三段论,而它们也必然是直接的:若须证明ΑΒ命题,我们要么不假定任何东西,要么为了确立它而假定某种东西。但若为前者,我们将乞题;若为后者,我们要么[假定]一个[前提],要么[假定]多个。但若为一个,则三段论不能成立;因为三段论是在某些事物被设定时成立,而不是在某一个事物被设定时成立。若为多个,则为两个或更多。若为两个,[它们]便依存于Α和Β这两个端项。因为无条件的三段论源于无条件的前提,关涉此物的三段论源于关涉此物的[前提],针对此物的三段论源于针对此物的前提,而关涉此物且针对此物的三段论则源于关涉此物且针对此物的前提。因此,这两个前提必有一共同项;而此项要么在两前提中都被断定,要么在两前提中都作主词,要么兼而有之;于是便产生出三个格。同样,复合直言三段论亦被化归于三个格之下;因为它的主要前提有两个,而其他前提则构成预备三段论,正如他接下来所表明的。归谬三段论既为复合假言三段论,亦归属于三个格之下;单纯假言三段论亦然。归谬三段论[归于其下],乃因其需要一个展示不合理之处的直言三段论,例如几何学定理中通过直言三段论表明,如果对角线与边可通约,同一数如何既是偶数又是奇数;而单纯假言三段论,即直接的假言三段论,[归于其下]则因其需要一个证明附加前提的直言三段论。因为亚里士多德说,在假言三段论中,条件命题必须无论如何被一致同意,而附加前提则须受到存疑。两点确实都极有道理;因为若条件命题受到存疑,它们作为假言三段论本身亦受到存疑,而确立条件命题的人同时也就确立了它们是假言的;而若附加前提亦被一致同意,则连假言三段论的需要都没有了。此外从普遍而言,一切假言三段论,无论是直接的还是通过归谬的,都需要直言三段论;因为若我们总是通过假定来确立假定,我们将永无止境。因此,若一切假言三段论都需要直言三段论,而一切直言三段论都通过三个格成立,那么一切假言三段论乃至一切三段论便都需要这三个格。亦因此之故,一切证明皆被化归为第一格,并被化归为第一格的全称三段论。
Ὅτι μὲν οὖν. ἐπειδὴ δέδεικται ὅτι οἱ ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὶ ὑπὸ τὸ πρῶτον σχῆμα ἀνάγονται καὶ τοὺς τοῦ πρώτου καθόλου δύο συλλογισμούς, δείξομεν νῦν ὅτι καὶ πᾶς [κατηγορικὸς] συλλογισμὸς οὕτως ἔχει, εἰ πρότερον δείξωμεν3 ὅτι πᾶς κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται, οὐ μόνον δὲ πᾶς κατηγορικὸς συλλογισμὸς οὕτως ἔχει ἀλλὰ καὶ πᾶς ὑποθετικός, οὗ μέρος ὁ δι’ ἀδυνάτου· πᾶς μὲν γὰρ δι’ ἀδυνάτου ὑποθετικός, οὐ πᾶς δὲ ὑποθετικὸς δι’ ἀδυνάτου, ὥσπερ καὶ πᾶς μὲν κατηγορικὸς ἐπ’ εὐθείας, οὐ πᾶς δ’ ἐπ’ εὐθείας κατηγορικός· ἐπ’ εὐθείας γὰρ ἀλλ’ οὐ κατηγορικὸς ὅδε· ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός ἐστιν· ἀλλὰ μὴν οὐκ ἄρτιος· περιττὸς ἄρα.
“可见”。既然已经证明三个格中的三段论皆化归于第一格及其两个全称三段论之下,如果我们预先证明一切直言三段论皆化归于三个格之下,现在我们便将证明一切三段论亦是如此;而且不仅一切直言三段论是如此,一切假言三段论亦是如此,归谬三段论即是其一部分。因为一切归谬三段论皆为假言三段论,但并非一切假言三段论皆为归谬三段论,正如一切直言三段论皆为直接的,但并非一切直接的皆为直言三段论。因为以下这个三段论是直接的而非直言的:“数要么是偶数要么是奇数;但它并非偶数;因此它是奇数”。
Τὸ δὲ Γ κατὰ μηδενός. ἵνα ᾖ τὸ πρῶτον σχῆμα· τὸ Α κατὰ τοῦ Γ, τὸ Γ κατὰ τοῦ Δ.
“而Γ不被断定于任何事物”。为的是成为第一格:Α被断定于Γ,Γ被断定于Δ。
Μηδ’ ἄλλο κατ’ ἐκείνου. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α καὶ Δ κατὰ τοῦ Γ. τὸ δὲ δεύτερον παρῆκεν ὡς διὰ τῶν ἄκρων εἰσφερόμενον.4
“亦无他物断定于它”。为的是成为第三格:Α与Δ断定于Γ。至于第二格,[亚里士多德]将其略去,视其为通过两端项而被引入的。
- 18.1ὁ μὲν γὰρ ἁπλῶς συλλογισμὸς ἐκ τῶν ἁπλῶς προτάσεων, ὁ δὲ τοῦδε ἐκ 〈τῶν〉 τοῦδε, καὶ ὁ πρὸς τόδε ἐκ τῶν πρὸς τόδε, ὁ δὲ τοῦδε πρὸς τόδε ἐκ τῶν τοῦδε πρὸς τόδε.
在一系列对比性的名词短语中省略了谓语动词(γίνεται或ἐστίν)。指示代词属格 τοῦδε(“关于此物的”)以及介词短语 πρὸς τόδε(“针对此物的”)指代结论中作为主词或谓词的特定端项,以此对比表明,构成前提的端项与结论端项之间的对应关系是三段论成立所必需的。
- 18.1δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι.
由非人称动词 δεῖ 支配的“带对格的不定式”结构。对格 τὸ μὲν συνημμένον(“条件命题/相联结者”)与 τὴν δὲ πρόσληψιν(“附加前提/小前提”)分别作为主语,其谓语不定式分别为完成时被动态不定式 ὡμολογῆσθαι 和现在时被动态不定式 ἀμφιβάλλεσθαι。
- 18.2εἰ πρότερον δείξωμεν
条件从句使用了 εἰ 连接虚拟式(不定过去时虚拟式 δείξωμεν)。在古典希腊语散文中通常用 ἐάν 接虚拟式,但晚期希腊语中常见仅用 εἰ 引导虚拟式来表达将来条件的用法。此处它与主句的将来时陈述式 δείξομεν 相应,表达将来条件。
- 18.4ὡς διὰ τῶν ἄκρων εἰσφερόμενον
连词 ὡς 与中性单数宾格分词 εἰσφερόμενον(与宾语 τὸ δεύτερον [σχῆμα] 一致)相结合,依附于主要谓语动词 παρῆκεν(“他省略了”),表达动作主体(亚里士多德)所持的主观理由(“视其为……而略去”)。
