- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:66.22-67.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯指出前提必须依存于结论的两端项而不能仅与大项相连,并阐释了复合直言三段论、包括归谬在内的假言三段论以及完全假言三段论如何皆化归于三个格之中。
Μηδὲ κατὰ τοῦ Α ἕτερον. πάλιν τὸ πρῶτον σχῆμα· τὸ Δ κατὰ τοῦ Α, τὸ Α κατὰ τοῦ Γ.
“亦无他物断定于Α”。 又是第一格:Δ断定于Α,Α断定于Γ。
Ἐὰν μὲν οὖν ληφθῇ τὸ Α κατ’ ἄλλου ἢ ἄλλο κατὰ τοῦ Α. ὅτι οὐ δεῖ πρὸς μόνον τὸν μείζονα ὅρον συνῆφθαι τὰς προτάσεις.
“因此,若取Α断定于他物,或他物断定于Α”。 即前提不可仅与大项相连。
Ἢ κατὰ τοῦ Γ ἕτερον. ἵνα ᾖ τὸ τρίτον σχῆμα· τὸ Α 〈καὶ Δ〉 κατὰ τοῦ Γ. πάλιν δὲ μόνῳ τῷ μείζονι συνημμέναι εἰσὶν αἱ προτάσεις.
“或他物断定于Γ”。 为的是成为第三格:Α[与Δ]断定于Γ。但在此前提又仅与大项相连。
Οὐδ’ ὅταν. ὅτι [οὐ] δεῖ ἀμφοτέρων τῶν ἄκρων τοῦ συμπεράσματος ἀπηρτῆσθαι τὰς προτάσεις.1
“亦非当[…]之时”。 即诸前提必须依存于结论的两端项。
Ὁ γὰρ αὐτὸς λόγος. ὅτι πᾶς σύνθετος κατηγορικὸς ὑφ’ ἓν τῶν τριῶν σχημάτων ἀνάγεται· δύο γὰρ αὐτοῦ αἱ κύριαι προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμὸν ποιοῦσιν.
“因为同样的道理[适用]”。 即一切复合直言[三段论]皆化归于三个格之一;因为它的主要前提有两个,而其他前提则构成预备三段论。
〈Ὅτι μὲν οὖν οἱ δεικτικοί.〉 ὅτι τοὺς ἐπ’ εὐθείας δεικτικοὺς καλεῖ, τοὺς δὲ δι’ ἀδυνάτου κύκλῳ, ἐπειδὴ οἱ μὲν ἐπ’ εὐθείας σύντομοι ὡς αὐτόθεν τὸ προκείμενον δεικνύντες (καὶ γὰρ ἡ εὐθεῖα ἐλαχίστη πασῶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, ὅθεν καὶ τὸ εὐθέως ἀπὸ τῆς εὐθείας εἴρηται), οἱ δὲ δι’ ἀδυνάτου πολλὴν ὁδὸν βαδίζουσι τὰ ἀντικείμενα ἀναιροῦντες, ἵνα τὰ προκείμενα εἰσαγάγωσιν, ὅθεν καὶ κύκλον ἐν τῇ συνηθείᾳ φαμὲν ἐπὶ τῶν μακρᾶς ὑποθέσεως δεομένων.
“可见,直截的[三段论]”。 即他将直接的称为“直截的”,而将通过归谬的称为“绕圈的”,因为直接的由于直接表明所提出的论题而简短(事实上,直线是具有相同端点的所有线中最小的,由此“径直地”一词亦源于“直线”),而通过归谬的则走很长的路,否定相反的事物以引入所提出的论题,因此在日常用语中我们对需要长篇假定的事物也称之为“绕圈”。
Τὸ μὲν ψεῦδος περαίνοντες συλλογίζονται. ὅτι ὁ Ἀριστοτέλης τὸν μὲν κατηγορικὸν καὶ συλλογισμὸν ἁπλῶς καλεῖ, τὸν δ’ ὑποθετικὸν συλλογισμὸν τὸ συναμφότερον μόνον,2 οὐδέποτε δὲ ἁπλῶς συλλογισμόν, ὡς οὐδὲ τὸν νεκρὸν ἄνθρωπον μόνον. τὸ ἀδύνατον οὖν, φησίν, τὸ ἐν τῷ ὑποθετικῷ συλλογισμῷ κατηγορικὸς συλλογισμὸς δείκνυσιν, οἷον ὁ αὐτὸς ἀριθμὸς ἄρτιος ἅμα καὶ περιττός, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος. τὸ δὲ προκείμενον ὁ ὑποθετικὸς συλλογισμὸς δείκνυσιν· ἐπεὶ γὰρ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος ἢ ἀσύμμετρος καὶ οὐκ ἔστιν σύμμετρος διά τι λῆμμα κατηγορικόν, ἀσύμμετρον ἄρα. διὸ καὶ ὑποθετικὸς λέγεται ὁ δι’ ἀδυνάτου καίπερ καὶ κατηγορικῷ συλλογισμῷ χρώμενος, ἐπειδὴ λῆμμά ἐστιν ὁ κατηγορικός, τὸ δὲ προκείμενον ὁ ὑποθετικὸς δείκνυσιν.
“通过得出虚假结论,他们进行推论”。 即亚里士多德将直言三段论无条件地称为三段论,而将假言三段论仅作为两者的结合体称为三段论,绝不无条件地称为三段论,正如人们不把死人单单称为“人”一样。因此他说,假言三段论中的不合理之事是由直言三段论表明的,例如若对角线与边可通约,同一数便同时既是偶数又是奇数;而所提出的论题则由假言三段论表明;因为既然对角线要么与边可通约要么不可通约,而由于某一直言辅助命题,它不可通约,所以它是不可通约的。因此,通过归谬的三段论即便使用了直言三段论,亦被称为假言的,因为直言三段论是辅助命题,而表明所提论题的则是假言三段论。
Ὅτι ἀντίφασιν καλεῖ τὸ ἀντικείμενον μόριον τῷ προκειμένῳ εἰς ἀπόδειξιν.
即他将与提出用于证明的事物相反的部分称为“矛盾”。
Ὡσαύτως δέ. ὅτι οὐ μόνοι τῶν ὑποθετικῶν οἱ δι’ ἀδυνάτου εἰς τὰ τρία σχήματα ἀνάγονται ἀλλὰ καὶ καθόλου πάντες οἱ ὑποθετικοί· καὶ γὰρ οἱ ἐπ’ εὐθείας ὑποθετικοί· τὰ γὰρ ἀμφιβαλλόμενα ἐν τοῖς ὑποθετικοῖς διὰ κατηγορικοῦ συλλογισμοῦ δεικνύουσιν, ἵνα μὴ ἐπ’ ἄπειρον προέλθωσιν δι’ ὑποθέσεως ἀεὶ δεικνύντες τὰς προπαραλαμβανομένας ὑποθέσεις.
“同样”。 即并非仅有假言三段论中通过归谬的才化归为三个格,而是一般而言一切假言三段论皆然;因为直接的假言三段论亦是如此。因为他们通过直言三段论来证明假言三段论中存疑之事,以免他们总是通过假定来证明预先假定的诸假定而走向无穷。
Ὅτι τὸ παρὰ τοῖς Στωικοῖς λεγόμενον πρόσληψιν ὁ Ἀριστοτέλης μετάληψιν καλεῖ νῦν διὰ τὸ μεταλαμβάνεσθαι ἀπὸ ἀμφιβόλου εἰς ὁμολογούμενον· οὐκέτι γὰρ μετὰ τοῦ ‘εἰ’ λέγεται ἀλλὰ μετὰ τοῦ ‘ἀλλά’. κατὰ πρόσληψιν δὲ καλεῖ ὁ Ἀριστοτέλης τὴν πρότασιν τὴν ἰσοδυναμοῦσαν συλλογισμῷ τὴν δύο ὅρους ἐνεργείᾳ ἔχουσαν καὶ ἕνα [δὲ] δυνάμει·3 καθ’ οὗ ὁ ἄνθρωπος, κατὰ τούτου ζῷον.
即斯多亚派所称的“附加前提”,亚里士多德现在称之为“转承”,乃因其从存疑之事转移为被一致同意之事;因为它不再伴随着“如果”而被陈述,而是伴随着“但是”。另一方面,亚里士多德将等同于三段论、现实上具有两个项而潜能上具有一个[项]的前提称为“通过附加的”:“凡人被断定于其上的事物,动物亦断定于其上”。
Ὅτι δόγματα Ἀριστοτέλους τὸ ἐν τοῖς ὑποθετικοῖς τὸ συνημμένον ὡμολογῆσθαι καὶ τὸ τὴν πρόσληψιν πάντως κατασκευάζεσθαι, καὶ ἄμφω ταῦτα ἐδείξαμεν ἀληθῆ ἐν τῇ θεωρίᾳ. Ὅτι οὐ μόνον οἱ ὑποθετικοὶ οἱ μικτοὶ ἐκ κατηγορικοῦ συλλογισμοῦ καὶ ὑποθετικοῦ εἰς τὰ τρία σχήματα ἀνάγονται διὰ μέσου τοῦ κατηγορικοῦ ἀλλὰ καὶ οἱ δι’ ὅλου ὑποθετικοί· εἰ ἄνθρωπος, καὶ ζῷον· εἰ ζῷον, ἔμψυχον· εἰ ἄνθρωπος ἄρα, ἔμψυχον. καὶ οἱ κατὰ πρόσληψιν δὲ συλλογισμοὶ εἰς τὰ τρία σχήματα ἀνάγονται· καθ’ οὗ τὸ Α, καὶ τὸ Β· τρίτον γάρ ἐστιν σχῆμα. καὶ οὐδὲ διὰ μέσου ἄλλου εἰς τὰ τρία σχήματα τελοῦσιν οἱ δι’ ὅλου ὑποθετικοὶ καὶ οἱ κατὰ πρόσληψιν, καθάπερ πάντες οἱ μικτοὶ ὑποθετικοί, ἀλλὰ διὰ τὴν πλοκὴν τὴν οἰκείαν. πᾶσα ἄρα κατασκευὴ ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· τοῦτο δὲ ἦν τὸ προκείμενον.
即在假言三段论中条件命题必须被一致同意,且附加前提必须无论如何被确立,乃是亚里士多德的学说,而这两点我们在概论中已证明为真。不仅由直言三段论与假言三段论混合而成的假言三段论通过直言三段论的中介化归于三个格之下,完全假言三段论亦然:“若是人,则亦是动物;若是动物,则有灵魂;因此,若是人,则有灵魂”。通过附加的三段论亦化归于三个格:“凡Α被断定于其上的事物,Β亦[断定于其上]”;因为这是第三格。而且完全假言三段论和通过附加的三段论并不是像一切混合假言三段论那样通过另一中介属于三个格,而是通过其固有的编结构造。因此,一切证明皆化归于三个格之下;而这正是原本提出的论题。
- 18.8ὅτι [οὐ] δεῖ ἀμφοτέρων τῶν ἄκρων τοῦ συμπεράσματος ἀπηρτῆσθαι τὰς προτάσεις
写本中出现的 οὐ 被视为受前面引文(οὐδ’ ὅταν)影响而误入的否定词,依据校订本予以删去,从而解作肯定句(“前提必须依存于……”)。不定词 ἀπηρτῆσθαι 的逻辑主语是 τὰς προτάσεις,ἀμφοτέρων τῶν ἄκρων 是动词 ἀπαρτάω 所支配的分离/依存属格。
- 18.11τὸν δ’ ὑποθετικὸν συλλογισμὸν τὸ συναμφότερον μόνον, οὐδέποτε δὲ ἁπλῶς συλλογισμόν, ὡς οὐδὲ τὸν νεκρὸν ἄνθρωπον μόνον
前半分句中的动词 καλεῖ 被承前省略至后半分句,τὸ συναμφότερον μόνον 用作宾补(谓语性宾格)。末尾的 ὡς οὐδὲ τὸν νεκρὸν ἄνθρωπον μόνον 同样省略了 καλεῖ 及其宾补 ἄνθρωπον,构成比较句式:“正如人们不把死人单单称为[人]一样”。
- 18.14κατὰ πρόσληψιν δὲ καλεῖ ὁ Ἀριστοτέλης τὴν πρότασιν τὴν ἰσοδυναμοῦσαν συλλογισμῷ τὴν δύο ὅρους ἐνεργείᾳ ἔχουσαν καὶ ἕνα [δὲ] δυνάμει
名词 πρότασιν 由两个带冠词的分词短语(τὴν ἰσοδυναμοῦσαν... 与 τὴν ... ἔχουσαν)并列修饰。全句为双宾语/宾语补足语结构(καλεῖ + 宾语 πρότασιν + 述语短语 κατὰ πρόσληψιν),κατὰ πρόσληψιν 作宾语补足语。
