- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:65.4-65.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯总括了由三种模态(实然、必然、可能)组合而成的全部九种混合三段论,梳理了亚里士多德在各格中对结论模态的判定规则,并指出了其门人及柏拉图学派主张“结论总是随从较弱前提”的相异见解。
ΣΥΝΟΨΙΣ ΤΩΝ ΜΙΞΕΩΝ. Τριῶν ὄντων τρόπων, ὑπάρχοντος, ἀναγκαίου, ἐνδεχομένου, τριῶν δὲ καὶ σχημάτων ἐννέα εἰσὶν αἱ πᾶσαι μίξεις. καὶ ἐπὶ μὲν τῆς μίξεως ὑπάρχοντος καὶ ἀναγκαίου ἐν μὲν πρώτῳ σχήματι τῇ μείζονι βούλεται ἕπεσθαι τὸ συμπέρασμα, ἐν δὲ δευτέρῳ τῇ ἀντιστρεφομένῃ ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ, ἐν δὲ τρίτῳ τῇ μὴ ἀντιστρεφομένῃ, ὅταν δηλαδὴ δι’ ἀντιστροφῆς γένηται ἡ ἀπόδειξις, εἰ δὲ δι’ ἀδυνάτου μόνον, ὡς ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου, τῇ χείρονι.1 ἐπὶ δὲ τῶν λοιπῶν ἓξ μίξεων τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι,2 εἰ μὴ τύχῃ ἡ συμπλεκομένη τῇ ἐνδεχομένῃ προτάσει καθόλου ἀποφατικὴ ὑπάρχουσα πάντως ἢ ἀναγκαία· τότε γὰρ ἐπὶ μὲν ἐνδεχομένου καὶ ὑπάρχοντος τὸ ὑπάρχον συνάγεσθαι, ἐπὶ δὲ ἐνδεχομένου καὶ ἀναγκαίου τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον. οἱ δ’ ἑταῖροι αὐτοῦ καὶ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα βούλονται ἐπὶ τῶν ἐννέα μίξεων.
诸混合的总括。 既然模态有实然、必然、可能三种,格亦有三种,故所有的混合共有九种。一方面,在实然与必然的混合中,在第一格中他主张结论随从大前提;在第二格中,随从化归为第一格时被换位的前提;在第三格中,随从不被换位的前提——即当证明通过换位产生时是如此;但若仅通过归谬法,如在第二格的第四[式]与第三格的第五[式]中,则[主张随从]较劣的前提。另一方面,在其余六种混合中,只要与可能前提相配的前提绝非全称否定的实然或必然前提,[他便主张]结出本义上的可能命题;因为在那种情形下,在可能与实然的混合中结出的是实然,而在可能与必然的混合中,结出的则是半为可能且[半为]必然的结论。然而他的门人与柏拉图学派的人则主张,在全部九种混合中,结论总是随从较劣的前提。
- 17.1τῇ χείρονι
承前省略了前分句的述谓结构“βούλεται ἕπεσθαι τὸ συμπέρασμα”(主张结论随从……),与格“τῇ χείρονι”充当不定式“ἕπεσθαι”所要求的补足语。
- 17.1τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι
此处的对格不定式结构“τὸ κυρίως ἐνδεχόμενον συνάγεσθαι”(以及接下来的“τὸ ὑπάρχον συνάγεσθαι”)在句法上依附于前句的“βούλεται”(或作为转述亚里士多德观点的间接引语),表达“[他主张]结出本义上的可能命题”。
