← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§60.32-61.16

第二格中实然命题与可能命题的混合推论

阿摩尼奥斯注解了第二格中实然命题与可能命题的混合(37b19–37b34),阐明包含全称实然否定前提是产生推论的充要条件,并解释了为何得出的结论是半可能的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

Εἰ δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου.1 Ὅτι ἐπὶ τῆς μίξεως ταύτης2 καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ ὅτι διὰ τοῦτο ἀσυλλόγιστος ὁ τέταρτος τρόπος· μὴ γὰρ ἔχων οὗτος καθόλου ἀπόφασιν οὐδὲ τοιάνδ’ ἕξει καθόλου ἀπόφασιν. καὶ ὅτι οἱ ἔχοντες καθόλου ἀπόφασιν ὑπάρχουσαν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι· μείζων γὰρ γίνεται ἐν πρώτῳ σχήματι ἡ καθόλου ἀπόφασις ὑπάρχουσα· ἐδέδεικτο δ’ ὅτι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος τῆς μείζονος ἀποφατικῆς καθόλου ὑπαρχούσης ὑποκειμένης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγεται. αἱ τὴν καταφατικὴν ὑπάρχουσαν ἔχουσαι τὴν δ’ ἀποφατικὴν ἐνδεχομένην, εἴτε ἄμφω καθόλου εἴτε ἀναμίξ, ἀσυλλόγιστοι· δύνανται γὰρ ὁμοιοσχήμονες γενέσθαι· καὶ διὰ τὸν καθόλου λόγον, ἐπειδὴ οὐκ ἔχουσι καθόλου ἀποφατικὴν ὑπάρχουσαν.

“但如果一前提为实然,另一前提为可能。”为什么亚里士多德在这一混合中把可能否定命题转化为肯定命题,却不作反向转化?亚历山大说:“这是因为当前的否定命题实际上是肯定命题,且被转换为更清晰的肯定命题;而肯定命题在保持模态完整的情况下,无法被转换为严格意义上的否定命题。”[应当指出,]在此混合和本格式中,凡是保留了第二格固有特征并具有全称否定实然命题的联结都是推论性的,无论两前提皆为全称还是混合;而凡是不具有这种命题(即全称否定实然命题)的联结都是无推论性的,无论该格式的固有特征是否保留。并且,正是为此原因第四式是无推论性的;因为既然它没有全称否定命题,它也就不会有这种全称否定命题。并且,具有全称否定实然命题的联结得出半可能结论;因为在第一格中全称否定实然命题变为了大前提;而此前已表明,在可能与实然的混合中,当全称否定实然命题作为大前提设立时,得出的是半可能结论。凡是肯定命题为实然、否定命题为可能的联结,无论两前提皆为全称还是混合,都是无推论性的;因为它们可以变为同形式的,而且也由于普遍的理由,因为它们不具有全称否定实然命题。

§12.2

Ἀπόδειξις δ’ ἡ αὐτή, ὅτι δύνανται ὁμοιοσχήμονες γενέσθαι.

“证明是相同的”,即因为它们可以变为同形式的。

§12.3

Εἰ δ’ ἡ μὲν κατάφασις ἐνδεχομένη. συλλογιστικὴ αὕτη, ἐπειδὴ ἔχει καθόλου ἀποφατικὴν ὑπάρχουσαν. ὁμοίως δὲ συλλογιστική, κἂν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ἐλάττων ᾖ· πλὴν τότε δύο ἀντιστροφῶν δεόμεθα, καὶ ἀντιστρέφει τὸ συμπέρασμα· οὐ γάρ ἐστιν ἐνδεχομένη καθόλου ἀπόφασις ἀλλ’ ὑπάρχουσα καθόλου ἀπόφασις· τὸ γὰρ ἐξ ἡμισείας ἐνδεχόμενον ἦν τὸ συναγόμενον.

“如果肯定命题是可能的。”这一联结是推论性的,因为它具有全称否定实然命题。同样地,即使全称否定实然命题是小前提,它也是推论性的;只是那时我们需要两次换位,并且结论也换位;因为它不是全称可能否定命题,而是全称实然否定命题;因为所得出的是半可能的结论。

§12.4

Καθάπερ ἐν τοῖς πρότερον, τουτέστιν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον.

“正如在先前的讨论中一样”,即[得出]半可能结论。

语法注2 条
  1. 12.1τοῦ τρόπου ἀκεραίου φυλαττομένου

    由名词 τοῦ τρόπου(模态)、形容词 ἀκεραίου 与现在被动分词 φυλαττομένου 构成的属格独立结构,修饰主句谓语 οὐ δύνανται,表示伴随状况或条件(“在保持模态完整的情况下”)。

  2. 12.1Ὅτι ἐπὶ τῆς μίξεως ταύτης

    句首的 Ὅτι 是古代讲义与注疏体裁中常见的省略标记,在没有显式支配主动词的情况下引出核心要点(即相当于“[须知]……”)。它与后文的 καὶ ὅτι διὰ τοῦτο... 以及 καὶ ὅτι οἱ ἔχοντες... 构成并列结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:60.32-61.16