← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§59.33-60.30

第二格两可能前提不能构成推论的证明

安摩尼乌在注解《前分析篇》37a32时,探讨了第二格中两个可能前提不能构成推论的原因,分析了换位法与归谬法的无效性以及通过具体词项的反驳,并考察了柏拉图学派的反论与亚历山大的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.11

Τούτου δὲ δειχθέντος. ἀσυλλογίστους βούλεται ὁ Ἀριστοτέλης πάσας τὰς ἐν δευτέρῳ σχήματι συζυγίας ἐξ ἀμφοτέρων ἐνδεχομένων, οὐχ ὅτι1 ἴδιον τοῦ δευτέρου σχήματος τὸ ἀνομοιοσχήμονας εἶναι τὰς προτάσεις (δύνανται γὰρ αἱ τοῦ δευτέρου σχήματος ἐνδεχόμεναι προτάσεις, κἂν ὁμοιοσχήμονες ὦσιν, ἀνομοιοσχήμονες γενέσθαι· τοῦτο γὰρ ἐν ταῖς μίξεσι μόναις αἰτιάσεται), οὐδ’ ὅτι τὸ ἐνδεχόμενον ἢ ἐπ’ ἴσης ἐστὶν ἢ ἐπὶ πολὺ ἢ ἐπ’ ἔλαττον, οὐδαμῶς δὲ καθόλου, ἐκ δύο δὲ μερικῶν οὐ γίνεται συλλογισμός (ὅσον γὰρ ἐπὶ τούτῳ ἔδει μηδ’ ἐν πρώτῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων γενέσθαι συλλογισμόν, οὐδὲ μῖξις ἔστι συλλογιστικὴ ἐν πρώτῳ σχήματι τὴν μείζονα ἐνδεχομένην ἔχουσα)· Ἀριστοτέλης οὖν οὐ ταῦτα αἰτιᾶται τοῦ μὴ γενέσθαι συλλογισμὸν ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων, ἀλλ’ ὅτι αἱ ἐν δευτέρῳ σχήματι συλλογιστικαὶ συζυγίαι ἢ δι’ ἀντιστροφῆς ἐδείκνυντο, ὡς πρώτη, δευτέρα, τρίτη, ἢ δι’ ἀδυνάτου, ὡς ἡ τετάρτη, οὔτε δὲ τῇ ἀντιστροφῇ ἔστιν χρήσασθαι νῦν [οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ], (ἐν γὰρ τῇ ἀντιστροφῇ ἡ καθόλου ἀποφατικὴ μόνη ἀντέστρεφεν· δέδεικται δὲ νῦν ἡ καθόλου ἐνδεχομένη ἀπόφασις μὴ ἀντιστρέφουσα πρὸς ἑαυτὴν κατὰ τὴν ἁπλῆν ἀντιστροφήν), οὔτε τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἔστιν χρήσασθαι. οἷον τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Α τῷ Γ ἐνδέχεται παντί· ἐπὶ τοῦ πρώτου τρόπου ποιεῖται πάλιν τὸν λόγον, ἐπειδὴ ἡ δι’ ἀδυνάτου δεῖξις κοινὴ ἦν πάντων, εἰ καὶ μόνῳ τῷ τετάρτῳ τρόπῳ ἐφήρμοζεν. εἰ οὖν συνήγετό τι ἐν δευτέρῳ σχήματι, τὸ ἐνδέχεται οὐδενὶ συνήγετο τὸ Β τῷ Γ· εἰ δὲ τοῦτο ψεῦδος, τὸ Β τῷ Γ ἀνάγκη τινί· τὸ δὲ Α τῷ Β ἐνδέχεται οὐδενί· γίνεται τὸ πρῶτον σχῆμα τὴν μείζονα ἐνδεχομένην ἔχον καὶ διὰ τοῦτο ἐνδεχόμενον συνάγον, τὸ Α τῷ Γ ἐνδέχεται οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· καὶ οὐδὲν ἄτοπον. ἀλλ’ οὐδ’ ἐν τῷ τετάρτῳ τρόπῳ ἄτοπόν τι ἕπεται. οὐ μόνον δὲ ταύτῃ δείκνυσιν ἀσυλλογίστους ἀλλὰ καὶ τῷ δίκην τῶν ἀσυλλογίστων διὰ τῶν ὅρων ἐλέγχεσθαι· ἔστιν γὰρ εὐπορῆσαι ὅρων τὸ ἐξ ἀνάγκης οὐδενὶ συναγόντων· λευκόν, ἄνθρωπος, ἵππος· εἰ δὲ τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ καταφατικόν, οὐκ ἀποφατικόν, καὶ διὰ τοῦτο οὐκ ἔστιν ἐνδεχομένου συλλογισμός. ὁ γὰρ Ἀριστοτέλης ἀσυλλογίστους δείκνυσι τὰς ἐνδεχομένας συζυγίας οὐ τῷ ἔθει, τῷ συνάγειν ἐξ ἀνάγκης παντὶ καὶ ἐξ ἀνάγκης οὐδενί, ἀλλ’ ἀρκεῖται καὶ θατέρῳ μόνον διὰ τὸν εἰρημένον λογισμόν. ὁ δὲ Ἀλέξανδρος ἐκτίθεται ὅρους καὶ τὸ ἐξ ἀνάγκης παντὶ συνάγοντας· λευκόν, ζῷον, ἄνθρωπος. ἀλλὰ μήποτε, ἔστ’ ἂν λευκὸν μηδενὶ ζῴῳ ἐνδέχηται, οὐκ ἐνδέχεται λευκὸν παντὶ ἀνθρώπῳ,2 ὡς καὶ Ἀλέξανδρος μετὰ πολλὰ ἐφιστάνει. οἱ δὲ Πλατωνικοὶ βουλόμενοι καὶ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι γίνεσθαι συλλογισμούς, καὶ τοσούτους ὅσους καὶ ἐπὶ τῶν ἄλλων τρόπων, ἀντιλέγουσι τοῖς τρισὶ τούτοις ἐπιχειρήμασι. τῷ μὲν πρώτῳ λέγοντες ὅτι καὶ ἡ ἐνδεχομένη καθόλου ἀπόφασις ἀντιστρέφει πρὸς ἑαυτήν· εἰ γὰρ τὸ Α τοῦ Β κεχώρισται, καὶ τὸ Β τοῦ Α κεχώρισται. ὁ μὲν γὰρ Ἀριστοτέλης ἐπὶ τοῦ ἐνδεχομένου τὰς μὲν ἐνδεχομένας ἀντιστροφὰς προσίεται, τὰς δ’ ἁπλᾶς οὐ προσίεται· οἱ δὲ Πλατωνικοὶ ἔμπαλιν. καὶ μᾶλλον οἱ Πλατωνικοὶ κατορθοῦσι· περὶ γὰρ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον οἱ συλλογισμοὶ γίνονται, καὶ ἐπὶ τούτου αἱ μὲν ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης, αἱ δ’ ἁπλαῖ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης μὴ συνίστανται. πρὸς δὲ τὸ δεύτερον ὅτι ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ἐνδέχεσθαι καὶ μὴ παντὶ κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. πρὸς δὲ τὸ τρίτον ὅτι οἱ ὅροι οὐκ εἰσὶν τοῦ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένου ἀλλὰ τοῦ ἐπ’ ἴσης.

“而这一点既已表明。”亚里士多德主张在第二格中由两个可能前提构成的所有联结都是无推论性的,并不是因为前提具有不同形式是第二格所特有的(因为第二格的可能前提即使形式相同,也可以变成不同形式的前提;因为他只在混合前提中才会将此作为原因),也不是因为可能事物要么是均等的,要么是多数的,要么是少数的,但绝不是全称的,而从两个特称前提不能产生推论(因为就此而言,第一格中由两个可能前提也不应当产生推论,在第一格中具有可能大前提的推论性混合也不复存在了);因此,亚里士多德并没有将第二格中由两个可能前提不能产生推论的原因归咎于这些,而是因为第二格中的推论性联结,要么是通过换位法证明的,如第一、第二、第三式,要么是通过归谬法证明的,如第四式,但现在既不能使用换位法[也不能使用归谬法](因为在换位法中唯有全称否定命题才能换位;但现在已经表明,全称可能否定命题在简单换位中并不与其自身换位),也不能使用归谬法。例如,Α可能不属于任何Β,Α可能属于所有Γ;他再次就第一方式[式]进行论述,因为归谬法的证明对所有格式都是共通的,即使它只适用于第四式。因此,如果在第二格中能得出什么结论,那就会得出Β可能不属于任何Γ;但如果这是假的,则Β必然属于某个Γ;而Α可能不属于任何Β;这就产生了具有可能大前提并因此得出可能结论的第一格,即得出Α可能不属于所有Γ;但它也可能属于所有;并且没有任何荒谬之处。但是在第四式中也没有随之产生任何荒谬。他不仅以此种方式表明它们是无推论性的,而且还通过按照无推论性联结的方式借助词项对其进行驳斥;因为很容易找到得出“必然不属于任何”的词项:白、人、马;而如果得出了“必然不属于任何”,就得不出任何可能的结论,既非肯定亦非否定,因此就没有可能命题的推论。因为亚里士多德表明可能联结是无推论性的,并非按照通常的做法通过既得出必然属于所有又得出必然不属于任何,而是由于上述推论理由,仅仅满足于两者之一。另一方面,亚历山大也列举了得出必然属于所有的词项:白、动物、人。但这也许并不成立,只要白可能不属于任何动物,它就不可能属于所有人,正如亚历山大自己在经过长篇讨论后所指出的那样。但是,柏拉图学派希望在第二格中由两个可能前提也能产生推论,并且其数量与在其他格式中一样多,因而反驳这三条论据:针对第一条,他们说全称可能否定命题也可以与其自身换位;因为如果Α与Β分离,Β也与Α分离。亚里士多德在涉及可能事物时,接受可能换位,但不接受简单换位;而柏拉图学派恰恰相反。并且柏拉图学派更为正确;因为推论是关于绝大多数情况下的可能事物而作出的,就此而言,可能换位并不成立(即使在均等频度的情况下成立),而简单换位则成立(即使在均等频度的情况下不成立)。针对第二条,他们认为根据绝大多数情况下的可能事物,同一事物对同一事物既可能属于所有又可能不属于所有,这是不可能的。针对第三条,他们认为那些词项不是属于绝大多数情况下的可能事物,而是属于均等频度的事物。

语法注2 条
  1. 11.11ἀσυλλογίστους βούλεται ὁ Ἀριστοτέλης πάσας τὰς ἐν δευτέρῳ σχήματι συζυγίας ἐξ ἀμφοτέρων ἐνδεχομένων, οὐχ ὅτι... οὐδ’ ὅτι... Ἀριστοτέλης οὖν οὐ ταῦτα αἰτιᾶται... ἀλλ’ ὅτι...

    整个长句的骨干在于先用两个“οὐχ ὅτι... οὐδ’ ὅτι...”并伴随插入性的说明排除两种可能的原因,然后以“Ἀριστοτέλης οὖν οὐ ταῦτα αἰτιᾶται... ἀλλ’ ὅτι...”重新点出核心论题并给出真正的原因。开头的 βούλεται 支配双重宾格: πάσας τὰς ... συζυγίας 为宾语,ἀσυλλογίστους 为宾格补足语。

  2. 11.11ἀλλὰ μήποτε, ἔστ’ ἂν λευκὸν μηδενὶ ζῴῳ ἐνδέχηται, οὐκ ἐνδέχεται λευκὸν παντὶ ἀνθρώπῳ

    μήποτε 在此作副词性用法,表达审慎的推测(“或许”、“可能”)。由连词 ἔστ’ ἂν(“只要……”)引导的条件性时间从句位于主句 οὐκ ἐνδέχεται... 之前,用于对亚历山大所举词项提出审慎的质疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:59.33-60.30