- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:61.29-62.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注释亚里士多德《前分析篇》卷一第十七章(38a15–39a2),探讨了第二格中可能与实然、可能与必然的混合三段论如何通过归谬法得出半可能结论,分析了无推论性的联结,并解释了为何第二格中的这些混合推论全是不完全的且须借助第一格诸式来完成。
Οὐ μόνον ὅτι ἐνδέχεται μὴ ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐχ ὑπάρχει. τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τὸ μὲν ἔχει τοῦ ἀναγκαίου ὡς ἐκβεβηκός, τὸ δὲ τοῦ ἐνδεχομένου ὡς μεταπῖπτον, ὅπερ καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ δέει τῆς ἀποφάσεως.1 καὶ ὅτι τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται, δείκνυσιν οὕτως· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ἀνάγκη τινὶ τὸ Β τῷ Γ, ὅπερ πάλιν ὑπάρχει τινί καλεῖ· τὸ δὲ Α τῷ Β ἀνάγκη οὐδενί· τὸ Α ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Β τῷ Γ ἀνάγκη τινί. καὶ ἐπειδὴ οὐδὲν ἕπεται ἄτοπον καὶ τῷ ἀνάγκη οὐ παντί, τὸ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὅπερ καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ φέρεται καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί· καὶ διὰ τὸ ποτὲ μὲν κατὰ τοῦ ἀναγκαίου φέρεσθαι ποτὲ δὲ κατὰ τοῦ ἐνδεχομένου ἐξ ἡμισείας ἐστὶν ἀναγκαῖον καὶ ἐνδεχόμενον.
“不仅在于可能不属,而且在于不属。” 他将半可能且半必然的命题称为实然命题;因为实然命题一方面作为已实现者具有必然者的性质,另一方面作为可变化者具有可能者的性质,出于对否定的畏避,他将此既称为实然又称为可能。至于半必然且半可能者被结论得出,他如下表明:因为若“不属于任何”为假,则“B必然属于某一Γ”为真,他又将此称为“属于某一”;而A“必然不属于任何” B;因此A“必然不属于所有”Γ;但也“可能属于所有”;这是不可能的;因此B并非“必然属于某一”Γ。并且既然对于“必然不属于所有”也没有任何荒谬随之而来,便得出“必然不属于任何”,此结论既适用于“必然不属于任何”,也适用于“可能不属于任何”;由于它时而适用于必然者,时而适用于可能者,因而是半必然且半可能的。
Ἅμα δὲ δῆλον ὅτι οὐ συνάγεται τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἀλλὰ τὸ ἐξ ἡμισείας· εἰ γὰρ ψεῦδος τὸ ὑπάρχον οὐδενί, ἀληθὲς τὸ ὑπάρχει τινί· ὑπάρχει γὰρ τινὶ τὸ ἀναγκαῖον τινί.
“同时显然,所结出的不是按定义的可能,而是半可能的。” 因为若“不属于任何”为假,则“属于某一”为真;因为对于“必然属于某一”而言,“属于某一”是成立的。
Καὶ τὸ Α τῷ μὲν Β ἐνδεχέσθω μηδενί, τῷ δὲ Γ παντὶ ὑπαρχέτω ἐξ ἀνάγκης. ἀσυλλόγιστος ἡ ἀγωγὴ αὕτη ὡς μὴ ἔχουσα καθόλου ἀναγκαίαν ἀποφατικήν, καὶ ἀσυλλόγιστος καὶ τοῦ ἐνδεχομένου καὶ παντὸς συμπεράσματος, τοῦ μὲν ἐνδεχομένου ὡς τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγουσα· τὸ γὰρ ἀναγκαῖον παντὸς ἐνδεχομένου ἐστὶν ἀναιρετικόν· ἀλλ’ οὐδὲ τοῦ ἀναγκαίου συλλογιστική ἐστιν, ἵνα μὴ νομίσῃ τις διὰ τοὺς ὅρους τοῦ ἐξ ἀνάγκης οὐδενὶ ἀεὶ τὸ ἐξ ἀνάγκης οὐδενὶ συνάγειν αὐτήν. ἀσυλλόγιστος οὖν ἐστιν τοῦ ἀναγκαίου, ἐπειδὴ οἱ ἀναγκαῖον συνάγοντες ἢ ἄμφω ἀναγκαίας εἶχον ἢ τὴν καθόλου ἀναγκαίαν ἀπόφασιν, ἵνα καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον [ἀναγκαῖον] εἴπωμεν ἀναγκαῖον· νῦν δ’ οὐδέτερόν ἐστιν. καὶ εἰσὶν ὅροι τὸ ἀνάγκῃ παντὶ συνάγοντες. καὶ διὰ μὲν τὸ οὐδενὶ οὐδὲν καταφατικὸν συνάγει, διὰ δὲ τὸ ἀνάγκῃ παντὶ οὐδὲν ἀποφατικόν. Ὅτι κίνησις πάσῃ ἐγρηγόρσει ἐξ ἀνάγκης· ἡ γὰρ ἐγρήγορσις ὡς ἔγερσις κίνησίς ἐστιν. ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἵνα καὶ κινῆται.2 ὥστε οὐ καλῶς ἔχουσιν οἱ ὅροι.
“设A可能不属于任何B,而必然属于所有Γ。” 这一推演是无推论性的,因其不具有全称必然否定命题;无论对于可能结论还是对于任何结论而言,它都是无推论性的:就可能结论而言,是因为它结出“必然不属于任何”;因为必然者是对一切可能者的消解;但它对于必然结论也不是推论性的,以免有人因“必然不属于任何”的词项而认为它总是结出“必然不属于任何”。因此它对于必然者是无推论性的,因为得出必然结论的联结要么两前提皆为必然,要么具有全称必然否定命题(以便我们也将半必然者称为必然);但现在两者皆非。并且存在结出“必然属于所有”的词项。因“不属于任何”,它不结出任何肯定结论;因“必然属于所有”,它不结出任何否定结论。运动必然属于一切清醒状态;因为清醒作为苏醒乃是一种运动。然而他们说:“只要运动对一切动物是可能的,就没有任何处于清醒状态之物以致能运动。”因此这些词项并不妥当。
Οὐδὲ τῶν ἀντικειμένων καταφάσεων. καλῶς τὸ πληθυντικόν· τὸ γὰρ ἀνάγκῃ οὐδενὶ πᾶσαν κατάφασιν ἀναιρεῖ, ἀναγκαίαν, ὑπάρχουσαν, ἐνδεχομένην.
“也不结出任何对立的肯定命题。” 用复数是恰当的;因为“必然不属于任何”消除了所有的肯定命题,无论是必然的、实然的还是可能的。
Εἰλήφθω γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης μὴ ὑπάρχειν. κἂν εἰ πρὸς τῷ Γ τεθείη τὸ στερητικόν, ὡσαύτως. οὗτός ἐστιν ὁ τριῶν ἀντιστροφῶν δεόμενος· αἵ τε γὰρ προτάσεις ἀντιστρέφουσι καὶ τὸ συμπέρασμα.
“因为设A必然不属于任何B。” 即使否定词放在Γ一边,情况也是一样。这就是需要三次换位的式;因为两前提皆换位,且结论也换位。
Δῆλον δὲ ὅτι καὶ πάντες ἀτελεῖς. κοινὸν συμπέρασμα τῶν ἐν δευτέρῳ σχήματι δύο μίξεων ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτι πάντες ἀτελεῖς (οὐδεὶς γὰρ ἐδείχθη διὰ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενός, ἀλλὰ δι’ ἀδυνάτου πάντες) καὶ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι.
“显然所有推论也都是不完全的。” 这是第二格中两种混合(即可能与实然、可能与必然)的共同结论:所有推论都是不完全的(因为没有一个推论是通过‘关于所有’与‘关于无一’证明的,而是全凭归谬法证明的),并且它们得出半可能结论。
Καὶ τελειοῦνται διὰ τῶν πρώτων σχημάτων. πληθυντικῶς γὰρ εἶπεν, ἐπειδὴ πολλαχῶς τὸ πρῶτον σχῆμα·3 ὁ μὲν γὰρ ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν δευτέρῳ σχήματι τελειοῦται διὰ τοῦ ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένου καὶ ὑπάρχοντος, ὁ δὲ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν δευτέρῳ σχήματι διὰ τοῦ ἐξ ἐνδεχομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι.
“并且通过诸第一格完成。” 他用复数表述,是因为第一格有多样形式;因为第二格中由可能与实然构成的推论是通过第一格中由可能与实然构成的推论完成的,而第二格中由可能与必然构成的推论是通过第一格中由可能与必然构成的推论完成的。
- 13.1δέει τῆς ἀποφάσεως
表示原因或动机的与格短语 δέει 后接宾格性属格 τῆς ἀποφάσεως(“出于对否定的畏避/担忧”)。该短语解释了亚里士多德双重称呼的动机,即为了避免将其视作单纯的否定命题。
- 13.3ἀλλ’ ἔστ’ ἄν, φασί, κίνησις ἐνδέχηται παντὶ ζῴῳ, οὐκ ἔστιν ἐγρηγορός τι, ἵνα καὶ κινῆται
ἔστ' ἄν 即连词 ἔστε ἄν(“只要……”、“在……期间”),引导带有虚拟语气 ἐνδέχηται 的时间/条件状语从句。主句为 οὐκ ἔστιν ἐγρηγορός τι,其后接目的或结果从句 ἵνα καὶ κινῆται(“以致/为了也能运动”)。
- 13.7πληθυντικῶς γὰρ εἶπεν, ἐπειδὴ πολλαχῶς τὸ πρῶτον σχῆμα
这是注解者对引文中复数形式 τῶν πρώτων σχημάτων(诸第一格)的语法及句法说明。副词 πληθυντικῶς(“以复数形式”)修饰 εἶπεν(“[亚里士多德]说”),在 ἐπειδή 引导的因果从句中,系动词 ἐστίν 在谓词副词 πολλαχῶς(“以多种方式”)之后被省略。
