← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§58.35-59.32

第二格可能前提与必然前提的矛盾对立

阿摩尼奥斯注解了《前分析篇》36b33–37a30,阐明在第二格可能模态三段论中,严格意义上的可能命题同时与“必然属于某些”和“必然并非属于一切”构成矛盾对立,并说明形式相同的前提之间亦可构成对立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.2

Δεῖ δὲ καὶ ἐν τούτοις λαμβάνειν. τουτέστιν ὥσπερ ἐν πρώτῳ σχήματι οὕτως καὶ ἐν δευτέρῳ αἱ αὐταὶ συζυγίαι ἢ τὸ κυρίως ἐνδεχόμενον συνάγουσιν ἢ οὔ, ἀλλ’ ἢ τὸ ἐξ ἡμισείας ἢ τὸ ὑπάρχον.

“在这些情况中也必须同样选取。”这就是说,正如在第一格中一样,在第二格中相同的组合也是要么推出严格意义上的可能,要么不然,而是推出半边可能或实然。

§11.3

Καὶ αἱ ἐναντίαι καὶ αἱ ἀντικείμεναι. ἐναντίαι πᾶς, οὐδεὶς καὶ αἱ ὑπ’ αὐτάς, τίς, οὐ πᾶς· ἀντικείμεναι δ’ αἱ ἀντιφατικαὶ αἱ διαγώνιοι· καὶ αὗται γὰρ ἀντιστρέφουσιν· εἰ γὰρ πᾶς,1 καὶ τὶς καὶ οὐ πᾶς· ὥστε εἰ πᾶς, καὶ οὐ πᾶς. οὐ μὴν τελείως ἀντιστρέφουσιν· οὐ γὰρ δὴ καὶ εἰ οὐ πᾶς, ἤδη καὶ πᾶς. τὰ αὐτὰ καὶ ἐπὶ τοῦ οὐδεὶς καὶ τίς.

“相反的与对立的。”相反的是“一切”、“无一”,以及在它们之下的“某些”、“并非一切”;而对立的是处于对角线上的矛盾对立命题;因为这些也是换位的;因为如果对一切[是可能的],则对某些与并非对一切[也是可能的];从而如果对一切[是可能的],则并非对一切[也是可能的]。然而它们并不是完全换位;因为绝非如果并非对一切[是可能的],便立刻对一切[也是可能的]。对于“无一”与“某些”而言也是同样的道理。

§11.4

Φάσις γὰρ καὶ ἀπόφασις, τουτέστιν ἀντίφασις γὰρ κατ’ αὐτοὺς ἐνδέχεται οὐδενί, ἀνάγκη τινί.

“因为肯定与否定。”这就是说,因为在他们看来,“可能不属于任何”与“必然属于某些”是矛盾对立。

§11.5

οὐ γὰρ εἰ μὴ ἐνδέχεται. σαφῶς ἐνταῦθά φησιν ὅτι πάσῃ ἐνδεχομένῃ προτάσει δύο ἅμα λαμβανόμεναι τοῦ ἀναγκαίου προτάσεις ἀντιφάσκουσιν.

“因为并非如果不是可能的。”他在此处明确指出,对于任何可能前提,同时取来的两个必然前提与其构成矛盾对立。

§11.6

Τὸ γὰρ ἐξ ἀνάγκης τινὶ τῶν Α μὴ ὑπάρχον οὐκ ἀληθὲς εἰπεῖν ὡς παντὶ ἐνδέχεται μὴ ὑπάρχειν ἐπειδὴ ὃ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί, τούτῳ, τῷ ἐνδέχεται μηδενί, ἀντίκειται καὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί· εἰ γὰρ ἐνδέχεται μηδενί, ψεῦδος καὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ τὸ ἐξ ἀνάγκης τινί. ὃ γὰρ ἐνδέχεται μηδενί, ἐνδέχεται καὶ παντί· καὶ δι’ ἑαυτὸ μὲν τὸ ἐνδέχεται μηδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὸ ἐνδέχεται παντὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης οὐ παντί. οὕτως καὶ τὸ ἐνδέχεται παντὶ διὰ τὸ ἐνδέχεται οὐδενὶ ἀντίκειται τῷ ἐξ ἀνάγκης τινί, ὥσπερ τῷ ἐξ ἀνάγκης οὐ παντὶ δι’ ἑαυτὸ τὸ ἐνδέχεται παντί. μόνα δὲ τὰ παράδοξά φησιν, ὅτι ἀντίκειται2 τῷ ἐνδέχεται μηδενὶ τὸ ἐξ ἀνάγκης οὐ παντί, ἀμφοῖν ἀποφάσεων οὐσῶν, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, τουτέστιν ἀντίκειται τῷ ἐνδέχεται οὐδενί, ὅπερ ἐκάλεσεν ἐνδέχεται παντὶ μὴ ὑπάρχειν, τὸ ἐξ ἀνάγκης οὐ παντί, καίπερ ἄμφω ἀποφατικῶν ὄντων, καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης τινί, καίπερ ἄμφω καταφατικῶν ὄντων· τοῖς γὰρ ἀνομοίοις κατὰ τὸ ποιὸν ἀναγκαίοις προφανῶς ἀντίκειται.

“因为对于出于必然不属于Α中某些的事物而言,说它可能不属于一切并非真话。” 既然可能不属于任何的事物也可能属于一切,那么对于这个“可能不属于任何”,便既对立着“必然并非属于一切”,也对立着“必然属于某些”;因为如果可能不属于任何,那么“必然并非属于一切”与“必然属于某些”便都是假的;因为可能不属于任何的事物,也可能属于一切;而“可能不属于任何”由于自身与“必然属于某些”相对立,由于“可能属于一切”而与“必然并非属于一切”相对立。同样,“可能属于一切”也由于“可能不属于任何”而与“必然属于某些”相对立,正如“可能属于一切”由于自身而与“必然并非属于一切”相对立一样。但他只提到了反常的情形,即与“可能不属于任何”相对立的是“必然并非属于一切”(两者皆为否定),以及与“可能属于一切”相对立的是“必然属于某些”;这就是说,与他所谓的“可能不属于一切”即“可能不属于任何”相对立的是“必然并非属于一切”(尽管两者皆为否定),以及与“可能属于一切”相对立的是“必然属于某些”(尽管两者皆为肯定);因为[可能前提]与在质上不同的必然前提相对立是显而易见的。

§11.7

Εἰ οὖν τις ἀξιοίη. ὑποκείσθω τὸ Γ τῷ Δ παντὶ ὑπάρχειν, ἀλλὰ τινὶ μὲν ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως, οἷον ἡ κίνησις τῷ μὲν οὐρανῷ ἐξ ἀνάγκης, τοῖς δ’ ἄλλοις ἐνδεχομένως· ψεῦδος οὖν τὸ Γ τῷ Δ παντὶ ἐνδεχομένως, οὐχ ὅτι οὐχ ὑπάρχει παντί, ἀλλ’ ὅτι ἐνίοις οὐκ ἐνδεχομένως ὑπάρχει· εἰ δὲ ψεῦδος τὸ ἐνδέχεται παντί, ἀληθὲς τὸ οὐκ ἐνδέχεται παντί· τοῦ δ’ οὐκ ἐνδέχεται παντὶ ἀληθοῦς ὄντος οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ἀληθές (τοῦτο γὰρ ψεῦδος), ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. ψεῦδος ἂν λαμβάνοι·3 τῷ γὰρ ἐνδέχεται παντὶ οὐ μόνον τὸ ἐξ ἀνάγκης τινὶ ἀντίκειται ἀλλὰ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί.

“因此,如果有人主张。” 假定Γ属于一切Δ,但出于必然属于某些,而出于可能属于其余的,例如运动出于必然属于天体,而出于可能属于其余事物。因此,Γ出于可能属于一切Δ是假的,并非因为它不属于一切,而是因为它对某些事物并非出于可能而属于;而如果“可能属于一切”是假的,则“并非可能属于一切”是真的;而当“并非可能属于一切”为真时,不仅“必然属于某些”为真(因为这是假的),而且“必然并非属于一切”也为真。“[那么他]便假定了假的东西”;因为与“可能属于一切”相对立的不仅有“必然属于某些”,而且有“必然并非属于一切”。

§11.8

Παντὶ γὰρ ὑπάρχει, ἀλλ’ ὅτι ἐνίοις ἐξ ἀνάγκης ὑπάρχει, διὰ τοῦτό φαμεν οὐ παντὶ ἐνδέχεσθαι. τὴν αἰτίαν λέγει δι’ ἣν ψεῦδος τὸ Γ τῷ Δ παντὶ ἐνδέχεται καίπερ παντὶ ὑπάρχον· διότι γὰρ λέγομεν παντὶ ἐνδέχεσθαι τὸ τισὶν ἀναγκαίως ἀλλ’ οὐκ ἐνδεχομένως ὑπάρχον.

“因为它属于一切,但由于出于必然属于某些,因此我们说并非可能属于一切。” 他说明了为什么尽管Γ属于一切,而“Γ可能属于一切Δ”却是假的这一原因;因为我们怎能把出于必然属于某些而非出于可能属于的事物说成是可能属于一切的呢?

§11.9

Δῆλον οὖν ὅτι τῷ ἐνδέχεται, οὗ τὸν ὁρισμὸν ἀποδεδώκαμεν, τουτέστιν τῷ κυρίως, ἀντίκειται.

“因此显而易见,对于我们给出定义的可能。”这就是说,与严格意义上的[可能]相对立。

§11.10

Ὥστε οὐ γίνεται συλλογισμός, τουτέστιν συμπέρασμα ἀδύνατον οὐ γίνεται. εἴ τις οὖν ἀξιώσειε μόνα τὰ προφανῆ ἀντικεῖσθαι, τῷ ἐνδέχεται οὐδενὶ τὸ ἐξ ἀνάγκης τινὶ καὶ τῷ ἐνδέχεται παντὶ τὸ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἁπλῶς τὰ ἀνομοιοσχήμονα, ψευδῶς λαμβάνει· ἀντίκειται γὰρ καὶ τὰ ὁμοιοσχήμονα, ὡς εἴρηται προσεχῶς.

“从而三段论并不产生。”这就是说,不可能的结论并不产生。因此,如果有人主张只有显而易见的命题相对立——与“可能不属于任何”相对立的是“必然属于某些”,与“可能属于一切”相对立的是“必然并非属于一切”,简言之只有不同形式的前提相对立——他便做了错误的假定;因为正如刚才所说,相同形式的前提也是相互对立的。

语法注3 条
  1. 11.3εἰ γὰρ πᾶς, καὶ τὶς καὶ οὐ πᾶς

    省略了主词及模态谓词 ἐνδέχεται 的紧缩结构。它简要地表达了互补换位的逻辑推论:若可能的全称肯定(πᾶς)成立,则不仅特称肯定(τίς),特称否定(οὐ πᾶς)也同样是可能的。

  2. 11.6μόνα δὲ τὰ παράδοξά φησιν, ὅτι ἀντίκειται

    中性复数宾格 τὰ παράδοξα 作为主动词 φησιν 的直接宾语,其后的 ὅτι 从句充当同位语详细阐明其内容。注疏者在此补充解释了为何亚里士多德只列举了同质之间(否定对否定、肯定对肯定)这种反直觉的对立,而未提在质上不同的自明对立。

  3. 11.7ψεῦδος ἂν λαμβάνοι

    对应于引文条件从句(Εἰ οὖν τις ἀξιοίη)的归结从句(潜在助词 ἄν 搭配现在时祈愿语气)。注疏者在展开具体例证后,引用亚里士多德原文的这句结语来闭合条件句,随即引入对其理由的解释(τῷ γὰρ ἐνδέχεται παντί...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:58.35-59.32