← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§57.38-58.34

可能全称否定的换位与第二格的可能推论

阿摩尼奥考察了柏拉图主义者与漫步学派关于可能全称否定换位的争论,提出了关于可能对立命题的第三个论证,并解释了第二格中两可能前提式何以无效以及可能与实然混合中各式成立的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§11.1#2

εἰ μὲν τὸ ἁπλῶς, οὐδ’ ἡ ἐξ ἀρχῆς ἀπόφασις ἐνδεχομένη ἐστίν ἡ λευκὸν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· τὸ γὰρ ἐν κύκνῳ λευκὸν ἀναγκαίως τῷ ἀνθρώπῳ οὐχ ὑπάρχει· εἰ δὲ τὸ ἐν ἀνθρώπῳ λευκόν, ἐνδέχεται καὶ λευκὸν μηδενὶ ἀνθρώπῳ ὑπάρχειν καὶ ἄνθρωπον μηδενὶ λευκῷ. φαῖεν δ’ ἂν οἱ Περιπατητικοὶ μὴ δικαίως ἐρωτᾶσθαι διὰ τὸ μὴ τῷ κατηγορουμένῳ συντάττεσθαι τοὺς προσδιορισμοὺς ἀλλὰ τῷ ὑποκειμένῳ, καὶ ὅτι ὅσον ἐπὶ τούτῳ καὶ ἡ ἀναγκαία καθόλου κατάφασις πρὸς ἑαυτὴν ἀντιστρέφει. φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τοὺς ὅρους ὑγιῶς εἰλῆφθαι· ἐπ’ ἴσης γάρ εἰσιν καὶ οὐκ ἐπὶ τὸ πολύ· εἰ δὲ λάβωμεν ἐπὶ τὸ πολύ, ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν· ἐνδέχεται γὰρ μηδένα ἄνθρωπον ἑξαδάκτυλον καὶ ἐνδέχεται μηδὲν ἑξαδάκτυλον ἄνθρωπον εἶναι. τρίτον ἐπιχείρημα τῆς λέξεως ὅτι οὐκ ἀντιστρέφει ἡ ἐνδεχομένη καθόλου ἀπόφασις πρὸς ἑαυτήν. εἰ γάρ τις εἴποι οὕτως ‘εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, καὶ τὸ Β τῷ Α ἐνδέχεται μηδενί· εἰ γὰρ μή, ἀνάγκη τινί· ὥστε καὶ τὸ Α τῷ Β ἀντιστρέφει· ἦν δὲ καὶ ἐνδέχεται μηδενί· ὅπερ ἀδύνατον’, παραλογίζεται ὁ ταῦτα λέγων· τῷ γὰρ ἐνδέχεται μηδενὶ οὐ μόνον τὸ ἀνάγκη τινὶ ἀλλὰ καὶ τὸ ἀνάγκη οὐ παντὶ ἀντίκειται· οὗ ὑποτεθέντος οὐδὲν ἀδύνατον πρόεισιν· οὐ γὰρ ἀντιστρέφει ἡ μερικὴ ἀπόφασις. φαῖεν δ’ ἂν οἱ Πλατωνικοί· καὶ πῶς αὐτὸς ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασιν ἔδειξεν ἄμφω τὰς ἐνδεχομένας καταφάσεις πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφειν; ἔλεγεν γὰρ ‘εἰ τὸ Α τῷ Β ἐνδέχεται παντὶ ἢ τινί, καὶ τὸ Β τῷ Α ἐνδέχεται τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἀνάγκη οὐδενί’· ἐροῦμεν γὰρ καὶ ἡμεῖς πρὸς σὲ ὅτι τῇ ἐνδέχεται τινὶ οὐ μόνον ἡ ἀνάγκη οὐδενὶ ἀντίκειται ἀλλὰ καὶ ἡ ἀνάγκη παντί· ἧς ὑποτεθείσης οὐδὲν ἀδύνατον ἕπεται, ἐπεὶ τὸ Α τῷ Β ἐνδέχεται παντί, εἰ καὶ ὅτι μάλιστα ἀδύνατον ἐπακολουθεῖ, εἰ τὸ Α τῷ Β ἐνδέχεται τινί.1 φαῖεν δ’ ἂν οἱ Πλατωνικοὶ μηδὲ τῇ διαβαλλομένῃ δείξει ὑπὸ Ἀριστοτέλους κεχρῆσθαι ἀλλ’ ἑτέρᾳ τοιαύτῃ· εἰ τὸ Α τοῦ Β ἐνδεχομένως κεχώρισται, καὶ τὸ Β τοῦ Α ἐνδεχομένως κεχώρισται, καὶ διὰ τοῦτο ἀντιστρέφει ἡ καθόλου ἀπόφασις πρὸς ἑαυτὴν καὶ ἐπὶ τοῦ ἐνδεχομένου. Διὰ τί ἐν δευτέρῳ σχήματι ἐξ ἀμφοτέρων ἐνδεχομένων οὐδεὶς γίνεται συλλογισμός; οὐ μόνον γὰρ αἱ ἀνομοιοσχήμονες δύνανται γενέσθαι ὁμοιοσχήμονες, ἀλλὰ καὶ αἱ ὁμοιοσχήμονες ἀνομοιοσχήμονες. ἢ ὅτι πρὸς μὲν τὸ ἀσυλλόγιστον ἀρκεῖ τὸ ποτὲ μὴ συνάγειν, πρὸς δὲ τὸ συλλογιστικὸν οὐκ ἀρκεῖ τὸ ποτὲ συνάγειν ἀλλὰ μόνον τὸ ἀεί. Διὰ τί ἐν δευτέρῳ σχήματι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος συλλογιστικοὶ οἱ τὴν ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, ἀσυλλόγιστοι δ’ οἱ τὴν ὑπάρχουσαν καταφατικὴν ἔχοντες; εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἂν ἀνομοιοσχήμονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς.2 ἢ ὅτι ἡ μὲν ἀπόφασις οὐκ ἔστιν κυρίως ἀπόφασις ἀλλὰ κατάφασις ἀσαφὴς καὶ ἐναργεστέρα γίνεται κατάφασις λαμβανομένη εἰς κατάφασιν, ἡ δὲ κατάφασις οὐδαμῶς ἐστιν ἡ ἀντιφατικὴ ἀπόφασις καὶ διὰ τοῦτο οὐ μεταβάλλεται εἰς αὐτήν.

如果[是指]单纯的[白],那么最初的否定命题,即“白可能不属于任何人类”,也不是可能的;因为天鹅身上的白出于必然不属于人类;但如果指人类身上的白,则白可能不属于任何人类与人类可能不属于任何白都是成立的。然而漫步学派的人也许会说,这一发问并不正当,因为限定词是与主词相连结而非与谓词相连结的,而且就此而言,必然的全称肯定命题也将与自身换位。柏拉图主义者也许会说,名词取得也不健全;因为它们是均等情况而非通常情况;但如果我们取通常情况,可能的全称否定命题便与自身换位;因为任何人类都可能不是六指的,且任何六指的生物也可能不是人类。原文的第三个论证旨在说明可能的全称否定命题不与自身换位。因为如果有人这样说:“如果Α可能不属于任何Β,Β也可能不属于任何Α;因为如果不,则必然属于某些;从而Α也向Β换位;但它原先也是可能不属于任何的;而这是不可能的”,说这些话的人便陷入了谬误推理;因为与“可能不属于任何”相对立的,不仅有“必然属于某些”,还有“必然并非属于一切”;当假定后者时,并不产生任何不可能的事;因为特称否定命题并不换位。柏拉图主义者也许会说:那么亚里士多德自己在三个格中又是如何证明两种可能肯定命题都换位为特称肯定的呢?因为他说过,“如果Α可能属于一切或某些Β,Β也可能属于某些Α;因为如果这是假的,便必然不属于任何”;因为我们也会对你说,与“可能属于某些”相对立的不仅有“必然不属于任何”,而且有“必然属于一切”;当假定后者时,既然Α可能属于一切Β,便不会随之产生任何不可能的事,即便如果Α可能属于某些Β则在最大程度上随之产生不可能的事。柏拉图主义者也许会说,他们根本没有使用被亚里士多德所非难的证明,而是使用了如下的另一证明:如果Α可能地与Β分离,Β也可能地与Α分离,因此在可能命题上全称否定也与自身换位。为什么在第二格中由两个可能前提不能产生任何三段论?因为不仅不同形式的前提能够变成相同形式的,而且相同形式的前提也能够变成不同形式的。或者是因为,对于不能构成三段论而言,有时推不出结论就已足够,而对于能构成三段论而言,有时能推出结论并不足够,而唯有总是能推出结论才行。在第二格中,在可能与实然的混合中,为什么具有实然否定前提的组合能构成三段论,而具有实然肯定前提的组合不能构成三段论?因为如果[理由是]由于即使它们形式不同也能够被化为相同形式,那么将它们化为不同形式也是可能的。或者是因为,[可能的]否定严格说来并非否定,而是不明显的肯定,当被当作肯定来取时它变成了更明显的肯定,而[实然的]肯定绝非矛盾对立的否定,并因此不会转化为否定。

语法注2 条
  1. 11.1ἧς ὑποτεθείσης οὐδὲν ἀδύνατον ἕπεται, ἐπεὶ τὸ Α τῷ Β ἐνδέχεται παντί, εἰ καὶ ὅτι μάλιστα ἀδύνατον ἐπακολουθεῖ, εἰ τὸ Α τῷ Β ἐνδέχεται τινί

    独立属格 ἧς ὑποτεθείσης(先行词为前句的 ἡ ἀνάγκη παντί)修饰主句 οὐδὲν ἀδύνατον ἕπεται,随后是由 ἐπεί 引导的原因从句。句末由 εἰ καὶ ὅτι μάλιστα 引导的结构为让步从句(“即使在最大程度上……”),用来对比Α可能属于某些Β的情况。

  2. 11.1εἰ γάρ, ὅτι δυνατὸν ποιῆσαι αὐτὰς ὁμοιοσχήμονας, κἂν ἀνομοιοσχήμονες ὦσιν, ἀλλὰ καὶ ἀνομοιοσχήμονας δυνατὸν ποιῆσαι αὐτάς

    带有省略的反驳性假言结构,条件连词 εἰ γάρ 后的动词省略,整体骨干为“因为如果[他们说]是因为……(εἰ γάρ [λέγοιεν] ὅτι...),但是(ἀλλά)……”。在 ὅτι 从句内部还嵌套了一个让步从句(κἂν ἀνομοιοσχήμονες ὦσιν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:57.38-58.34