- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:57.2-57.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯解释了亚里士多德在《前分析篇》中进入第二格模态三段论时改变论述次序的理由,并展开论证了可能全称否定命题不与自身换位,这是第二格各式证明的基础。
Ἐν δὲ τῷ δευτέρῳ σχήματι. Πάλαι μὲν ὁ Ἀριστοτέλης ἐν τοῖς τρισὶ σχήμασι τοὺς τρόπους εἰς τὰ σχήματα διῄρει, οἷον τὰς ἐξ ἀμφοτέρων ὑπαρχουσῶν εἰς πρῶτον σχῆμα καὶ δεύτερον καὶ τρίτον καὶ τὰς ἐξ ἀμφοτέρων ἀναγκαίων καὶ τὰς μίξεις τούτων. νῦν δ’ ἐν ταῖς μίξεσι τὰ σχήματα εἰς τοὺς τρόπους διαιρεῖ, οἷον τὸ πρῶτον σχῆμα εἰς τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων καὶ τὰς μίξεις ἐνδεχομένου καὶ ὑπάρχοντος, ἐνδεχομένου καὶ ἀναγκαίου. εἰ γὰρ ἐχρήσατο τῇ πάλαι τάξει, προέταξεν ἂν τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι τῶν μίξεων1 τῶν ἐν πρώτῳ σχήματι ὑπάρχοντος καὶ ἐνδεχομένου, ὑπάρχοντος καὶ ἀναγκαίου, ἐνδεχομένου καὶ ἀναγκαίου· ὅπερ ἄτοπον· οἱ μὲν γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι ἀσυλλόγιστοι· αἱ δὲ τρεῖς μίξεις αἱ ἐν πρώτῳ σχήματι διαιροῦνται εἰς τὸ συλλογιστικὸν καὶ ἀσυλλόγιστον. ἀλλ’ ἐπεὶ οἱ ἐν δευτέρῳ σχήματι δείκνυνται ἀναγόμενοι εἰς τὸ πρῶτον σχῆμα ἢ δι’ ἀντιστροφῆς ἢ δι’ ἀδυνάτου, περὶ ἀντιστροφῆς ἁπλῆς ἐνδεχομένων προτάσεων διαλέγεται· καὶ ἐπεί, ὅτε δι’ ἀντιστροφῆς δείκνυται τὸ δεύτερον σχῆμα, πάντως ἡ καθόλου ἀπόφασις ἀντιστρέφεται, περὶ μόνης τῆς ἀντιστροφῆς τῆς ἐνδεχομένης καθόλου ἀποφάσεως διαλέγεται, καὶ δείκνυσιν ὅτι ἡ ἐνδεχομένη καθόλου ἀπόφασις οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν. καὶ τοῦτο ἡμῖν ἐν τοῖς τρισὶ σχήμασιν ἔλεγεν, ὅτι αἱ μὲν τοῦ ἐνδεχομένου καταφάσεις ὁμοίως τῷ ὑπάρχοντι καὶ ἀναγκαίῳ πρὸς τὴν μερικὴν κατάφασιν ἀντιστρέφουσιν, ἡ δ’ ἐνδεχομένη καθόλου ἀπόφασις οὐχ ὁμοίως· ἐπὶ γὰρ ὑπάρχοντος καὶ ἀναγκαίου πρὸς ἑαυτὴν ἀντιστρέφει, ἐπὶ δὲ τοῦ ἐνδεχομένου οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει· “τοῦτο δ’ ἔσται δῆλον”, ἔφασκεν, “ὅταν περὶ τοῦ ἐνδεχομένου λέγωμεν”. ὅτι τοίνυν ἡ καθόλου ἐνδεχομένη ἀπόφασις οὐ πρὸς ἑαυτὴν ἀντιστρέφει, νῦν δείκνυσι καὶ προάγει τὴν ἀπόδειξιν τριχῶς. καὶ πρῶτον οὕτως· εἰ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὐκ ἀνάγκη καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί· εἰ γὰρ τοῦτο, καὶ ἡ καθόλου κατάφασις ἀντιστρέφει πρὸς ἑαυτήν, ὡς δείξω· τοῦτο δ’ ἀδύνατον· λευκὸν μὲν γὰρ παντὶ ζῴῳ ὑπάρχειν ἐνδέχεται, οὐκέτι δὲ καὶ ζῷον παντὶ λευκῷ ὑπάρχειν ἐνδέχεται· τινὶ γὰρ λευκῷ, τῷ ψιμιθίῳ, ἐξ ἀνάγκης οὐχ ὑπάρχει. τὸ δὲ συνημμένον οὕτως δεικτέον·2 εἰ τὸ Α οὐδενὶ τῷ Β ἐνδέχεται ὑπάρχειν, καὶ τὸ Β οὐδενὶ τῷ Α ἐνδέχεται ὑπάρχειν· ἐπεὶ δὴ ὃ ἐνδέχεται οὐδενί, καὶ παντὶ ἐνδέχεται κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, καὶ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, καὶ τὸ Β παντὶ τῷ Α ἐνδέχεται. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοῦτο· οὐκ εἰ τὸ Α ἐνδέχεται μηδενὶ τῷ Β, ἤδη καὶ παντὶ ἐνδέχεται κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, ἀλλ’ εἰ ἄρα, κατὰ μόνον τὸ ἐπ’ ἴσης. εἴποι ὁ Ἀριστοτέλης·3 ἀλλ’ ἔμεινεν τὸ ἐνδεχόμενον τῷ εἴδει. δεύτερον ἐπιχείρημα διὰ τῶν ὅρων τῶν αὐτῶν δι’ ὧν ἤλεγξε τὴν καθόλου ἀπόφασιν μὴ ἀντιστρέφουσαν πρὸς ἑαυτήν· λευκὸν μὲν γὰρ ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν· οὐ μὴν ἄνθρωπος ἐνδέχεται μηδενὶ λευκῷ ὑπάρχειν· τῷ γὰρ κύκνῳ καὶ ψιμιθίῳ ἀναγκαίως οὐχ ὑπάρχει. εἴποιεν δ’ ἂν οἱ Πλατωνικοὶ πρὸς τοὺς ὅρους· ποῖον λευκὸν λαμβάνεις;
“在第二格中。” 从前亚里士多德在三个格中是将各式划归入各格的,例如将由两实然前提构成的组合划入第一格、第二格和第三格,由两必然前提构成的组合以及这些组合的混合也是如此。但现在在混合中,他是将各格划归入各式,例如将第一格划入由两可能前提构成的组合,以及可能与实然的混合、可能与必然的混合。因为如果他采用了从前的次序,他就会把第二格中由两可能前提构成的组合置于第一格中实然与可能、实然与必然、可能与必然的混合之前;这是荒谬的;因为在第二格中由两可能前提构成的组合是不能构成三段论的,而第一格中的这三种混合则被划分为能构成三段论与不能构成三段论两类。但是,由于第二格中的各式是通过换位或通过归谬法被导引回第一格来证明的,所以他讨论了可能命题的简单换位;而且由于每当通过换位证明第二格时,被换位的总是全称否定命题,所以他只讨论可能的全称否定命题的换位,并证明可能的全称否定命题并不与自身换位。而在三个格中他也曾对我们说过这点,即可能的肯定命题与实然和必然类似,都换位为特称肯定,但可能的全称否定命题则不同;因为在实然和必然上它是与自身换位的,但在可能上它却不与自身换位;正如他说过的,“当我们谈论可能时,这一点将变得清楚”。因此,全称可能否定命题不与自身换位,他现在指出了这点,并以三种方式推进证明。首先是这样:如果Α可能不属于任何Β,并不必然Β也可能不属于任何Α;因为如果是这样,全称肯定命题也将与自身换位,如我将要证明的;但这不可能;因为白虽然可能属于一切动物,动物却绝不可能属于一切白;因为对于某些白,即白铅,它是出于必然不属于的。而这一假言前提必须这样证明:如果Α可能不属于任何Β,Β也可能不属于任何Α;既然依据可能的换位,可能不属于任何的也就可能属于一切,那么Α就可能属于一切Β,且Β也可能属于一切Α。然而柏拉图主义者对此也许会说:并非如果Α可能不属于任何Β,就直接依据通常情况的可能也属于一切,而至多仅依据均等情况的可能。亚里士多德也许会说:但在种上它依然是可能。第二个论证是通过他用来借反驳证明全称否定不与自身换位的相同名词来进行的:因为白可能不属于任何人类;然而人类绝不可能不属于任何白;因为对于天鹅和白铅,出于必然是不属于的。然而柏拉图主义者针对这些名词也许会说:你取的是哪一种白?
- 11.1εἰ γὰρ ἐχρήσατο τῇ πάλαι τάξει, προέταξεν ἂν τὰς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι τῶν μίξεων
与过去事实相反的条件句结构(条件从句用直说语气不定过去时 ἐχρήσατο,主句用 ἄν 加上直说语气不定过去时 προέταξεν)。用以解释亚里士多德为何改变了先前的论述次序,说明若沿用旧法将会产生的逻辑不当。
- 11.1τὸ δὲ συνημμένον οὕτως δεικτέον
名词化分词 τὸ συνημμένον 是指“假言命题/条件命题”的逻辑学术语。此处指的是紧接前文所提出的假言判断(“因为如果是这样,全称肯定命题也将与自身换位”),并以此作为接下来需要证明(δεικτέον)的内容。
- 11.1εἴποι ὁ Ἀριστοτέλης
未带 ἄν 的希求法动词 εἴποι 与前文柏拉图主义者的设想反驳(εἴποιεν δ’ ἄν)相呼应,用以引出亚里士多德一方设想中的回应(“亚里士多德也许会说”)。
