- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:55.13-56.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德关于必然与可能混合中的特称三段论各式(36a32–b2)、大前提为特称时的非三段论组合(36b3–23)以及这些式的完全性与通过第一格加以完善(36b24–25)的论述。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἐν μέρει συλλογισμῶν. ἐπὶ τούτων πρώτας τὰς ἀνομοιοσχήμονας ὑποτίθεται ὡς ποικίλας· τῶν γὰρ ἀνομοιοσχημόνων αἱ μὲν ἐνδεχόμενον συνάγουσιν, αἱ δὲ ὑπάρχον· πᾶσαι δ’ αἱ ὁμοιοσχήμονες ἐνδεχόμενον συνάγουσιν. καὶ διὰ τοῦτο τὸν τέταρτον τρόπον τοῦ τρίτου προτάττει. Τὸ Α τῷ Β ἐξ ἀνάγκης οὐδενί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· λέγω ὅτι τὸ Α τῷ Γ ὑπάρχει οὐ παντί. * * * τὸ δὲ Β τῷ Α ἐξ ἀνάγκης οὐδενὶ διὰ τὴν ἀντιστροφὴν τοῦ καθόλου στερητικοῦ· τὸ Β ἄρα τῷ Γ ἐξ ἀνάγκης οὐδενί· μῖξις γὰρ γέγονεν ἐν πρώτῳ σχήματι ἀναγκαίου καὶ ὑπάρχοντος, καὶ ἡ μείζων ἀναγκαία, ὥστε τῇ μείζονι ἕπεται τὸ συμπέρασμα· ὑπόκειται δὲ τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. ἀλλά, φασὶν οἱ Πλατωνικοί, οὕτως συγχωρητέον τῷ ἐν πρώτῳ σχήματι τῇ μείζονι ἕπεσθαι τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος.1 καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ2 ἡ προτεθεῖσα συζυγία καὶ ἀνάγκη οὐ παντὶ συνάγει· εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη παντί· τὸ δὲ Β τῷ Α ἀνάγκη οὐδενί· ἐν πρώτῳ ἄρα σχήματι ἐκ δύο ἀναγκαίων τὸ Β τῷ Γ ἀνάγκη οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί. διότι οὖν κατὰ ἀλήθειαν οὐ παντὶ συνάγεται καὶ ὑπετέθη παντί, τὸ ἀδύνατον οὐ διὰ τὸ ὑπάρχον ἢ τὸ ἀναγκαῖον ὡς ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου.3 βουλόμενοι δ’ οἱ Πλατωνικοὶ ἀεὶ τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα ἀντιλέγουσι ταῖς μίξεσι ταύταις μόναις ταῖς ὑπάρχον συναγούσαις. Β. Τὸ Α τῷ Β ἐνδέχεται μηδενί, τὸ Β τῷ Γ ἀνάγκη τινί· τέλειος ὁ συλλογισμὸς καὶ τοῦ ἐνδεχομένου· ἡ γὰρ ἀπόδειξις διὰ τοῦ κατὰ μηδενός. Γ. Τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Β τῷ Γ ἐνδέχεται τινί· ὁ συλλογισμὸς τοῦ ἐνδεχομένου· εἰ γὰρ ψεῦδος τὸ Α τῷ Γ ἐνδέχεται τινί, τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· ἐκ δύο ἀναγκαίων ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐξ ἀνάγκης οὐδενί· ἀλλὰ καὶ ἐνδέχεται τινί· ὅπερ ἀδύνατον. δυνατὸν δὲ καὶ ἐνταῦθα λέγειν ὅτι τὸ ἥμισυ τοῦ ἐνδεχομένου συνάγεται· τῷ γὰρ ἐνδέχεται τινὶ δύο ἀντίκειται, τὸ ἐξ ἀνάγκης οὐδενί, ὅπερ ἀνῄρηται, καὶ τὸ ἐξ ἀνάγκης παντί, ᾧ οὐδὲν ἕπεται ἄτοπον.
“在特称三段论中也是同样的方式。” 在这些[特称三段论]中,[亚里士多德]最先假设不同形态的[前提组合],因为它们各不相同;因为在不同形态的组合中,有些推导出可能,有些推导出实然;而所有同形态的组合都推导出可能。正因如此,他把第四式置于第三式之前。 Α出于必然不属于任何Β,Β可能属于某些Γ;我说Α实然不属于一切Γ。[……]并且通过全称否定命题的换位,Β出于必然不属于任何Α;因此Β出于必然不属于任何Γ;因为在第一格中出现了必然与实然的混合,且大前提是必然的,以致结论随从大前提;但假设了Β可能属于某些Γ;这是不可能的。 “然而,”柏拉图主义者说,“这样就必须同意在第一格中必然与实然的混合里结论随从大前提。” 并且就这种导引而言,所提出的组合甚至也推导出出于必然不属于一切;因为如果这是假的,则Α出于必然属于一切Γ;而Β出于必然不属于任何Α;因此在第一格中由两个必然[前提]得出,Β出于必然不属于任何Γ;但它又可能属于某些。因此,因为真正推导出的是“不属于一切”,且被假设的是“属于一切”,荒谬才随之发生,并非像两前提皆为全称时那样是由于实然或必然。柏拉图主义者希望结论始终随从较弱的[前提],因而仅反对这些推导出实然的混合。 第二式:Α可能不属于任何Β,Β出于必然属于某些Γ;三段论是完全的且属于可能;因为证明是通过“关于无”进行的。 第三式:Α出于必然属于一切Β,Β可能属于某些Γ;三段论属于可能;因为如果Α可能属于某些Γ是假的,则Α出于必然不属于任何Γ;但Α也出于必然属于一切Β;在第二格中由两个必然[前提]得出,Β出于必然不属于任何Γ;但它又可能属于某些;这是不可能的。在这里也可以说,推导出的是可能的一半;因为与“可能属于某些”相对立的有两项:已被排除的“出于必然不属于任何”,以及不产生任何荒谬的“出于必然属于一切”。
Ἐὰν δὲ τὸ μὲν καθόλου τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον. ἀσυλλόγιστοί εἰσιν πᾶσαι αἱ τὴν μείζονα μερικὴν ἔχουσαι. τετραπλαῖ δ’ αὗται, ὡς ὑπογέγραπται, καὶ παραδίδωσιν αὐτὰς ἡ λέξις κατὰ τοὺς ὑποκειμένους ἀριθμούς.
“然而,若将全称置于小端项,”凡大前提为特称的组合皆不能构成三段论。如同下文所写,这些有四种,而本文根据下附的数目传授它们。
Ἢ καταφατικὸν ἢ στερητικὸν ἢ ἐνδεχόμενον, τουτέστιν ‘καὶ ἐνδεχόμενον’· οὐ γὰρ ἀντίκειται τὸ ἐνδεχόμενον καταφάσει καὶ ἀποφάσει.
“或肯定或否定或可能,”也就是“并且可能”;因为可能并不与肯定和否定相对立。
Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ, τουτέστιν οἱ αὐτοὶ ὅροι καὶ ἐξ ἀνάγκης τινὶ ποιοῦσι καὶ ἐξ ἀνάγκης οὐ παντὶ καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντί· ζῷον γὰρ τινὶ λευκῷ ἐξ ἀνάγκης διὰ κύκνον, καὶ ἐξ ἀνάγκης οὐ παντὶ διὰ κόρακα, καὶ ἐνδέχεται τινὶ καὶ ἐνδέχεται οὐ παντὶ διὰ τοὺς παρὰ τοὺς Αἰθίοπας ἢ Γαλάτας ἀνθρώπους. τὰ δὲ τέσσαρά ἐστιν καὶ ἐπὶ λευκοῦ καὶ ἀψύχου διὰ ψιμίθιον, ἔβενον καὶ τὰ οἷς ἐνδέχεται ὑπάρχειν.
“因为动物属于某些白,”也就是说,相同的词项既构成出于必然属于某些,也构成出于必然不属于一切,并构成可能属于某些,以及可能不属于一切。因为由于天鹅,动物出于必然属于某些白;由于乌鸦,出于必然不属于一切;而由于埃塞俄比亚人或高卢人之外的人,可能属于某些且可能不属于一切。这四种情况由于铅白、乌木以及可能具有[白色]的事物,在白与无生命的事物上同样成立。
Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἀσυλλόγιστοι οἱ τὴν μείζονα μερικὴν ἔχοντες καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων ὁμοίων καὶ ἐπὶ τῶν ἀναμίξ. ὑπὸ δὲ τούτους τελοῦσι καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες. Πλὴν ὅτι ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων4 οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἐξ ἡμισείας ἀναγκαῖον συνῆγον (τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἢ ἐνδεχόμενον), μίξεως δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον.
“由此根据所言显然,”大前提为特称的那些组合,无论在两前提具有相同[样态]的情形中,还是在混合的情形中,皆不能构成三段论。而小前提为必然否定的那些组合,也归入这些之中。 只不过,在可能与实然混合时,大前提为实然否定的那些组合推导出的是一半可能且一半必然的东西(因为“对任何都不出于必然〔属于〕”既适用于“出于必然不属于任何”,也适用于“可能不属于任何”;正因如此,推导出的或者是必然或者是可能);而在可能与必然的混合中,当大前提为全称必然否定时,推导出的是实然,这是不同于必然与可能的另一种东西。
Δῆλον δ’ ὅτι καὶ πάντες ἀτελεῖς οἱ συλλογισμοί. ἀλλ’ οὐ πάντες ἀτελεῖς· οὐ γὰρ δὴ καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἔχοντες, ἀλλὰ μόνοι οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες. ἢ τὸ λεγόμενόν ἐστιν· πάντες οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν, διότι κἂν καταφατικὴ ᾖ, ἀτελεῖς εἰσιν.
“并且显然所有三段论也都是不完全的。” 然而并非全都不完全;因为小前提为必然的那些并非不完全,而唯独小前提为可能的那些是不完全的。或者其意是说:所有小前提为可能的那些都是不完全的,因为即使它是肯定的,它们也是不完全的。
Καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων. τελειοῦνται μὲν διὰ μόνου τοῦ πρώτου σχήματος· πληθυντικῶς δ’ εἶπεν, ἐπειδὴ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρῶτον ἐποίει σχῆμα ἢ ἄμικτον ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ μικτὸν ἐξ ἀναγκαίου καὶ ὑπάρχοντος. τὸ δ’ ἐξ ἡμισείας ἐνδεχόμενον ‘καὶ ὑπάρχον καὶ ἐνδεχόμενον’ καλεῖ ἡ λέξις.
“并且它们是通过前述诸格被完成的。” 它们仅通过第一格被完成;之所以用复数说,是因为归谬法的引导演化出了一种第一格,它要么是由两个必然前提构成的未混合的格,要么是由必然与实然构成的混合的格。而本文将一半可能的东西称为“既实然又可能”。
- 10.2οὕτως συγχωρητέον τῷ ἐν πρώτῳ σχήματι τῇ μείζονι ἕπεσθαι τὸ συμπέρασμα ἐπὶ τῆς μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος
动词形容词 συγχωρητέον 支配带冠词的不定词短语 τῷ ... ἕπεσθαι 作为与格补足语,意为“这样就必须同意在第一格中必然与实然混合时结论随从大前提[这一规则]”。这表达了柏拉图主义者的反驳,即该推演必须预设他们所反对的第一格规则。
- 10.2ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ
限定性习语,意为“就这种导引(归谬法还原)而言”。前置词 ἐπί 支配与格表示范围与依据,与 ὅσον 呼应,作副词性短语修饰主句。
- 10.2τὸ ἀδύνατον οὐ διὰ τὸ ὑπάρχον ἢ τὸ ἀναγκαῖον ὡς ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου
省略句结构,主语为 τὸ ἀδύνατον,谓语动词(如 ἐγένετο 或 συνέβη)被省略。介词短语 διὰ τὸ ὑπάρχον ἢ τὸ ἀναγκαῖον 表示原因,连词 ὡς 引出与两前提皆为全称的情形(ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου)的对比。
- 10.6ἐνδεχομένου μὲν καὶ ὑπάρχοντος μιγνυμένων
独立属格结构,表示时间或条件:“在可能与实然混合时”。它通过 μὲν...δέ 与后文的另一个独立属格 μίξεως δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου(“在可能与必然混合时”)形成鲜明的对照。
