← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§54.31-55.12

第一格必然与可能混合的全称各式分析

在完成第一格第一式归谬证明的剩余部分后,注疏者依次探讨了必然前提与可能前提在第一格全称组合中的第二式至第六式,阐述各式的推论形式、完全性以及结论的样态。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1#2

ἀλλὰ δὴ ὑποκείσθω τὸ Α τῷ Γ ἀνάγκη τινί· ἐπειδὴ τὸ Α τῷ Γ ἀνάγκη τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ σχήματι τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα,1 καὶ τὸ Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ ἀνάγκη παντί· ὅπερ ἀδύνατον. Δεύτερος τρόπος. τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐκ ἐχρησάμεθα δὲ τῷ κατὰ παντὸς καὶ πάλαι, ἐπειδὴ οὔπω ἦν γενόμενον μέρος τοῦ Β τὸ Γ ὥσπερ νῦν. Τρίτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων. εἰ γὰρ ψεῦδος τὸ ὑπάρχειν τὸ Α τῷ Γ οὐδενί, τὸ Α τῷ Γ ὑπάρχει τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχει· ἐν τρίτῳ σχήματι ἐξ ἀμφοτέρων ὑπαρχουσῶν τὸ Α τινὶ τῷ Β ὑπάρχει· ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον. ἀλλ’ οὐχ ὑγιῶς ἐλήφθη ἡ ἀντίφασις· ἔμεινε γὰρ ὁ τρόπος, καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ καὶ ἀνάγκη οὐδενὶ συνάγεται· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἀνάγκη οὐδενί, τὸ Α τῷ Γ ἀνάγκη τινί· ἀλλὰ τὸ Α καὶ τῷ Β ἀνάγκη οὐδενί· τὸ Β ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἄτοπον. τὸ οὖν ἄτοπον οὐ διὰ τὸν τρόπον ἐπηκολούθησεν, ἀλλ’ ὅτι τὸ οὐδενὶ ὑπετέθη τινί. καὶ ἐνταῦθα οὖν τῇ χείρονι ἕπεται τὸ συμπέρασμα, καὶ ἐνδεχόμενον συνάγεται, οὐχὶ δὲ ὑπάρχον. Τέταρτος τρόπος. τὸ Α ἐνδέχεται οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἀνάγκῃ· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐ γὰρ ἔστιν ἐλέγξαι τὸ ἐνδεχόμενον μηδενί· ποίαν γὰρ προσλαμβάνῃ;2 εἰ μὲν τὴν ΑΒ, αἱ δύο ἀποφατικαί· εἰ δὲ τὴν ΒΓ, οὐκ ἔχομεν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι. Πέμπτος τρόπος. τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ κυρίως ἐνδεχόμενον συνάγων, ὡς ὁ πρῶτος τρόπος. Ἕκτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων, ὡς ὁ τρίτος τρόπος.

但设Α出于必然属于某些Γ。既然Α出于必然属于某些Γ,而Β实然属于一切Γ,在第三格中结论随从不换位的[前提],于是Α实然属于某些Β;但它又出于必然属于一切;这是不可能的。 第二式:Α可能属于一切Β,Β出于必然属于一切Γ;[这是]通过“关于一切”推导出严格意义上的可能的完全[三段论]。我们刚才没有使用“关于一切”,是因为Γ当时尚未像现在这样成为Β的一部分。 第三式:Α出于必然不属于任何Β,Β可能属于一切Γ;[这是]通过归谬法推导出实然的不完全[三段论]。因为如果Α实然不属于任何Γ是假的,则Α实然属于某些Γ;但Β也实然属于一切Γ;在第三格中,由于两前提皆为实然,Α实然属于某些Β;但它又出于必然不属于任何[Β];这是不可能的。然而矛盾[命题]的选取并不稳妥;因为样态保留了下来,并且就这种导引而言,甚至会推导出出于必然不属于任何;因为若非Α出于必然不属于任何Γ,则Α出于必然属于某些Γ;但Α也出于必然不属于任何Β;因此Β出于必然并非属于一切Γ;但它又可能属于一切;这是荒谬的。因此,荒谬的出现并非由于样态,而是由于“不属于任何”被假设为“属于某些”。因此在这里,结论也是随从较弱的[前提],推导出的是可能,而非实然。 第四式:Α可能不属于任何Β,Β出于必然属于一切Γ;[这是]通过“关于一切”推导出严格意义上的可能的完全[三段论]。因为不可能反驳可能不属于任何;究竟能额外附加取用哪一个[前提]呢?因为如果取用ΑΒ[前提],两前提就都是否定的;如果取用ΒΓ[前提],我们在第三格中并没有可能与必然的混合。 第五式:Α出于必然属于一切Β,Β可能不属于任何Γ;三段论是不完全的,如同第一式那样,通过可能的换位与归谬法推导出严格意义上的可能。 第六式:Α出于必然不属于任何Β,Β可能不属于任何Γ;[这是]不完全的,如同第三式那样,通过可能的换位与归谬法推导出实然。

语法注2 条
  1. 10.1τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα

    阴性单数与格现在分词 τῇ μὴ ἀντιστρεφούσῃ 省略了名词 προτάσει(前提)。这一结构表述了在第三格中,由于还原为第一格时小前提(全称实然)不作换位,因而结论随从该不换位前提的样态规则。

  2. 10.1ποίαν γὰρ προσλαμβάνῃ;

    虚拟式 προσλαμβάνῃ 属于审议虚拟式(deliberative subjunctive),以反问的形式指出论敌若试图为归谬法额外附加任何一个前提都会陷入困境。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:54.31-55.12