- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:53.40-54.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《前分析篇》第1卷第16章(35b23)关于必然与可能前提的混合,阿摩尼奥斯根据完全性、证明方法以及结论的样态,对第一格中两前提皆为全称的八种配对进行了分类,并给出了第一式的归谬法证明。
Ἐὰν δ’ ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἡ δ’ ἐνδέχεσθαι. Ὀκτὼ γινομένων συζυγιῶν ἐξ ἀμφοτέρων καθόλου δύο μέν εἰσιν ἀσυλλόγιστοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχουσαι· ἀνίατον γὰρ τὸ ἁμάρτημα· ἓξ δὲ αἱ λοιπαὶ συλλογιστικαί. καὶ τούτων δύο μὲν τέλειοι, αἱ τὴν ἐλάττονα ἀναγκαίαν καταφατικὴν ἔχουσαι· τέσσαρες δὲ ἀτελεῖς, αἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχουσαι. καὶ τούτων δύο μὲν δι’ ἀδυνάτου δείκνυνται, αἱ τὴν ἐλάττονα ἐνδεχομένην καταφατικὴν ἔχουσαι· δύο δὲ πρὸ τῆς εἰς ἀδύνατον δείξεως ἀντιστροφῆς δέονται, αἱ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχουσαι. καὶ τῶν συλλογιστικῶν δύο τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγουσι, τουτέστιν τὸ ὑπάρχον,1 οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικὴν καὶ μείζονα πάντως· τέσσαρες δὲ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν· ἢ γὰρ ἐξ ὁμοιοσχημόνων ἢ ἐξ ἀνομοιοσχημόνων, καὶ τούτων ἑκάτερον διχῶς παρὰ τὴν τάξιν τῶν τρόπων. καὶ ἁπλῶς ὅσα ἐποίει τὸ ὑπάρχον ἐν τῇ μίξει ἐνδεχομένου καὶ ὑπάρχοντος, τοσαῦτα ποιεῖ καὶ τὸ ἀναγκαῖον ἐν τῇ μίξει ἐνδεχομένου καὶ ἀναγκαίου. καὶ οἱ αὐτοί εἰσιν τρόποι κατὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον καὶ ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου καὶ ἐπὶ τῶν ἐκ τῆς ἑτέρας καθόλου τέλειοί τε καὶ ἀτελεῖς καὶ τὸ κυρίως ἐνδεχόμενον ἢ τὸ ἐξ ἡμισείας συνάγοντες· διάφορον δὲ μόνον, ὅτι νῦν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον ἐστίν. οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν· ἀδιάφορον2 τὸ ἴδιον τῆς ἐλάττονος, ὅτε ἐνδεχομένη ἐστίν, εἰ δὲ ὑπάρχουσα, οὐκ ἀδιάφορον. Δύο ἀσυλλόγιστοι, 〈οἱ〉 τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικὴν ἔχοντες καὶ ἓξ συλλογιστικοί, οἱ μὴ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν ἀποφατικήν. καὶ τούτων δ̅ ἀτελεῖς, οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην, πρῶτος, τρίτος, πέμπτος, ἕκτος, δι’ ἀδυνάτου πρῶτος, τρίτος, δι’ ἀντιστροφῆς πέμπτος, ἕκτος· δύο τέλειοι, οἱ ἔχοντες τὴν ἐλάττονα ἀναγκαίαν καταφατικήν, δεύτερος, τέταρτος. δύο τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν, οἱ ἔχοντες τὴν ἀναγκαίαν ἀποφατικήν, τρίτος, ἕκτος· δ̅ τὸ κυρίως ἐνδεχόμενον, οἱ ἔχοντες τὴν ἀναγκαίαν καταφατικήν, ὁ πρῶτος, δεύτερος, τέταρτος, πέμπτος. Πρῶτος τρόπος. Τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς καὶ δι’ ἀδυνάτου, καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγει. λέγω οὖν ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται· εἰ γὰρ μὴ τοῦτο, ἀνάγκη τινὶ ἢ ἀνάγκη οὐ παντί· ἄμφω δὲ ἀδύνατον. ἔστω γὰρ πρῶτον τὸ Α τῷ Γ ἀνάγκη οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, τὸ Β ἄρα τῷ Γ ὑπάρχει παντί· ἐπεὶ οὖν τὸ μὲν Α τῷ Γ ἀνάγκη οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾧ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα·3 τὸ Α ἄρα τῷ Β ὑπάρχει οὐ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον.
“但如果一个前提[意指]出于必然属于或不属于,而另一个[意指]可能。” 在由两前提皆为全称所产生的八种配对中,有两种是无推论的,即那些具有必然否定的小前提的配对;因为这一缺陷是无法补救的;其余六种则是推论性的。在这些之中,有两种是完全的,即那些具有必然肯定的小前提的配对;而四种是不完全的,即那些具有可能的小前提的配对。在这些之中,有两种是通过归谬法被证明的,即那些具有可能肯定的小前提的配对;而两种在归谬证明之前需要换位,即那些具有可能否定的小前提的配对。在推论性配对中,有两种推导出半出于可能且半出于必然之物,即实然,也就是那些具有必然否定且该前提完全作为大前提的配对;而四种推导出严格意义上的可能,即那些具有必然肯定的配对;因为前提要么同形要么异形,且由于样态的位次,这两者各有两种情形。简而言之,实然在可能与实然的混合中产生多少结果,必然在可能与必然的混合中也产生同样多的结果。并且,依必然与可能的式,无论在两前提皆为全称的情形下,还是在一者为全称的情形下,都是相同的,无论完全的还是不完全的,推导出严格意义上的可能的还是推导出半[可能]的;唯一的差异仅在于,现在这半出于可能之物乃是实然。凡是小前提为可能者皆是不完全的;当小前提为可能时,其特有性质并不造成差别,但如果是实然,则并非没有差别。两种是无推论的,即具有必然否定的小前提者;六种是推论性的,即不具有必然否定的小前提者。在这些之中,四种是不完全的,即具有可能的小前提者,分别为第一、第三、第五、第六——第一和第三通过归谬法,第五和第六通过换位;两种是完全的,即具有必然肯定的小前提者,分别为第二和第四;两种推导出半出于必然之物,即具有必然否定者,分别为第三和第六;四种推导出严格意义上的可能,即具有必然肯定者,分别为第一、第二、第四、第五。 第一式:Α出于必然属于一切Β;Β可能属于一切Γ;三段论是不完全的,通过归谬法[被证明],并推导出严格意义上的可能。因此我主张,Α可能属于一切Γ;因为若非如此,则必然属于某些,或者必然不属于一切;但两者皆不可能。设首先Α出于必然不属于一切Γ;又因为Β可能属于一切Γ,所以Β实然属于一切Γ;既然Α出于必然不属于一切Γ,而Β实然属于一切Γ,便产生了第三格的第五式,其中结论随从较弱的前提;因此Α实然不属于一切Β;但它又出于必然属于一切[Β];这是不可能的。
- 10.1τουτέστιν τὸ ὑπάρχον
对前文“半出于可能且[半出于]必然之物”(τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον)的同位语解释。在必然与可能前提的混合(1.16)中,亚里士多德所推导出的既非必然亦非严格可能之结论,在句法上被指明为实然(τὸ ὑπάρχον)。
- 10.1ἀδιάφορον τὸ ἴδιον τῆς ἐλάττονος, ὅτε ἐνδεχομένη ἐστίν, εἰ δὲ ὑπάρχουσα, οὐκ ἀδιάφορον.
主谓结构对比了两种条件:“当小前提为可能时,其特有性质(肯定或否定)是没有差别的;但若是实然,则不是没有差别的”。ὅτε 从句与 εἰ 从句形成对照,后者承前省略并补充了谓词 ἀδιάφορον 及其否定。
- 10.1γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾧ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα
关系从句 ἐν ᾧ ... 修饰先行词“第三格第五式”(大前提为必然否定、小前提为实然肯定的模态 Bocardo 式)。此处援引了三段论公理“结论随从较弱的前提”(τῇ χείρονι ἕπεται τὸ συμπέρασμα,即在此随从弱于必然的“实然”前提)。
