- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:52.36-53.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节针对亚里士多德《前分析篇》A15的论述,探讨了实然前提与可能前提相结合的混合三段论,指出了选词上的缺陷及其修正方案,分析了不完全式通过归谬法和质的转变(换质换位)的化简程序,并考察了大前提为全称时有效三段论成立的具体条件。
Αὕτη γὰρ ἡ ἀντίφασις. ἀντιφάσκει γὰρ τῷ ἐξ ἀνάγκης τινὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· οὐ γὰρ δι’ ἀδυνάτου εἰσάγει τὸ ἀντικείμενον τῷ ἀναιρουμένῳ.1
“因为这才是矛盾。”因为与“出于必然属于某事物”相矛盾的是“出于必然不属于任何事物”;因为并非通过归谬法而将与被排除者相对立的项引入。
Ἔστω γὰρ τὸ μὲν Α. οὐ καλῶς εἰλημμένοι εἰσὶν οἱ ὅροι· ἀναγκαίως γὰρ ὁ κόραξ, οὐχὶ δὲ ὑπαρχόντως οὐδενὶ διανοουμένῳ ὑπάρχει· καὶ ἡ ἐπιστήμη ἀναγκαίως οὐκ ἔστιν κινούμενον, εἰ μὴ ἄρα τὴν ἐπιστήμην ὡς ἐπιστήμονα λάβωμεν. καὶ μάλιστα διὰ τὸ πρῶτον ἔγκλημα ἐπάγει ληπτέον δὲ βέλτιον τοὺς ὅρους· οἷον λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης διὰ μέσου τοῦ κινουμένου, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης διὰ μέσου τοῦ αὐτοῦ.
“因为设Α为……”这些名词的选取并不妥当;因为乌鸦出于必然、而非实然地不属于任何有思想者;并且知识也出于必然不是被推动的,除非我们把知识当作有知者来选取。并且主要由于第一条责难,他补充说:“但名词应当更好地选取”;例如,通过作为中项的“被推动的”,“白”出于必然属于一切天鹅,而通过相同的中项,“白”出于必然不属于任何乌鸦。
Ὅπερ ἐστὶν ἀληθές. καίτοι ψεῦδός ἐστιν, εἰ καὶ δυνατόν, τὸ ἐνδέχεται ὑπάρχον ὑποθέσθαι. ὅπερ οὖν ἀληθές ἐστιν δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ.
“这是真的。”尽管将可能之物假设为实然属于是假的,即使它是可能的。因此,[意指]在潜能上是真的,即使在现实上并非如此。
Ὅροι δὲ κοινοί. καὶ νῦν ληπτέον βέλτιον τοὺς ὅρους· ἀναγκαίως γὰρ ζῷον χιόνι καὶ πίττῃ οὐχ ὑπάρχει. ληπτέον μέσον ὅρον ἐν ἀμφοτέραις ταῖς συζυγίαις τὸ κινούμενον.
“共同的名词是……”现在名词也应当更好地选取;因为动物出于必然不属于雪和沥青。在这两种配对中必须选取“被推动的”作为中项。
Ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου τῆς ἐλάττονος ἐνδεχομένης οὔσης ἀεὶ γίνεται συλλογισμός.
“关于两前提皆为全称且小前提为可能时,始终产生三段论。”
Πλὴν ὁτὲ μὲν ἐξ αὐτῶν. καίτοι πάντες ἀτελεῖς εἰσιν οἱ ἔχοντες τὴν ἐλάττονα ἐνδεχομένην. ἐξ αὐτῶν οὖν οὐχ ὡς τέλειοι ἀλλ’ ὡς δεόμενοι τῆς κατὰ τὸ ποιὸν μεταβάσεως·2 εἰ μὲν ἡ ἐλάττων καταφατική, δι’ ἀδυνάτου, εἰ δὲ ἀποφατική, πρότερον δι’ ἀντιστροφῆς (πέφυκε γὰρ τὸ ἐνδεχόμενον καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν), εἶτα δι’ ἀδυνάτου, ἐπειδὴ καὶ ὁ καταφατικὸς συλλογισμός, ᾧ χρώμεθα.
“只是有时由它们自身[产生]。”尽管凡是小前提为可能的三段论全都是不完全的。因此,“由它们自身”并非作为完全的,而是作为需要按照质的转变的:若小前提为肯定,则通过归谬法;若为否定,则首先通过换位(因为可能之物本性上既可属于也可不属于),然后通过归谬法,因为我们所运用的肯定三段论也是如此。
Ἐὰν δὲ τὸ μὲν καθόλου τὸ δ’ ἐν μέρει. οἱ ἔχοντες τὴν μείζονα καθόλου ἐνδεχομένην τὴν δ’ ἐλάττονα μερικὴν ὑπάρχουσαν καταφατικὴν τέλειοί εἰσιν· διὰ γὰρ τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυνται· καὶ τὸ κυρίως ἐνδεχόμενον συνάγουσι.
“如果一者为全称而另一者为特称。”凡是大前提为全称可能而小前提为特称实然肯定的,都是完全的;因为它们是通过“关于一切”和“关于无一”而被证明的;并且它们推导出的乃是严格意义上的可能。
Ἐὰν δὲ καθόλου μέν. οἱ ἔχοντες τὴν μείζονα καθόλου ὑπάρχουσαν τὴν δ’ ἐλάττονα μερικὴν ἐνδεχομένην ἀτελεῖς εἰσιν· εἰ μὲν γὰρ ἡ ἐλάττων καταφατικὴ ᾖ, δι’ ἀδυνάτου δείκνυνται· εἰ δὲ ἀποφατική, πρῶτον δέονται τῆς ἀντιστροφῆς, εἶτα δι’ ἀδυνάτου· τὸ γὰρ οἱ δὲ δι’ ἀντιστροφῆς ἴσον τῷ ‘οἱ δὲ καὶ δι’ ἀντιστροφῆς’· καὶ ὡς ἐπὶ τοῦ καθόλου. καὶ εἰ ἡ μείζων ὑπάρχουσα ἀποφατικὴ ᾖ, τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐνδεχόμενον συνάγεται καὶ νῦν, 〈εἰ〉 δὲ ὑπάρχουσα καταφατική, τὸ κυρίως ἐνδεχόμενον.
“但如果全称……”凡是大前提为全称实然而小前提为特称可能的,都是不完全的;因为若小前提为肯定,它们通过归谬法被证明;若为否定,它们首先需要换位,然后通过归谬法;因为“另一些通过换位”等同于“另一些也通过换位”;正如在全称的情形中一样。并且如果实然的大前提为否定,此时推导出的也是半出于必然、半出于可能之物,但如果实然[的大前提]为肯定,则推导出严格意义上的可能。
Ἔσται δὲ συλλογισμὸς δι’ ἀντιστροφῆς. εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη μερικὴ ἀποφατικὴ ᾖ, ἔσται συλλογισμός· δύναται γὰρ μεταβάλλειν εἰς κατάφασιν· εἰ δὲ ὑπάρχουσα μερικὴ ἀποφατικὴ ᾖ, οὐκ ἔστι συλλογισμός· τὸ γὰρ οὐ παντὶ ἀληθεύει καὶ ἐπὶ τοῦ οὐδενί· τῆς δ’ ἐλάττονος ὑπαρχούσης καθόλου ἀποφατικῆς οὔσης δέδεικται ὅτι οὐ γίνεται συλλογισμός.
“将通过换位而产生三段论。”如果小前提是特称可能否定,将产生三段论;因为它可以转变为肯定;但如果是特称实然否定,则不存在三段论;因为“不属于一切”对“不属于任何”而言也是真的;而在小前提为全称实然否定时,已经证明了并不产生三段论。
Ὅροι τοῦ μέν. ληπτέον καὶ νῦν βέλτιον τοὺς ὅρους· λευκὸν γὰρ τινὶ ζῴῳ ἐξ ἀνάγκης καὶ ἐξ ἀνάγκης οὐ παντὶ ζῴῳ· καὶ ζῷον ἐξ ἀνάγκης οὐδεμιᾷ κινήσει ἢ πίττῃ. εἰσὶν οὖν οἱ ὑγιεῖς ὅροι τοῦ παντὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, βαδίζον, τοῦ μηδενὶ ἐξ ἀνάγκης κινούμενον, λευκόν, ἑστός.
“前者的名词是……”现在名词也应当更好地选取;因为白出于必然属于某些动物,并且出于必然不属于一切动物;而动物出于必然不属于任何运动或沥青。因此,对于“出于必然属于一切”,健全的名词是被推动的、白、行走的;对于“出于必然不属于任何”,则是被推动的、白、静止的。
Εἴτε ἐνδέχεσθαι λαμβάνουσαι εἴτε ὑπάρχειν εἴτε ἐναλλάξ. μόνον τὸ τρίτον οἰκεῖον τοῖς παροῦσι λόγοις, ἀλλ’ ὡς φιλοκαθόλου καὶ τὰ πρῶτα δύο παρελάβομεν.
“无论是取可能,还是取实然,或是交替选取。”唯有第三种才适合当前的论述,但由于喜好普遍,我们也一并采纳了前两种。
Φανερὸν ὅτι τοῦ μὲν πρὸς τὸ μεῖζον ἄκρον καθόλου τεθέντος ἀεὶ γίνεται συλλογισμός τί οὖν, κἂν ἡ ἐλάττων ὑπάρχουσα ἀποφατικὴ ᾖ; ἢ τῆς ἐλάττονος καταφατικῆς οὔσης, τῆς δὲ μείζονος καταφατικῆς 〈ἢ ἀποφατικῆς〉 οὔσης, τῆς δὲ μείζονος καθόλου, ἀεὶ γίνεται συλλογισμός, ὡς ἂν ἔχῃ τὸ ὑπάρχον καὶ ἐνδεχόμενον ἐν τῇ τάξει.3
“显然,当朝向大端项的前提被设为全称时,始终产生三段论。”那么,难道即使小前提为实然否定也是如此吗?或者说,当小前提为肯定,而大前提为肯定或否定,且大前提为全称时,无论实然与可能在位次中如何排列,始终产生三段论?
- 9.10οὐ γὰρ δι’ ἀδυνάτου εἰσάγει τὸ ἀντικείμενον τῷ ἀναιρουμένῳ
主语在上下文中承前省略(指亚里士多德)。否定词 οὐ 位于句首修饰整句(或修饰介词短语 δι’ ἀδυνάτου),意为“他并非通过归谬法来引入与被排除者相对立的项”。τῷ ἀναιρουμένῳ 为与格,作 τὸ ἀντικείμενον 的补足语。
- 9.15ἐξ αὐτῶν οὖν οὐχ ὡς τέλειοι ἀλλ’ ὡς δεόμενοι τῆς κατὰ τὸ ποιὸν μεταβάσεως
此处用于解释引文中的 ἐξ αὐτῶν(由前提本身)。语法上省略了主语和动词(如三段论产生)。οὐχ ὡς ... ἀλλ’ ὡς ... 结构表达注解者的界定:“由它们自身产生”并不是说它们本身是完全的,而是说它们需要按照质来进行转变。
- 9.21ὡς ἂν ἔχῃ τὸ ὑπάρχον καὶ ἐνδεχόμενον ἐν τῇ τάξει
由 ὡς ἄν 引导接虚拟式 ἔχῃ 的泛指状语从句,意为“无论实然与可能在顺序(即大、小前提的配置)中处于何种状态”。中性单数分词 τὸ ὑπάρχον 与 [τὸ] ἐνδεχόμενον 实词化,总称这两种模态前提。
