- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:52.6-52.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯根据双向可能命题同时与两个必然命题构成矛盾对立的逻辑结构,解释了前节归谬法所推导出的结论为何并非严格意义上的可能,而是“半属于可能、半属于必然”。
πλήν, φησίν, οὐ τὸ διορισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ τὸ ἐξ ἡμισείας ἀναγκαῖον, ὅπερ καλεῖ οὐδενὶ ἐξ ἀνάγκης διὰ τὸ ἀληθεύεσθαι καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεσθαι μηδενί. ἡ γὰρ ἐνδέχεται οὐδενί, φησίν, συναληθεύει τῇ ἐνδέχεται παντί· καὶ τῇ μὲν ἐνδέχεται οὐδενὶ ἀντίκειται ἡ ἐξ ἀνάγκης τινί, τῇ δ’ ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· ὥστε καὶ τῇ ἐνδέχεται οὐδενὶ ἄμφω ἅμα ἀντιφατικῶς μάχονται, δι’ αὐτὴν μὲν τὴν ἐνδέχεται οὐδενὶ ἡ ἐξ ἀνάγκης τινί, διὰ δὲ τὴν ἐνδέχεται παντὶ ἡ ἐξ ἀνάγκης οὐ παντί· καὶ γὰρ οὐκ ἀληθὲς ἢ ἐνδέχεται οὐδενὶ ἢ ἐξ ἀνάγκης τινί, ἐπειδὴ ψευδῆ ἀμφότερα κατὰ τοῦ πάντα ἄνθρωπον πτερωτὸν εἶναι. δεῖ οὖν τὸν μέλλοντα εἰσαγαγεῖν τὸ ἐνδέχεται μηδενὶ ἄμφω τὰ ἀντικείμενα ἀνελεῖν, τὸ ἐξ ἀνάγκης τινὶ καὶ τὸ ἐξ ἀνάγκης οὐ παντί. νῦν δὲ τῷ ἐξ ἀνάγκης οὐ παντὶ οὐδὲν ἕπεται ἄτοπον· καὶ γὰρ ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος, ἐν ᾧ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· καὶ διὰ τοῦτο τὸ Α τῷ Β ὑπάρχει οὐ παντί· ἦν δὲ καὶ οὐδενὶ ὑπάρχον· καὶ οὐδὲν ἄτοπον, ἀλλὰ καὶ ἀναγκαῖον. ἐπεὶ οὖν μόνον τὸ ἀνάγκη τινὶ ἀνῄρηται, οὐχὶ δὲ καὶ τὸ ἀνάγκη οὐ παντί, ἅπερ ἄμφω ἀντίκεινται τῷ ἐνδέχεται μηδενί, ἐξ ἡμισείας τὸ ἐνδεχόμενον ἀνῄρηται καὶ τὸ ἀναγκαῖον· καὶ διὰ τοῦτο 〈τὸ〉 συναγόμενον ἐξ ἡμισείας ἐστὶν ἐνδεχόμενον καὶ ἀναγκαῖον, ὅπερ καλεῖ οὐδενὶ ἐξ ἀνάγκης ὡς τοῦ τινὶ ἀνῃρημένου καὶ ὡς τοῦ οὐδενὶ ἐξ ἀνάγκης φερομένου1 καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται μηδενί. οὐκ ἄρα καλῶς λαμβάνονται αἱ ἀντιφάσεις ἐν τῇ πραγματείᾳ ταύτῃ ἀντιτιθέντων ἡμῶν2 τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· τῇ γὰρ ἐνδέχεται οὐδενὶ οὐ μόνη ἀντιφάσκει ἡ ἀνάγκη τινὶ ἀλλὰ μετὰ τῆς ἀνάγκη οὐ παντί· καὶ αἱ δύο ἅμα ὡς μία, ἡ ἐνδέχεται παντὶ καὶ ἡ ἐνδέχεται οὐδενί, ταῖς δύο ἅμα ὡς μιᾷ ἀντιφάσκουσι, τῇ ἀνάγκη τινὶ καὶ τῇ ἀνάγκη οὐ παντί. οὐ γὰρ πᾶν ἢ ἐνδέχεται οὐδενὶ ἢ ἀνάγκη τινί· ἐπὶ γὰρ τοῦ πᾶς ἄνθρωπος πτερωτὸς ψεῦδος καὶ τὸ ἐνδέχεται οὐδενί (ἀναγκαίως γὰρ ὁ ἄνθρωπος οὐ πτερωτός) καὶ τὸ ἀνάγκη τινί. ὁμοίως οὐ πᾶν ἢ ἐνδέχεται παντὶ ἢ ἀνάγκη οὐ παντί· ἄμφω γὰρ ψευδῆ ἐπὶ τοῦ πᾶς ἄνθρωπος ζῷον. ἐνδέχεται οὐδενί) ἀνάγκη οὐδενί) ἐνδέχεται παντί ἀνάγκη παντί ἐνδέχεται τινί ἀνάγκη τινί ἐνδέχεται οὐ παντί) ἀνάγκη οὐ παντί.)
然而,他说,所推导出来的并非被规定的可能,而是半属于可能、半属于必然之物,他将此称为“出于必然不属于任何事物”,因为无论对出于必然不属于任何事物而言,还是对可能不属于任何事物而言,它都被判定为真。因为他说,“可能不属于任何事物”与“可能属于一切事物”一同为真;并且与“可能不属于任何事物”相对立的是“出于必然属于某事物”,而与“可能属于一切事物”相对立的是“出于必然不属于一切事物”;因此与“可能不属于任何事物”相对立地,两者同时在矛盾上起冲突:由于“可能不属于任何事物”本身的是“出于必然属于某事物”,而由于“可能属于一切事物”的是“出于必然不属于一切事物”;因为确实并非或者可能不属于任何事物,或者出于必然属于某事物,因为在“每一个人都有翼”的情况中,两者皆为假。因此,将要引入“可能不属于任何事物”的人,必须排除这两个对立项,即“出于必然属于某事物”与“出于必然不属于一切事物”。但眼下,从“出于必然不属于一切事物”并不会推出任何荒谬;因为确实存在第三格的第五式,在其中结论跟随较弱的前提;正因如此,Α实然不属于一切Β;但它此前也是实然不属于任何Β的;而这毫无荒谬,甚至还是必然的。既然唯有“必然属于某事物”被排除了,而“必然不属于一切事物”并未被排除——这两者都是与“可能不属于任何事物”相对立的——那么可能与必然就只是被排除了一半;正因如此,所推导出来的结论乃是半属于可能、半属于必然之物,他将其称为“出于必然不属于任何事物”,这是因为“属于某事物”已被排除,且因为“出于必然不属于任何事物”既适用于“出于必然不属于任何事物”,也适用于“可能不属于任何事物”。因此,在这部论著中,当我们以模态对模态、以量对量、以质对质地相对立时,矛盾并没有被恰当地把握;因为与“可能不属于任何事物”相矛盾的,不仅是“必然属于某事物”,而是它与“必然不属于一切事物”结合在一起;并且两者合并为一,即“可能属于一切事物”与“可能不属于任何事物”,与另外两者合并为一,即“必然属于某事物”与“必然不属于一切事物”相矛盾。因为并非凡事或者“可能不属于任何事物”,或者“必然属于某事物”;因为在“每一个人都有翼”的情况中,“可能不属于任何事物”(因为人必然不是有翼的)与“必然属于某事物”两者皆为假。同样,也并非凡事或者“可能属于一切事物”,或者“必然不属于一切事物”;因为在“每一个人都是动物”的情况中,两者皆为假。 可能不属于任何事物)出于必然不属于任何事物)可能属于一切事物出于必然属于一切事物可能属于某事物出于必然属于某事物可能不属于一切事物)出于必然不属于一切事物。)
- 9.9ὡς τοῦ τινὶ ἀνῃρημένου καὶ ὡς τοῦ οὐδενὶ ἐξ ἀνάγκης φερομένου
由连词 ὡς 引导的两个平行的属格独立结构,用以说明前文主句动词 καλεῖ(“称……”)的主观或逻辑根据。
- 9.9ἀντιτιθέντων ἡμῶν
属格独立结构,表条件或伴随状况(“当我们……相对立时/如果我们相对立”),修饰主句的被动动词 λαμβάνονται。
