← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§51.21-52.6

实然否定与可能肯定混合三段论的论证

阿摩尼奥斯考察并驳斥了对亚里士多德《前分析篇》34b7的两种前人解释,提出了关于实然前提中主谓项本性关系的独到解释,并通过归谬法论证了实然否定与可能肯定混合的三段论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.9#1

Δεῖ δὲ λαμβάνειν. οὐ δεῖ τὴν ὑπάρχουσαν πρότασιν, φησίν, ἐξ ὑποθέσεως ἀληθεύειν, οἷον ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (τοῦτο γὰρ ἀληθές, ἔστ’ ἂν μόνοι ἄνθρωποι κινῶνται), ἐπεὶ οὐκ ἔστι συλλογισμός· συνάγεται γὰρ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων ἀπέδειξεν. οὐ προσίεμεθα δὲ τὴν ἐξήγησιν ταύτην· οἶδε γὰρ ὁ Ἀριστοτέλης διαφορὰν ὑπάρχοντος καὶ ἀναγκαίου. ἕτεροι τὸ αὐτὸ ἐξηγοῦνται οὕτως· οὐ δεῖ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ ὁρίζεσθαι τῆς ἐνδεχομένης καὶ ἀληθεύειν τὴν ὑπάρχουσαν, ἔστ’ ἂν ἡ ἐνδεχομένη μὴ γένηται ὑπάρχουσα, ὥσπερ νῦν· ἄνθρωπος γὰρ παντὶ κινουμένῳ ὑπάρχει, ἔστ’ ἂν ἐνδέχηται κινούμενον παντὶ ἵππῳ· εἰ δὲ καὶ κινούμενον παντὶ ἵππῳ ὑπάρχει, οὐκέτι ἄνθρωπος παντὶ κινουμένῳ. οὐ δεῖ δὲ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεσθαι, ἐπεὶ οὐκ ἔστι συλλογισμός· καὶ γὰρ τὸ οὐδενὶ καὶ τὸ παντὶ ἐξ ἀνάγκης συνάγεται. καὶ διὰ τοῦτο καὶ προσεχῶς ἔλεγεν ὁ Ἀριστοτέλης ὅτι ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν πρὸ τῆς ἐκβάσεως τοῦ ἐνδεχομένου καὶ οὐ παντὶ μετὰ τὴν ἔκβασιν ἐνδεχομένου. οὐδὲ ταύτην προσιέμεθα τὴν ἐξήγησιν· οἱ γὰρ ἐν τῇ λέξει δεύτεροι ὅροι οὐ συνάδουσιν αὐτῇ· οὐδὲ γὰρ ἐν αὐτοῖς τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεται. μήποτε οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι1 δεῖ ἐν τῇ ὑπαρχούσῃ προτάσει τὸ κατηγορούμενον πεφυκέναι ὅλῳ τῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον περιπατοῦν παντὶ ἀνθρώπῳ, ἵνα πρὸς μόνον τὸ ἐκβεβηκέναι ὑποθέσεως δεώμεθα, οὐχὶ δὲ καὶ πρὸς τὸ ὑπάρχειν, ὡς ἐπὶ τοῦ ἄνθρωπος παντὶ κινουμένῳ ἢ ζῷον παντὶ κινουμένῳ. τούτων προσληφθέντων τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη τινί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδεχομένως παντί, μὴ μενέτω ἐνδεχομένη ἡ ΒΓ πρότασις (οὔπω γὰρ ἴσμεν τὴν μῖξιν ἀναγκαίου καὶ ἐνδεχομένου), ἀλλὰ γινέσθω ὑπάρχουσα διὰ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου· ἐπεὶ οὖν τὸ Α τῷ Γ ἀνάγκῃ τινί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, ἐν τρίτῳ ἄρα σχήματι, ἐν ᾧ τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα δι’ ἀντιστροφῆς τῆς ἀποδείξεως γινομένης,2 τὸ Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ οὐδενί· ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ Α τῷ Γ ἀνάγκῃ τινί· ἐνδέχεται ἄρα οὐδενί· ὅπερ προέκειτο δεῖξαι.

“但必须假定。”他说,实然前提不应当是出于假设而为真的,例如人实然属于每一个在动之物(因为只要唯有人在动,这便是真的),否则便没有三段论;因为既推导出了出于必然不属于任何事物,又推导出了出于必然属于一切事物,正如他通过诸项所证明的那样。但我们不采纳这种解释;因为亚里士多德知晓实然与必然的区别。另一些人对同一段话做如下解释:实然前提的真理性不应当由可能前提的时间来规定,实然前提也不应当仅仅在可能前提尚未成为实然前提的期间为真,正如当下这种情况。因为只要在动对于每一匹马是可能的,人就实然属于每一个在动之物;但如果在动也实然属于每一匹马,那么人就不再属于每一个在动之物了。然而实然前提的真理性不应当由可能前提的时间来判定,否则便没有三段论;因为不仅出于必然不属于任何事物,而且出于必然属于一切事物,都会被推导出来。正因如此,亚里士多德在紧前文也说过,同一事物在可能之物实现之前属于同一事物的一切,而在可能之物实现之后不属于一切,这是荒谬的。我们同样不采纳这种解释;因为原文中的第二组项与它不相吻合;因为在它们之中,实然前提的真理性也并未由可能前提的时间来判定。那么,难道所说的意思不是:在实然前提中,谓项必须具有本性上属于整个主项的性质,例如行走属于每一个人,以便我们仅仅为了它已经实现而需要假设,而并非同样为了它的属于而需要假设,正如在人属于每一个在动之物或动物属于每一个在动之物的情况中那样?在补充了这些之后,假定Α实然不属于任何Β,而Β可能属于一切Γ;我主张Α可能不属于任何Γ。因为如果这是假的,则Α必然属于某一个Γ;并且既然Β可能属于一切Γ,就不要让前提ΒΓ停留为可能前提(因为我们尚未知晓必然与可能的混合),而是通过可能前提的定义使其成为实然前提;既然Α必然属于某一个Γ,而Β实然属于一切Γ,因此在第三格中——在这一格中由于证明是通过换位而进行的,结论跟随不换位的前提——Α实然属于某一个Β;但它又被假定不属于任何Β;这是不可能的。因此Α并不是必然属于某一个Γ;由此,它可能不属于任何Γ;这就是此前所要证明的。

语法注2 条
  1. 9.9μήποτε οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι

    μήποτε 是一种表示委婉断言或审慎推测的惯用表达,意为“或许……不是吗”或“所说的难道不是……”。在此处,注解者在驳斥了前两种观点之后,用它来谨慎地引出自己的解释。

  2. 9.9δι’ ἀντιστροφῆς τῆς ἀποδείξεως γινομένης

    τῆς ἀποδείξεως γινομένης 是一个独立属格结构(名词加分词),并带有介词短语 δι’ ἀντιστροφῆς,表示伴随状况或手段,意为“当证明是通过换位而进行时”。它被嵌入在关系分句 ἐν ᾧ 内部,用以限定第三格中特定的证明过程。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:51.21-52.6