← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§50.31-51.20

可能推可能引理的疑难与可能小前提的归谬法证明

本节注解亚里士多德《前分析篇》34a14–34b3,阐明了“从可能得出可能”这一引理的适用条件并回应相关疑难,进而论述了在第一格中具有可能小前提和实然大前提的残缺三段论如何通过归谬法得以证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.3

Ὁσαχῶς ἄλλως λέγεται. διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον. καθόλου οὖν παντὶ δυνατῷ, ἐνδεχομένῳ, ὑπάρχοντι, ἀναγκαίῳ, δυνατὸν ἕπεται.

“以任何其他方式说。”这是由于出于多数、出于对半以及出于少数的缘故。因此,普遍地,从每一个可能的事物——偶有的可能、实然、必然——随之而来的是可能的事物。

§9.4

Ἔτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι. ἐπειδὴ δεικνὺς ὅτι δυνατῷ δυνατὸν ἕπεται ὑπέθετο τῷ Α τὸ Β ἕπεσθαι, νῦν, φησίν, δεῖ ἄμφω τὰς προτάσεις Α νοεῖν, Β δὲ τὸ συμπέρασμα· ἐκ δυνατῶν γὰρ δυνατόν. ἀλλ’ εἰ δυνατῷ δυνατὸν ἕπεται, πῶς ἐξ ἐνδεχομένων ἀναγκαῖον συνάγεται; ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων.1

“此外,当Α存在时Β存在。”由于在证明可能随可能而来时,他假定了Β随Α而来,现在,他说,必须将两个前提都理解为Α,而将结论理解为Β;因为从可能的前提出发得出的是可能的事物。但是,如果可能随可能而来,那么如何从可能前提中推导出必然结论呢?或者毋宁说,在那种情况下,中项并不是结论的原因,而是两极项的本性才是原因。

§9.5

Οὐ γάρ ἐστιν οὐδὲν ἐξ ἀνάγκης ἑνός τινος ὄντος. διὰ κατηγορικοῦ συλλογισμοῦ προσυπάκουσον,2 ἐπεὶ ἡλίου ὑπὲρ γῆν ὄντος ἡμέρα ἐστὶν πάντως.

“因为当仅有一个单一事物存在时,没有任何事物是出于必然的。”应当补充理解:通过直言三段论;因为当太阳在地面之上时,无论如何都是白天。

§9.6

Τούτου δὲ δειχθέντος. τὴν εἰρημένην ἐν τῇ θεωρίᾳ χρείαν τοῦ λήμματος διδάσκει.

“在这一点被证明之后。”他指明了在总论中谈及的该引理的效用。

§9.7

Διωρισμένων δὲ τούτων. μετὰ τοὺς τελείους, τουτέστιν τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, τοὺς ἀτελεῖς διδάσκει, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην, καὶ πρῶτον τοὺς δι’ ἀδυνάτου δεικνυμένους, τουτέστιν τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην καταφατικήν. ὑπαρχέτω γὰρ τὸ Α παντὶ τῷ Β· τὸ δὲ Β παντὶ τῷ Γ ἐνδεχέσθω· λέγω ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται. εἰ γὰρ μή, ἐξ ἀνάγκης οὐ παντί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδέχεται παντί, καὶ ὑπαρχέτω παντί· ἐπεὶ οὖν τὸ Α3 τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ δὲ Β τῷ Γ ὑπάρχει παντί, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου, ἐν ᾧ τρόπῳ τῇ χείρονι ἕπεται τὸ συμπέρασμα· τὸ Α ἄρα τῷ Β οὐ παντὶ ὑπάρχει· ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον. ἐπεὶ οὖν ψεῦδος ἅμα καὶ ἀδύνατον συνῆκται, οὐ δήπου τὴν αἰτίαν αὐτοῦ ἐπιγράψομεν τῇ ΒΓ (αὕτη γὰρ ψευδὴς καὶ δυνατή) ἀλλὰ τῇ ΑΓ. οὐκοῦν εἰ ἀδύνατον τὸ Α τῷ Γ ἐξ ἀνάγκης οὐ παντί, τὸ Α ἄρα τῷ Γ ἐνδέχεται παντί· ὅπερ ἔδει δεῖξαι. ἀλλ’ οὐκ ἀδύνατον, φασί, τὸ Α τῷ Β ὑπάρχειν παντὶ καὶ μὴ παντὶ ὑπάρχειν· τοιοῦτον γὰρ τὸ ὑπάρχον· ἀλλὰ ψεῦδος μόνον, ὥσπερ εἶχε καὶ ἡ ΒΓ. ἢ ἐπὶ μὲν τῆς ΒΓ τὸν χρόνον μεταβάλλομεν, ἐπὶ δὲ τῆς ΑΒ οὔ· ἀδύνατον δ’ ἐν τῷ αὐτῷ χρόνῳ τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ καὶ οὐ παντί ὑπάρχειν. δείκνυσι δὲ τὸν τρόπον τοῦτον καὶ ἄμφω τὰς προτάσεις μεταβαλών, τὴν μὲν ΒΓ ἐνδεχομένην εἰς ὑπάρχουσαν, τὴν δὲ ΑΒ ὑπάρχουσαν εἰς ἐνδεχομένην· δέδεικται γὰρ νῦν, ὅτε ἡ μείζων ἐνδεχομένη ᾖ, ἐνδεχόμενον τὸ συμπέρασμα. ἀλλ’ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ, καὶ ὅτε ἡ μείζων ὑπάρχουσα ἀποφατική ἐστιν, ἐνδεχόμενον συνάγεται. τί δὲ κωλύει καὶ νῦν τῷ κατὰ παντὸς χρήσασθαι καὶ τέλειον ποιεῖν τὸν συλλογισμόν; εἰ γὰρ ὅτι οὔπω γέγονεν μέρος τὸ Γ τοῦ Β, ἀλλὰ καὶ πάλαι οὔπω μέρος ἦν τὸ Β τοῦ Α. Ποιῆσαι τὸ ἀδύνατον. οὐκ ἔστιν αὕτη κυρίως εἰς ἀδύνατον ἀπαγωγή· οὐ γὰρ μέρος γέγονε τοῦ συλλογισμοῦ ἡ ὑπόθεσις τοῦ ἀντικειμένου· καὶ οὕτως ἔστιν πᾶσαν ἐπ’ εὐθείας δεῖξιν εἰς ἀδύνατον λέγειν.

“在这些被界定之后。”在完全的三段论(即大前提为可能的三段论)之后,他讲解残缺的三段论(即小前提为可能的三段论),并首先讲解通过归谬法证明的三段论(即小前提为可能肯定的三段论)。假定Α实然属于一切Β,而Β可能属于一切Γ;我主张Α可能属于一切Γ。因为如果不,则必然不属于一切;并且既然Β可能属于一切Γ,就假定它实然属于一切;既然Α必然不属于一切Γ,而Β实然属于一切Γ,那么由实然与必然的混合便产生了第三格的第五式,在这一式中结论跟随较劣的前提;因此Α不属于一切Β;但它被假定也属于一切;这是不可能的。既然同时推导出了既假又不可能的结论,我们断然不会将其原因归咎于ΒΓ(因为这前提虽假但却是可能的),而是归咎于ΑΓ。因此,如果Α必然不属于一切Γ是不可能的,那么Α就可能属于一切Γ;这就是所要证明的。但他们说,Α属于一切Β且不属于一切并非不可能(因为实然便是如此),而仅仅是假的,正如ΒΓ那样。或者毋宁说,在ΒΓ的情况下我们改变了时间,但在ΑΒ的情况下我们并未改变;而在同一时间,同一事物既属于同一事物的一切又并非属于一切是不可能的。并且他还通过改变两个前提证明了这一式,将可能前提ΒΓ改变为实然前提,将实然前提ΑΒ改变为可能前提;因为现在已经证明,当大前提为可能时,结论也是可能的。但就这一推论程序而言,即使大前提为实然否定时,推导出的也将是可能的结论。而又有什么能妨碍现在使用全称断言从而使该三段论成为完全的呢?因为如果是因为Γ尚未成为Β的一部分,那么在此前Β也同样尚未成为Α的一部分。“产生不可能的结果。”这严格说来并不是归谬法;因为矛盾对立面的假设并没有成为该三段论的一个组成部分;若是如此,便可以将一切直接证明都称为归谬法了。

语法注3 条
  1. 9.4ἢ τότε οὐκ ἔστιν ὁ μέσος ὅρος αἴτιος τοῦ συμπεράσματος ἀλλ’ ἡ φύσις τῶν ἄκρων.

    连词 ἢ 引出注解者对前述疑难(“为何从可能前提中能推导出必然结论?”)的解答。前句主语 ὁ μέσος ὅρος(谓语为 οὐκ ἔστιν ... αἴτιος)与后句主语 ἡ φύσις 构成对比;在 ἀλλ’ 之后省略了谓语 αἰτία ἐστίν,意为“两极端项的本性才是原因”。

  2. 9.5διὰ κατηγορικοῦ συλλογισμοῦ προσυπάκουσον

    动词 προσυπάκουσον 为第二人称单数命令式,是注疏中指示读者在理解时在语义上补足未明言前提的技术性用语。此处指示在理解引文时,应在句中补入介词短语 διὰ κατηγορικοῦ συλλογισμοῦ(“通过直言三段论”)。

  3. 9.7εἰ γὰρ ὅτι οὔπω γέγονεν μέρος τὸ Γ τοῦ Β, ἀλλὰ καὶ πάλαι οὔπω μέρος ἦν τὸ Β τοῦ Α.

    这是一个省略了发话动词的条件结构(如 εἰ γὰρ [λέγοι τις] ὅτι...,“因为如果[有人说]是因为……”)。归结句(apodosis)由转折连词 ἀλλὰ 引出,构成了“如果是因为……,然而此前也……”的反驳性句式骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:50.31-51.20