← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§49.31-50.30

第一格中可能与实然的混合及关于可能的引理

阿摩尼奥斯梳理了第一格中可能命题与实然命题混合推论的完全性、残缺性及结论样态,论述了关于归谬法和可能定义的引理“可能者随可能者而来”的证明,以及斯多亚派的反驳与化解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι λαμβάνηται. Μίξεως γινομένης ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι δόγματα τοῦ Ἀριστοτέλους ταῦτα· τελείους εἶναι τοὺς ἔχοντας τὴν μείζονα ἐνδεχομένην, ἀτελεῖς δὲ τοὺς ἔχοντας τὴν ἐλάττονα ἐνδεχομένην· οὗτοι γάρ, εἰ μὲν ἡ ἐλάττων ἐνδεχομένη ἀπόφασις ᾖ, ἐνδεχομένης ἀντιστροφῆς δέονται· εἰ δὲ καταφατική, διὰ τῆς εἰς ἀδύνατον1 ἀπαγωγῆς δείκνυνται. δεύτερον δόγμα· εἰ μὲν ἡ μείζων ἐνδεχομένη ᾖ ἢ ὑπάρχουσα καταφατική, ἐνδεχόμενον συνάγεται τὸ ὁρισμοῦ ἠξιωμένον· εἰ δὲ ἡ μείζων τύχῃ ὑπάρχουσα ἀποφατική, οὐκέτι τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται ἀλλὰ τὸ ἐξ ἡμισείας ἀναγκαῖον. τί δ’ ἐστὶν τοῦτο, ἐκεῖσε μαθησόμεθα. ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον2 ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἢ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον, ἵνα διὰ τοῦτο μὴ ἐπιγράψωμεν τὴν αἰτίαν τοῦ ἀδυνάτου τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ τοῦ ὑπάρχοντος (δυνατὴ γὰρ αὕτη· τὸ δὲ συναχθὲν ἀδύνατον· δυνατῷ δ’ ἀδύνατον οὐκ ἀκολουθεῖ), ἀλλὰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου. καὶ πρὸς πᾶσαν δ’ εἰς ἀδύνατον ἀπαγωγὴν συμβάλλεται τὸ λῆμμα τοῦτο καὶ πρὸς τὴν κατασκευὴν τοῦ ὁρισμοῦ τοῦ ἐνδεχομένου. τοῦ Α τοίνυν ὄντος ἔστω πάντως τὸ Β· καὶ ἔστω τὸ Α δυνατόν· λέγω ὅτι καὶ τὸ Β δυνατόν ἐστιν· εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον· ἐπεὶ οὖν τὸ Α δυνατόν, ὑποκείσθω ἐκβεβηκός· καὶ ἐπεὶ τοῦ Α ὄντος τὸ Β ἐστίν, τότε ἄρα καὶ τὸ Β ἐστίν· ἀλλὰ καὶ οὐκ ἔστιν ὡς ἀδύνατον καθ’ ἑαυτό· ὅπερ ἀδύνατον. πρὸς τὴν δεῖξιν ταύτην ἀντειπεῖν οἱ Στωικοὶ μὴ δυνάμενοι διὰ παραδειγμάτων ἀποροῦσιν οὕτως· εἰ τέθνηκε Δίων, (τέθνηκεν οὗτος)· καὶ τὸ μὲν τεθνάναι Δίωνα δυνατόν· τὸ δὲ τεθνάναι τοῦτον δεικνύμενον ὡς ζῶντα ἀδύνατον. ὅμοιον τούτῳ καὶ ‘εἰ νύξ ἐστιν, αὕτη ἡμέρα οὐκ ἔστιν· καὶ τὸ μὲν πρῶτον δυνατόν· τὸ δὲ δεύτερον ἀδύνατον’. ἢ ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου·3 τὸ μὲν γὰρ τεθνάναι Δίωνα ἀληθὲς καὶ ἐπὶ παρόντος Δίωνος καὶ ἐπὶ ἀπόντος· τὸ δὲ τεθνάναι τοῦτον ἐπὶ μόνου παρόντος. λέγε οὖν ‘εἰ τέθνηκεν οὗτος, τέθνηκε Δίων’, καὶ ἀδυνάτῳ δυνατὸν ἕπεται, ὡς καὶ ἐξ ἀδυνάτων προτάσεων ἀναγκαῖον συνάγεται, καὶ τῷ ἵππον εἶναι Σωκράτη ἕπεται τὸ καὶ ζῷον εἶναι. Ἐὰν δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. οἱ τὴν μείζονα ἐνδεχομένην ἔχοντες συλλογισμοὶ τέλειοί εἰσιν, οἱ δὲ τὴν μείζονα ὑπάρχουσαν ἀτελεῖς· ἢ γὰρ δι’ ἀντιστροφῆς δείκνυνται, ὅτε ἡ ἐλάττων ἐνδεχομένη ἀποφατική ἐστιν, ἢ δι’ ἀδυνάτου, ὅτε ἡ ἐλάττων ἐνδεχομένη καταφατική ἐστιν. καὶ οἱ στερητικοὶ τῶν συλλογισμῶν, τουτέστιν οἱ τὴν μείζονα ὑπάρχουσαν ἀποφατικὴν ἔχοντες, τὸ ἐξ ἡμισείας ἀναγκαῖον συνάγουσιν. εἰ δ’ ἡ μείζων ἐνδεχομένη ἢ ὑπάρχουσα καταφατική, τὸ ὁρισθὲν ἐνδεχόμενον συνάγεται.

“如果一前提被取为实然,另一前提被取为可能。”在第一格中产生可能与实然的混合时,亚里士多德的学说是这些:凡具有可能大前提的[推论]都是完全的,而凡具有可能小前提的[推论]都是不完全的;因为后者如果小前提为可能否定,便需要可能的换位;如果为肯定,则通过归谬法被证明。第二个学说:如果大前提为可能,或为实然肯定,则推导得出配得上定义之名的可能;但如果大前提恰好为实然否定,则推导得出的不再是被定义的可能,而是单面必然。这究竟是什么,我们将在那里学到。然而,由于在归谬法中,他在假定了待证命题的相反面后,会将另一个假前提与之交织在一起,要么把可能置换为实然,要么反之,以致不清楚假的结论是随何者而来的——是随所提命题的相反面而来,还是随可能与实然的置换而来——因此他证明:从可能的事物产生可能的事物,绝不产生不可能的事物,以便我们因此不将不可能的原因归咎于可能与实然的置换(因为这置换是可能的,而推导出的结论是不可能的,不可能绝不跟随可能而来),而是归咎于所提命题的相反面。并且这则引理既有助于一切归谬法,也有助于建立可能的定义。因此,假定当Α存在时Β必定存在;并假定Α是可能的;我主张Β也是可能的;因为如果可能,就假定其为不可能。既然Α是可能的,就假定它已经发生;并且既然当Α存在时Β存在,那么此时Β也存在;但它作为自身不可能的存在也并不存在;这是不可能的。斯多亚派无法反驳这一证明,便通过实例提出如下疑难:“如果狄翁死了,(这个人就死了);而狄翁死是可能的;但这个被指明活着的人死却是不可能的。”与此相似的还有:“如果是夜晚,这就不是白天;而前者是可能的,后者是不可能的。”或者更确切地说,前件在外延上大于后件;因为狄翁死无论是狄翁在场还是不在场时都是真的;而这个人死则唯有在他处于在场时是真的。因此应当说:“如果这个人死了,狄翁就死了”,于是可能的事物便跟随不可能的事物而来,正如从不可能的前提中也推导出必然的结论,他是一个动物也跟随苏格拉底是一匹马而来一样。“如果一前提被取为实然,另一前提被取为可能。”具有可能大前提的推论是完全的,而具有实然大前提的则是残缺的;因为它们要么通过换位被证明(当小前提为可能否定时),要么通过归谬法被证明(当小前提为可能肯定时)。在推论中属于否定的那些,即具有实然否定大前提的那些,推导出单面必然。如果大前提为可能,或为实然肯定,则推导得出被定义的可能。

§9.2

Δεῖ δὲ λαμβάνειν ἐν τῇ γενέσει δυνατὸν τὸ κυρίως ἐνδεχόμενον, ἐν δὲ τῷ ἀληθεύεσθαι τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ὑπάρχειν τὸ ὑπάρχον.

“然而在生成中必须将可能取为严格意义上的可能,在为真中取为必然,在事实属性中取为实然。”

语法注3 条
  1. 9.1εἰ γὰρ δυνατόν, ἔστω ἀδύνατον

    引入归谬法反设的惯用句式(常见于欧几里得《几何原本》等:εἰ γὰρ δυνατόν, ἔστω ...,“因为如果可能,就假定……”)。前件中的 δυνατόν 为无人称用法(“如果[作此相反假定]是可能的”),后件中的 ἀδύνατον 则是 τὸ Β 的表语。

  2. 9.1ἀλλ’ ἐπεὶ ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ὑποθέμενος τὸ ἀντικείμενον τοῦ δεικνυμένου προσπλέκει τούτῳ ἄλλην ψευδῆ πρότασιν, ἢ τὸ ἐνδεχόμενον εἰς ὑπάρχον μεταλαμβάνων ἢ ἔμπαλιν, καὶ ἄδηλον τίνι ἠκολούθησε τὸ ψεῦδος συμπέρασμα, εἰ τῷ ἀντικειμένῳ τοῦ προκειμένου ἢ τῇ μεταλήψει τοῦ ἐνδεχομένου καὶ ὑπάρχοντος, δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται καὶ οὐδέποτε ἀδύνατον

    该句的主干结构是由原因从句 ἐπεὶ ... ἄδηλον [ἐστί] 引出主节 δείκνυσι διὰ τοῦτο ὅτι δυνατῷ δυνατὸν ἕπεται。在从句内部,分词 ὑποθέμενος 作主语的修饰语与限定动词 προσπλέκει 连用,分词 μεταλαμβάνων 补充动作方式,而间接疑问从句 τίνι ἠκολούθησε ... εἰ ... ἢ ... 则充当 ἄδηλον 的表语/补足语。

  3. 9.1ἐπὶ πλέον τὸ ἡγούμενον τοῦ ἑπομένου

    省略了系动词 ἐστί 的比较结构。短语 ἐπὶ πλέον 表外延更广,全句意为“前件(τὸ ἡγούμενον)在外延上大于后件(τοῦ ἑπομένου)”。后文关于在场与不在场的论述即对此所作的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:49.31-50.30