- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:47.8-48.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯阐释了亚里士多德对可能事物的分类(通常情况、概率均等、极少数情况)以及可能换位的适用范围与柏拉图学派的质疑,进而探讨了全称可能前提根据主项模态部分的涵义。
Ἄλλον δὲ τὸ ἀόριστον. πρόσθες ἐν ὑπάρξει·1 τὸ γὰρ ὡς ἐπὶ τὸ πολὺ ἐν ἀνυπαρξίᾳ ἀόριστόν ἐστιν. ὅτι δὲ τὸ ἀόριστον κατὰ τοῦ ἐπ’ ἴσης καὶ τοῦ ἐπ’ ἔλαττον φέρει, δηλοῖ τὰ παραδείγματα· τὸ μὲν γὰρ βαδίζειν τοῦ ἐπ’ ἴσης ἐστίν, ὁ δὲ σεισμὸς τοῦ ἐπ’ ἔλαττον.
“而另一种则是不定的”。 请补充:“在实际存在中”;因为通常情况下的事物在不存在中是不定的。而他将“不定的”应用于概率均等的事物和极少数情况下的事物,例子表明了这一点;因为散步属于概率均等的事物,而地震则属于极少数情况下的事物。
Ὃ καὶ οὕτω καὶ μὴ οὕτω δυνατόν. τοῦτο ἁρμόζει καὶ τῷ ἐπ’ ἔλαττον, ἀλλὰ καὶ τῷ ὡς ἐπὶ τὸ πολύ.
“它既能够如此,也能够不如此”。 这适用于极少数情况下的事物,但也适用于通常情况下的事物。
Οὐδὲν γὰρ μᾶλλον οὕτως πέφυκεν ἢ ἐναντίως. τοῦτο διὰ τὸ μᾶλλον μόνῳ τῷ ἐπ’ ἴσης ἁρμόζει. Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ πεφυκὸς καλεῖ διὰ τὸ περὶ αὐτὸ καταγίνεσθαι τὴν φύσιν καὶ τὴν αὐτὴν μιμουμένην τέχνην.
“因为天生绝非如此更甚于相反”。 这由于“更甚”而仅适用于概率均等的事物。他将通常情况下的事物称为“天生的”,是因为自然以及模仿自然的技艺都以此为对象。
Ἀντιστρέφει μὲν οὖν. αἱ ἐνδεχόμεναι, φησίν, ἀντιστροφαὶ ἐπὶ τῶν δύο ἐνδεχομένων προβαίνουσιν· καθόλου γὰρ τὸ ἐνδεχόμενον καὶ εἶναι δύναται καὶ μὴ εἶναι. τὸ δὲ διάφορον, ὅτι ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἡ κατάφασις ἀληθεύει, ἐπὶ δὲ τοῦ ἀορίστου ἢ ἐξ ἴσου ἢ μᾶλλον ἡ ἀπόφασις. πλήν, φησίν, αἱ σκέψεις τὸ ὡς ἐπὶ τὸ πολὺ ζητοῦσιν. ἔδει οὖν διὰ τοῦτο, Ἀριστότελες, μὴ παραλαβεῖν τὰς ἐνδεχομένας ἀντιστροφάς.2 τὸ πεφυκὸς εἶναι δύναται καὶ μὴ εἶναι διὰ μόνον τὸ μὴ ἐξ ἀνάγκης εἶναι· πολλὴν γὰρ ἔχει πρόσκλισιν πρὸς τὸ εἶναι· τὸ δὲ ἐπ’ ἴσης ὡς κέντρον ὂν ὑπάρξεως καὶ ἀνυπαρξίας· ἴσον γὰρ ἑκατέρας ἀπέχει. τὸ δ’ ἐπ’ ἔλαττον παρῆκεν διὰ τὸ ἄτακτον εἶναι τὸ μέσον· οὐδὲν γὰρ μᾶλλον τὸ μέσον τῷ μείζονι ὑπόκειται ἢ οὐχ ὑπόκειται, καὶ οὐδὲν μᾶλλον τοῦ ἐλάττονος κατηγορεῖται ἢ οὐ κατηγορεῖται· καὶ ἐπ’ ἔλαττον αἱ τέχναι τυγχάνουσι τοῦ τέλους, μᾶλλον ἀτεχνίαι εἰσὶν ἢ τέχναι.
“因此它换位”。 他说,可能的换位在两种可能的事物上进行;因为一般而言,可能的事物既能够存在也能够不存在。但不同之处在于,在通常情况下的事物中,肯定命题更真实,而在不定的事物中,要么二者均等,要么否定命题更真实。他说,“只是探究寻求的是通常情况下的事物”。因此,亚里士多德啊,因这个缘故本不应当采用可能的换位。天生的事物之所以既能够存在又能够不存在,仅仅是因为它不是必然地存在;因为它对于存在具有很大的倾向;而概率均等的事物如同存在与不存在的中心;因为它与二者距离相等。他略去了极少数情况下的事物,是因为中项是无序的;因为中项作为大项的主项并不甚于不作为主项,作为小项的谓项也并不甚于不作为谓项;而且如果诸技艺仅在极少数情况下达到目的,它们与其说是技艺,不如说是无技艺。
Οὐ μὴν εἴωθέ γε ζητεῖσθαι. δικαίως ἄρα οἱ Πλατωνικοὶ οὐ προσίενται τὰς ἐνδεχομένας ἀντιστροφάς· ζητοῦμεν γὰρ αὐτὰς διὰ τοὺς συλλογισμούς· οἱ δὲ συλλογισμοὶ ὑπὸ τεχνῶν ἢ ἐπιστημῶν προβάλλονται.
“然而人们并不习惯去探究它”。 因此,柏拉图学派的人不接受可能的换位是合情合理的;因为我们是为了三段论而探究它们;而三段论是由技艺或科学提出的。
Ταῦτα μὲν οὖν. ἐν γὰρ τῷ δευτέρῳ τῆς Φυσικῆς σαφέστερον διελεῖ τὸ ἐνδεχόμενον εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον, καὶ διακρινεῖ τὰ περὶ αὐτὰ καταγινόμενα, ὅτι ὅπου μὲν φύσις καὶ τέχνη, ὅπου δὲ προαίρεσις, ὅπου δὲ τύχη καὶ αὐτόματον.
“关于这些,那么”。 因为在《物理学》第二卷中,他将把可能的事物更清楚地区分为通常情况下的、概率均等的和极少数情况下的,并辨析与它们相关的事物:何处是自然与技艺,何处是抉择,何处是运气与自发偶然。
Καὶ τίς. κατὰ τὸν τρόπον τοῦ συμπεράσματος. Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν. ὅτι τὸ ἐνδέχεσθαι παντὶ δύο σημαίνει· πάντως μὲν γὰρ ὑπάρχει τὸ Α τοῖς ὑπὸ τὸ Β διὰ τὸν ὅρον τοῦ κατὰ παντός, ἀλλ’ ἢ ἐνδεχομένοις μέρεσιν οὖσιν τοῦ Β ἢ ὑπάρχουσιν. καὶ τὸ μὲν πρῶτον εἰλήφθω νῦν, ἐπειδὴ περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων διαλεγόμεθα· τὸ δὲ δεύτερον περιμενέτω τὴν μῖξιν ἐνδεχομένου καὶ ὑπάρχοντος. ἵνα δὲ μῖξις ᾖ καὶ ἐνδεχομένου καὶ ἀναγκαίου, τὸ ἐνδεχόμενον παντὶ τρία σημαινέτω, ὅτι τὸ Α τοῖς ὑπὸ τὸ Β ὑπάρχει ἢ ἀναγκαίοις αὐτοῦ μέρεσιν οὖσιν ἢ ἐνδεχομένοις ἢ ὑπάρχουσιν· ἰσοδυναμεῖ γάρ, φησίν, ἡ τὸ Α τῷ Β παντὶ κατηγορικὴ τῇ κατὰ πρόσληψιν καθ’ οὗ τὸ Β, τὸ Α·3 τὸ δὲ Β μέρη ἔχει διάφορα, ὑπάρχοντα, ἀναγκαῖα, ἐνδεχόμενα. τὰ δὲ αὐτὰ καὶ ἐπὶ τῆς ὑπάρχει παντὶ καὶ ἐξ ἀνάγκης παντὶ ἁρμόσει.
“以及怎样的”。 根据结论的模态[是怎样的三段论]。“既然这个可能属于这个”。 因为“可能属于一切”具有两种含义:由于“关于一切”的定义,Α无论如何都属于Β之下的事物,但这或是作为Β的可能部分,或是作为实然部分。第一种现在应当被采纳,既然我们正在讨论由两个可能前提构成的组合;第二种则有待可能与实然的混合。为了也能有可能与必然的混合,“可能属于一切”应当具有三种含义,即Α属于Β之下的事物,或是作为其必然部分,或是作为可能部分,或是作为实然部分;因为他说,直言命题“Α属于一切Β”等价于带有涵摄的命题“Β被表述的事物,Α[属于它]”;而Β具有不同的部分:实然的、必然的、可能的。同样的情况也适用于“属于一切”和“出于必然属于一切”。
Τὸ γὰρ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἀντὶ τοῦ ὑπάρχοντος ἀκουστέον.
因为“Β被表述的事物,Α可能是”,应当被理解为代替了“属于”。
Οὕτω γάρ. ἴσμεν τὸ συμπέρασμα, ὅτι ὁμοιοσχήμονες αἱ τοῦ αὐτοῦ τρόπου.
“因为这样”。 我们知道结论,即相同模态的前提组合具有相同的形式。
- 7.11πρόσθες ἐν ὑπάρξει
使用祈使动词 πρόσθες(προστίθημι 的第二不定过去时主动态单数祈使式)提出的注疏性指示,要求读者在理解时补入短语 ἐν ὑπάρξει(“在实际存在中”),紧随其后的 γάρ 小句给出了其理由。
- 7.14ἔδει οὖν διὰ τοῦτο, Ἀριστότελες, μὴ παραλαβεῖν τὰς ἐνδεχομένας ἀντιστροφάς
通过呼格 Ἀριστότελες 和无人称动词 ἔδει(表示未实现的应然的未完过去时)构成的呼语修辞。基于亚里士多德自身所说的“探究寻求通常情况下的事物”,修辞性地指出他本不该引入可能的换位。
- 7.17τῇ κατὰ πρόσληψιν καθ’ οὗ τὸ Β, τὸ Α
逻辑学术语 ἡ κατὰ πρόσληψιν[πρότασις]指带有附加假定(涵摄)的命题。其后的 καθ’ οὗ τὸ Β, τὸ Α 是其公式表达(“凡Β被陈述者,Α属于之”),将直言命题的主项在外延上展开。
