← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§48.8-49.12

两前提皆为可能命题的第一格三段论

安摩尼乌注解亚里士多德《前分析篇》32b38起关于两个前提皆为可能命题的第一格三段论。他解释了由于引入可能换位而产生不完全三段论、否定小前提以及式增加至八个的原因,并通过词项反例论证了大前提为特称时何以不能构成推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Α ΣΧΗΜΑ ΕΞ ΑΜΦΟΤΕΡΩΝ ΕΝΔΕΧΟΜΕΝΩΝ. Ὅταν οὖν τὸ Α καὶ τὰ λοιπὰ τοῦ πρώτου σχήματος. [Εἰπὼν ποσαχῶς ἐνδεχόμενόν ἐστιν καὶ ὁρισάμενος τὸ κυρίως ἐνδεχόμενον καὶ παραδοὺς τὰς ἐνδεχομένας ἀντιστροφάς, ὅτι αἱ καθόλου πρὸς ἀλλήλας καὶ τὰς διαγωνίους μερικάς, αἱ δὲ μερικαὶ πρὸς ἀλλήλας μόνον,] παραδοὺς τὰ σημαινόμενα τοῦ κυρίως ἐνδεχομένου, ὧν ἑκάστῳ βούλεται καὶ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου ἀντιστρέφειν,1 καὶ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ τὴν νῦν τάξιν ὑφηγησάμενος, ὅτι μετὰ τὰς ἐνδεχομένας ἐν πρώτῳ σχήματι οὐ παραδίδωσι τὰς ἐνδεχομένας ἐν δευτέρῳ σχήματι ἀλλὰ πρῶτον τὴν μῖξιν ὑπάρχοντος καὶ ἐνδεχομένου ἐν πρώτῳ σχήματι, περὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων συλλογισμῶν διαλέγεται. τούτοις δὲ ξένα τινὰ συμβέβηκεν· οὐ γὰρ ἔτι πάντες οἱ ἐν πρώτῳ σχήματι τέλειοι, ἀλλ’ οἱ μὲν τέλειοι οἱ δ ἀτελεῖς, καὶ ἐκ δύο ἀποφάσεων γίνεται, καὶ οὐκέτι τέσσαρες οἱ συλλογιστικοὶ τρόποι τοῦ πρώτου σχήματος ἀλλ’ ὀκτώ· οἷον οὐκέτι δύο ἴδια τοῦ πρώτου σχήματος, τὸ τὴν μείζονα καθόλου εἶναι τὴν δ ἐλάττονα καταφατικήν, ἀλλ’ ἓν μόνον, τὸ τὴν μείζονα καθόλου εἶναι. τῆς δ αἰτίας τούτων ἀπὸ τοῦ πρώτου ἀρξόμεθα διὰ τὴν συνέχειαν τοῦ λόγου τὸ πέρας τοῦ ὅτι ἀρχὴν τοῦ διότι ποιούμενοι. ἐπεὶ τοίνυν δέδεικται ὅτι ἐπὶ τοῦ ἐνδεχομένου κατὰ τὰς ἐνδεχομένας ἀντιστροφὰς αἱ μερικαὶ πρὸς ἑαυτὰς μόνας ἀντιστρέφουσιν, οὐκέτι δὲ πάντως καὶ πρὸς τὰς καθόλου, διὰ τοῦτο ἡ μὲν ἐλάττων, κἂν ἀπόφασις ᾖ, εἰς κατάφασιν μεταβάλλει καὶ συλλογιστικὴ γίνεται· ἡ δὲ μείζων ἐὰν ᾖ μερική, οὐ μεταβάλλει εἰς καθόλου, καὶ διὰ τοῦτο οὐ γίνεται συλλογισμός. καὶ τέλειοι μέν εἰσιν οἱ τὴν ἐλάττονα καταφατικὴν ἔχοντες ὡς διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δεικνύμενοι· ἀτελεῖς δὲ οἱ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες ὡς ἐνδεχομένης ἀντιστροφῆς δεόμενοι. ὀκτὼ δέ εἰσι συλλογισμοὶ τοῦ πρώτου σχήματος, ἐπειδὴ τῆς μείζονος καθόλου οὔσης ἡ ἐλάττων ἢ καθόλου ἐστὶν ἢ μερική, καὶ ἑκατέρως τετραχῶς παρὰ τὸ ποιόν. καὶ ταῦτα μὲν περὶ τῶν συλλογιστικῶν τρόπων. Ἀσυλλόγιστοι δὲ πάντες οἱ τὴν μείζονα μερικὴν ἔχοντες· ἐπεὶ γὰρ ὑπερέχεται τὸ Α ὑπὸ τοῦ Β (τὸ γὰρ Α τινὶ τῷ Β ὑπάρχει), ὑπερεχέσθω τὸ Α ὑπὸ τοῦ Β τῷ Γ· τὸ δὴ Α τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης ὑπάρχει· οἷον λευκόν, κινούμενον, κόραξ. εἰ δὲ τὸ Α οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, οὐδὲν ἐνδεχόμενον συνάγεται, οὐ τὸ παντί, οὐ τὸ οὐδενί, οὐ τὸ τινί, οὐ τὸ οὐ παντί, καὶ διὰ τοῦτο ἀσυλλόγιστος ἡ συζυγία· εἰ γὰρ ἦν συλλογιστική, ἐξ ἀμφοτέρων ἐνδεχομένων οὖσα ἐνδεχόμενον συνῆγεν, ὥσπερ ἐξ ἀμφοτέρων ὑπαρχουσῶν ὑπάρχον καὶ ἐξ ἀμφοτέρων ἀναγκαίων ἀναγκαῖον. καὶ τί λέγω τὴν τοιαύτην συζυγίαν μηδὲν συνάγειν ἐνδεχόμενον; καθόλου γὰρ οὐδὲν συνάγει, οὐ τὸ ἐνδεχόμενον, οὐ τὸ ὑπάρχον, οὐ τὸ ἀναγκαῖον, ἐπειδὴ συνάγει τὸ μὲν ἐξ ἀνάγκης παντὶ οὕτως· λευκόν, περιπατοῦν, κύκνος· τὸ δὲ ἐξ ἀνάγκης οὐδενὶ λευκόν, περιπατοῦν, κόραξ· καὶ ἡ μὲν τὸ ἐξ ἀνάγκης παντὶ συνάγει, οὐδεμία ἀπόφασις συνάγεται, οὐκ ἐνδεχομένη, οὐκ ἀναγκαία, οὐχ ὑπάρχουσα· ἡ δὲ τὸ ἐξ ἀνάγκης οὐδενί, οὐδεμία τῶν αὐτῶν καταφάσεων. ἐπεὶ οὖν, εἰ συνῆγεν, ἢ κατάφασιν συνῆγεν ἢ ἀπόφασιν, καὶ καθ’ ἑκάτερον τούτων ἢ ἐνδεχομένως ἢ ὑπαρχόντως ἢ ἀναγκαίως, δέδεικται δὲ μηδὲν τούτων συνάγουσα, ἀσυλλόγιστος ἄρα ἐστίν. ζητητέον δὲ μὴ ὅσον ἐπὶ τοῖς ἐκτεθεῖσιν ὅροις οὐ γίνεται συλλογισμὸς οὐδεὶς2 ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν πρώτῳ σχήματι. εἰ δ’ αἱ ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ παραδεκτέαι εἰσὶν ὡς μὴ φυλάττουσαι τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, δῆλον ὡς οὐδὲ τὰς περὶ τοῦ πρώτου σχήματος ἐννοίας μετακινήσουσι Θεόφραστος καὶ Εὔδημος καὶ οἱ ἀπὸ Πλάτωνος· διὰ γὰρ τὰς ἐνδεχομένας ἀντιστροφὰς καὶ ἀτελεῖς ἦσαν ἐν πρώτῳ σχήματι καὶ συλλογιστικοὶ τὴν ἐλάττονα ἀποφατικὴν ἔχοντες καὶ ὀκτὼ τὸν ἀριθμόν.

由两个可能前提构成的第一格。 “因此当Α”,以及第一格的其余部分。 [在说明了可能事物有多少种说法、定义了严格意义上的可能事物并传授了可能的换位——全称命题相互换位并与对角线上的特称命题换位,而特称命题仅相互换位——之后,]在传授了严格意义上的可能事物的诸含义(他也希望可能事物的定义与其中每一个含义相互换位)、传授了可能的换位并指明了目前的次序(即在第一格的可能前提之后,他并不传授第二格的可能前提,而是首先传授第一格中实然与可能的混合)之后,他论述了由两个可能前提构成的三段论。在它们身上发生了一些反常之事:第一格中的推论不再全都是完全的,而是有的完全、有的不完全;并且由两个否定命题也能产生推论;第一格的推论格(式)也不再是四个,而是八个;犹如第一格的固有特征不再是两个(大前提全称、小前提肯定),而仅剩一个:大前提全称。关于这些的原因,由于论述的连贯性,我们将从第一项开始,把“是什么”的终点作为“为什么”的起点。因此,既然已经表明,在可能事物上,根据可能的换位,特称命题仅相互换位,而绝不再与全称命题换位,由于这个缘故,小前提即便是否定的,也会转变为肯定并成为推论性的;但大前提如果是特称的,则不会转变为全称,由于这个缘故便不能产生三段论。凡是以肯定命题为小前提的推论都是完全的,因为它们仅通过“关于一切”和“关于无”便可得到证明;而凡是以否定命题为小前提的推论都是不完全的,因为它们需要可能的换位。第一格的三段论有八个,是因为在大前提全称的情况下,小前提或是全称或是特称,在这两种情况下根据质各有四种。关于推论格(式)的情况便是如此。 凡是以特称命题为大前提的组合全都是无推论性的。因为既然Α被Β所超出(因为Α属于某个Β),那么就设Α被Β所超出达Γ那么多;于是Α必然不属于任何Γ:例如白、运动的、乌鸦。但如果Α必然不属于任何Γ,就得不出任何可能的结论,既不是“属于一切”,也不是“不属于任何”,既不是“属于某个”,也不是“不属于一切”,由于这个缘故该组合是无推论性的;因为如果它是推论性的,既然由两个可能前提构成,它本应得出可能的结论,正如由两个实然前提得出实然结论、由两个必然前提得出必然结论一样。我为何说这样的组合得不出任何可能的结论呢?因为它普遍地什么也得不出——既不是可能的,也不是实然的,也不是必然的——既然它通过这种方式得出“出于必然属于一切”:白、散步的、天鹅;而得出“出于必然不属于任何”:白、散步的、乌鸦;当其中一种组合得出“出于必然属于一切”时,得不出任何否定,既非可能的、亦非必然的、亦非实然的否定;而当另一种得出“出于必然不属于任何”时,得不出这些相同的任何肯定。因此,如果它能得出结论,它本应得出肯定或否定,并且在二者的每一种中或是可能地、或是实然地、或是必然地得出,但既然已表明它得不出这些中的任何一个,因此它是无推论性的。然而应当探究,是否就所列出的词项而言,在第一格中由两个可能前提构成的三段论完全无法成立。但是,如果可能的换位由于未能保留通常情况下的可能事物而不应被采纳,那么显然泰奥弗拉斯托斯、欧德谟以及柏拉图学派的人也不会改变关于第一格的观念;因为正是由于可能的换位,第一格中才有了不完全的三段论,有了以否定命题为小前提的推论性组合,并且在数目上为八个。

语法注2 条
  1. 8.1ὧν ἑκάστῳ βούλεται καὶ τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου ἀντιστρέφειν

    关系代词 ὧν 的先行词是 τὰ σημαινόμενα。不定式 ἀντιστρέφειν 用作不及物动词,具有逻辑学上的“相互换位/外延等同”之意(即定义与被定义项可互换),与格 ἑκάστῳ 表示与之换位的对象(“与其中每一个”)。

  2. 8.1ζητητέον δὲ μὴ ὅσον ἐπὶ τοῖς ἐκτεθεῖσιν ὅροις οὐ γίνεται συλλογισμὸς οὐδεὶς

    由动词性形容词 ζητητέον(“应当探究”)引导的 μή 从句构成了表达探究或存疑的间接从句(“是否……”)。随后的 οὐ(由 οὐδεὶς 加强)否定从句内的谓语动词(οὐ γίνεται),配合 ὅσον ἐπὶ 加与格(“就……而言”),提出“是否就所列出的词项而言完全无法成立任何推论”的设问与探讨。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:48.8-49.12