- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:46.10-47.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注释亚里士多德《前分析篇》32a17–32b9,探讨了可能前提的定义、可能换位(仅改变质的换位)的各种形式,以及可能事物的细分(通常情况与极少数情况)与必然性及不可能性的界限。
Διὰ τίνων; ὅτι διὰ δύο τοὐλάχιστον προτάσεων. πῶς; ὅτι τοῦ μέσου ἢ κατηγορουμένου μόνως ἢ ὑποκειμένου ἢ ἀμφότερα. πότε; ὅτι τῶν ἰδίων σωζομένων καθ’ ἕκαστον σχῆμα, ὡς καὶ ἐπὶ τοῦ ἁπλῶς συλλογισμοῦ ἐλέγετο. διὰ τί οὖν καὶ νῦν πρόσκειται ταῦτα; διότι τινὲς ἀσυλλόγιστοι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου συλλογιστικοὶ γίνονται ἐπὶ ἐνδεχομένου. λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον σπερματικῶς.1 προέλαβεν τὰ σημαινόμενα τοῦ ἐνδεχομένου· ὕστερον δὲ ἐξαπλοῖ αὐτά· ἔδει γὰρ τὸ τί σημαίνει τοὔνομα τοῦ τί ἔστιν προηγήσασθαι καὶ μὴ πάντῃ ὑπερτεθῆναι.
“通过什么[成立]?”答案是通过至少两个前提。“如何成立?”答案是由于中项或者仅作为谓项,或者仅作为主项,或者二者兼具。“何时成立?”答案是当各格固有的条件得以保持时,正如对于单纯的三段论所说的那样。那么,为什么现在也附加上这些呢?因为在实然和必然情况下某些非三段论的组合,在可能情况下变成了三段论式的。“我将能够是以及可能的事物以萌芽的方式说出”。他预先阐明了可能的各种含义;随后再加以展开;因为名称意味着什么应当先于它是什么,而不应被完全推迟。
Τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν. τί βούλεται ὁ ‘γάρ’ σύνδεσμος; ἢ ὅτι ἀπέφησε τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου2 καὶ τοῦ ἀναγκαίου ἐνδεχομένου ὄντος.
“因为我们同名异义地称必然的也是可能的”。 连词“因为”意指什么?或者说,是因为他从可能中否定了必然,尽管必然也是可能的。
Ἤτοι τὰ αὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις. τὰ αὐτά ἐστιν τῷ σημαινομένῳ· ἀκολουθεῖ δὲ ἀλλήλοις τῇ προφορᾷ μὴ ὄντα τὰ αὐτά.
“要么是相同的,要么彼此相随”。 在意义上是相同的;但在表述上并不相同,而是彼此相随。
Κατὰ παντὸς γὰρ ἢ φάσις ἢ ἀπόφασις. αἰνίττεται τὸ λῆμμα τὸ λέγον ὅτι, ἐὰν δύο ἀντιφάσεων θάτερον μόριον ἀντιστρέφῃ, καὶ τὸ λοιπὸν ἀντιστρέψει.
“因为对一切事物,要么肯定要么否定”。 他暗示了这样一条辅助命题,即:如果两个矛盾对中的任一部分换位,剩余的部分也将换位。
Συμβαίνει δέ. τὸ δεύτερον κεφάλαιον, αἱ ἐνδεχόμεναι ἀντιστροφαί· τὰς γὰρ ἁπλᾶς ἀντιστροφὰς οὐ παραδίδωσι νῦν τῶν ἐνδεχομένων προτάσεων, ἐπεὶ μηδὲ δεῖται αὐτῶν ἐν τῷ πρώτῳ σχήματι. πῶς πᾶσαι ἀντιστρέφουσιν; ἐπειδὴ αἱ καθόλου καὶ ἀλλήλαις καὶ ταῖς μερικαῖς ἀντιστρέφουσιν. ὅτι οὐ δι’ ἀντιστροφῆς τὸ παντὶ τῷ τινὶ ἰσοδυναμεῖ ἢ τὸ οὐδενὶ τῷ οὐ παντί· τὸ γὰρ ποιὸν ἔμεινεν. ὅτι αἱ νῦν ἀποφάσεις φωνῇ μόνον εἰσὶν ἀποφάσεις· ὁ γὰρ τρόπος ἀκέραιος ἔμεινεν.
“然而发生了”。 第二章,即可能的换位。因为他现在并未讲授可能前提的单纯换位,既然他在第一格中甚至不需要它们。如何是所有前提都换位?因为全称前提既彼此换位,也与特称前提换位。“对一切”等价于“对某一”,或“对无一”等价于“非对一切”,并不是通过换位实现的;因为质保持不变。现在的否定仅在语音上是否定;因为模态保持完好无损。
Οἷον τὸ ἐνδέχεται ὑπάρχειν. ὅτι ἡ ἀπροσδιόριστος κατάφασις τῇ ἀπροσδιορίστῳ ἀποφάσει ἀντιστρέφει, καὶ τὸ παντὶ τῷ οὐδενὶ καὶ οὐ παντί, καὶ τὸ οὐδενὶ τῷ παντὶ καὶ τινί, τὸ δὲ τινὶ μόνῳ τῷ οὐ παντί.
“例如可能属于”。 这是说,无规定肯定与无规定否定换位,“对一切”与“对无一”以及“非对一切”换位,“对无一”与“对一切”以及“对某一”换位,而“对某一”仅与“非对一切”换位。
Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων. ὡς γὰρ τὸ παντὶ ἀντιστρέφει τῷ οὐδενὶ καὶ οὐ παντί, οὕτως καὶ τὸ οὐδενὶ καὶ παντὶ καὶ τινί. ὅτι δείκνυσιν τὰς καθόλου ἀντιστρεφούσας ἀλλήλαις καὶ τὰς μερικὰς ἀλλήλαις οὐ διὰ τοῦ ὅρου τοῦ ἐνδεχομένου· οὗτος γὰρ τὸ ἐνδεχόμενον ὑπάρχον ποιεῖ. ἀλλὰ τῷ τὸ ἐνδεχόμενον εἶναι ἐνδέχεσθαι καὶ μὴ εἶναι,3 ὡς τὸ εἶναι μὲν ἐπὶ τῶν ἀπροσδιορίστων καὶ ἄνευ τρόπου προτάσεων κατάφασιν ποιεῖ, οὕτως καὶ τὸ ἐνδεχόμενον. τοῦτο δὲ τὸ κῶλον καὶ ἐν τοῖς τρισὶ σχήμασιν εἴρηται.
“对于其余各项也是以同样的方式”。 因为正如“对一切”与“对无一”及“非对一切”换位一样,同样地“对无一”也与“对一切”及“对某一”换位。他证明全称前提彼此换位以及特称前提彼此换位,并不是通过可能的定义;因为这一定义使可能成为实然的;而是通过可能存在的事物也可能不存在;正如在无规定且无模态的前提中“存在”构成肯定一样,可能也是如此。而这一分句在三个格中也已被言明。
Πάλιν λέγωμεν· ᾐνίξατο γὰρ ἤδη τὰ σημαινόμενα τοῦ ἐνδεχομένου. ἢ πάλαι μὲν εἶπε τὰ σημαινόμενα τοῦ ἁπλῶς ἐνδεχομένου, νῦν δὲ τοῦ κυρίως. τὸ δὲ πάλιν, διότι τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ τῶν ἀντιδιῃρημένων καὶ ἐν τοῖς τρισὶ σχήμασιν ἐμνημόνευσεν. Ὅτι τὸ ὡς ἐπὶ τὸ πολὺ σχεδὸν ἀναγκαῖόν ἐστιν καὶ διαλεῖπον ἀναγκαῖον· τὸ δὲ ἐπ’ ἔλαττον σχεδὸν ἀδύνατον καὶ διαλεῖπον ἀδύνατον· διὰ γὰρ τὸ ἐπ’ ἔλαττον οὐκ ἀναγκαῖον τὸ ὡς ἐπὶ τὸ πολύ· διὰ δὲ τὸ ὡς ἐπὶ τὸ πολὺ οὐκ ἀδύνατον τὸ ἐπ’ ἔλαττον. Διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον. δύο αἴτια τοῦ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον μὴ ἐκβαίνειν, ἢ τὸ ὑποκείμενον μὴ ὂν ἢ τὸ κατηγορούμενον μὴ ὄν· πέφυκε γὰρ ἄνθρωπος ὡς ἐπὶ τὸ πολὺ ἐν γήρᾳ πολιοῦσθαι καὶ ἀκμάζειν καὶ παρακμάζειν· ἀλλὰ καὶ μειράκιον ὂν ἀπόλλυται, ἢ καὶ εἰς γῆρας ἐλθὼν οὐ πολιοῦται διά τινα ἰδιότητα κατὰ γένος.
“我们再说一遍”。 因为他已经暗示了可能的各种含义。或者说,从前他讲授的是单纯可能的含义,而现在讲授的是严格意义上的可能。而说“再说一遍”,是因为关于通常情况下的事物及其对立区分的事物,他在三个格中也都提及过。通常情况下的事物几乎是必然的,是间歇性的必然;而极少数情况下的事物几乎是不可能的,是间歇性不可能的;因为因极少数情况的缘故,通常情况下的事物并非必然;而因通常情况的缘故,极少数情况下的事物并非不可能。 “由于人并不总是存在”。 通常情况下的可能事物未能实现有两个原因:要么是主项不存在,要么是谓项不存在;因为人天生在通常情况下年老时变白发、成熟并衰落;但有人在年轻时便夭折,或者达到老年时因某种种族特质而并未变白发。
Ἢ ἐξ ἀνάγκης. πῶς ἐξ ἀνάγκης; ἢ ἐπὶ τῇ προσεχεστάτῃ ὕλῃ ἐξ ἀνάγκης τὸ εἶδος ἐπιγίνεται.
“或者出于必然”。 如何出于必然?或者说:在最邻近的质料上,形式出于必然性而生成。
- 7.2λέγω δ’ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον σπερματικῶς
阿摩尼奥斯将解释性副词 σπερματικῶς(“以萌芽方式”/“提纲挈领地”)直接附在亚里士多德的原句(32a17:λέγω δ' ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον)之后,指出亚里士多德在深入详述之前仅概括性地给出了用语的范围。
- 7.3τί βούλεται ὁ ‘γάρ’ σύνδεσμος; ἢ ὅτι ἀπέφησε τὸ ἀναγκαῖον τοῦ ἐνδεχομένου
针对询问引文中连词 γάρ(“因为”)语法用意的问句,注解采用了古代注释中常见的回答格式 ἢ ὅτι...(“或者说,是因为……”)。ἀπέφησε(否定了)的主语是亚里士多德,属格 τοῦ ἐνδεχομένου 用作分离属格。
- 7.8ἀλλὰ τῷ τὸ ἐνδεχόμενον εἶναι ἐνδέχεσθαι καὶ μὴ εἶναι
属于 οὐ διὰ τοῦ ὅρου... ἀλλὰ τῷ...(“不是通过定义……而是通过……”)的对比结构。带冠词的与格不定词句 τῷ... 表原因。其内部以 τὸ ἐνδεχόμενον εἶναι(“可能存在的事物”)为宾格主语,不定式 ἐνδέχεσθαι 为谓语动词,后接补充不定式 καὶ μὴ εἶναι(“也不存在”)。
