← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§44.39-46.9

可能模态三段论概述与可能的定义与分类

在亚里士多德于《前分析篇》中转向可能模态三段论之际,阿摩尼奥斯概述了全篇的论述顺序,并先行阐明了三个预备要点:可能的定义、仅转换质的可能换位法及其限制,以及可能的多种意义分类(多数情况、均等可能与极少数情况)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

Περὶ δὲ τοῦ ἐνδεχομένου. Μετὰ τοὺς ὑπάρχοντας συλλογισμοὺς καὶ τοὺς ἀναγκαίους καὶ τὴν μῖξιν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου μέτεισι καὶ ἐπὶ τὸ ἐνδεχόμενον. καὶ πρῶτον διδάσκει τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν πρώτῳ σχήματι, εἶτα τὴν μῖξιν ἐνδεχομένου καὶ ὑπάρχοντος ἐν πρώτῳ σχήματι καὶ τέλος τὴν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι· εἶτα τοὺς ἐξ ἀμφοτέρων ἐνδεχομένων ἐν δευτέρῳ σχήματι καὶ τὰς δύο μίξεις ἐν τῷ αὐτῷ σχήματι· εἶτα τὰ αὐτὰ τρία ἐν τρίτῳ σχήματι. καὶ πρό γε τούτων πάντων προλαμβάνει τί τὸ ἐνδεχόμενον, τὰς ἐνδεχομένας ἀντιστροφάς, ποσαχῶς τὸ ἐνδεχόμενον. ἐνδεχόμενον τοίνυν ἐστὶν οὗ μὴ ὄντος, τεθέντος δ’ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει.1 ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὔπω μὲν πάρεστιν, δύναται δὲ παρεῖναι καὶ μετὰ τὸ παρεῖναι ἀπεῖναι, διότι μὲν οὔπω πάρεστιν, οὐκ ἔστιν ὑπάρχον· διότι δὲ δύναται παρεῖναι, οὐκ ἔστιν ἀδύνατον· διότι δὲ μετὰ τὸ παρεῖναι δύναται ἀπεῖναι, οὐκ ἔστιν ἀναγκαῖον. διὰ τοῦτο ταῖς ἀποφάσεσι τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου καὶ ἀδυνάτου ὁρίζεται· οὗ μὲν γὰρ μὴ ὄντος, ἐπειδὴ οὐκ ἔστιν ἀναγκαῖον· τεθέντος δὲ ὑπάρχειν, ἐπειδὴ οὐκ ἔστιν ὑπάρχον· εἰ γὰρ ἦν ὑπάρχον, οὐκ ἐδεόμεθα τοῦ ὑποθέσθαι αὐτὸ ὑπάρχον· διότι δὲ οὐδὲν ἀδύνατον συμβαίνει, οὐκ ἔστιν ἀδύνατον. καὶ καλῶς εἴρηται οὐδὲν ἀδύνατον συμβαίνει, οὐχὶ δὲ οὐδὲν ψεῦδος· ἕπεται γὰρ ψεῦδος, ἐπειδὴ καὶ τὸ ἐνδεχόμενον ὑποθέσθαι ὑπάρχον ψεῦδός ἐστιν, εἰ καὶ μὴ ἀδύνατον. καὶ ὅτι τοῦτό ἐστιν τὸ ἐνδεχόμενον, δηλοῦσιν αἱ εἰς ἀδύνατον ἀπαγωγαί· εἰπόντες γάρ ‘εἰ γὰρ δυνατόν, ἔστω τὸ ἀντικείμενον’ τῷ ἀδύνατον ἐπακολουθεῖν λέγομεν μὴ ἐνδέχεσθαι τὸ ἀντικείμενον [καὶ] διὰ τὸν ὅρον τοῦ ἐνδεχομένου, καὶ ταύτῃ ἀναγκαῖον ποιοῦμεν τὸ προκείμενον. τὸν δὲ ὅρον τοῦ ἐνδεχομένου κατασκευάζει ὁ Ἀριστοτέλης ἐφεξῆς μὲν ἀπὸ τοῦ δυνατοῖς δυνατὰ ἕπεσθαι καὶ ἀδυνάτοις ἀδύνατα, νῦν δὲ οὕτως· εἰ γὰρ οὐκ ἐνδέχεται εἶναι, ἀνάγκη μὴ εἶναι καὶ ἀδύνατον εἶναι· καὶ τὰ ἀντικείμενα ἄρα, ὃ ἐνδέχεται εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ εἶναι καὶ οὐκ ἀδύνατον εἶναι. καὶ διὰ τοῦτο τὸ ἐνδεχόμενον τῇ ἀποφάσει τοῦ ἀναγκαίου καὶ ἀδυνάτου ὥρισται· καθόλου γὰρ ὧν ἀντιφάσεων θάτερα μόρια συναληθεύει, τούτων καὶ τὰ λοιπὰ συναληθεύει. ἔστωσαν γὰρ δύο ἀντιφάσεις αἱ ΑΒ, ΓΔ, καὶ τὰ ΑΓ συναληθευέτωσαν· λέγω ὅτι καὶ τὰ ΒΔ συναληθεύει· εἰ γὰρ δυνατόν, ἐπὶ τοῦ Ε τὸ Β ἀληθευέτω, τὸ Δ δὲ μή· ἐπεὶ οὖν κατὰ παντὸς ἢ φάναι ἢ ἀποφάναι, τὸ δὲ Δ οὐχ ὑπάρχει τῷ Ε, τὸ Γ ἄρα ὑπάρχει τῷ Ε· ὥστε καὶ τὸ Α· ἀλλὰ καὶ τὸ Β διὰ τὴν ὑπόθεσιν· ὅπερ ἀδύνατον. β. Ἦσαν αἱ ἀντιστροφαὶ τοῦ ἐνδεχομένου οὐχ αἱ ἁπλαῖ (ταύτας γὰρ παραδώσει μετὰ τὸ πρῶτον σχῆμα, ὅπου καὶ δέεται αὐτῶν· τὰ γὰρ ἄλλα σχήματα δι’ ἁπλῆς ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα ἀνάγεται) ἀλλ’ αἱ ἐνδεχόμεναι αἱ τὸ ποιὸν μόνον ἀμείβουσαι τὴν δὲ τάξιν τῶν ὅρων φυλάττουσαι. κατὰ ταύτην τοίνυν τὴν ἐνδεχομένην ἀντιστροφὴν αἵ τε καθόλου πρὸς ἀλλήλας ἀντιστρέφουσιν καὶ 〈αἱ〉 μερικαὶ πρὸς ἀλλήλας· διὰ τὸν ὅρον τοῦ ἐνδεχομένου ὃ ἐνδέχεται 〈οὐδενί, ἐνδέχεται〉 καὶ παντί, καὶ ἔμπαλιν· καὶ ὃ ἐνδέχεται οὐ παντί, καὶ τινί, καὶ ἔμπαλιν· καὶ ἔτι αἱ καθόλου πρὸς τὰς διαγωνίους μερικὰς ἀντιστρέφουσιν· ὃ γὰρ ἐνδέχεται παντί, καὶ οὐ παντὶ διὰ μέσης τῆς οὐδενί· καὶ ὃ ἐνδέχεται οὐδενί, καὶ τινὶ διὰ μέσης τῆς παντί. οὐκέτι δὲ καὶ ταῖς μερικαῖς αἱ καθόλου ἕπονται· οὐ πᾶν μὲν γὰρ ζῷον ἐνδέχεται βαδίζειν· οὐ μὴν καὶ πᾶν ζῷον ἐνδέχεται βαδίζειν διὰ τὰ ἑρπετά. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ ἔτι οἱ Πλατωνικοὶ οὐ βούλονται ἐνδεχομένην ἀπόφασιν ἀντιστρέφειν πρὸς ἐνδεχομένην κατάφασιν, ἐπειδὴ οὐ μένει τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, περὶ οὗ ὁ λόγος. οἱ γὰρ συλλογισμοὶ ὑπὸ τεχνῶν προβάλλονται, αἳ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἔχουσιν· εἰ γὰρ ἐνδέχεται μηδένα ἄνθρωπον ἑξαδάκτυλον εἶναι ὡς ἐπὶ τὸ πολύ, ἐνδέχεται πάντα ἄνθρωπον καὶ τινὰ ἄνθρωπον ἑξαδάκτυλον εἶναι ἐπ’ ἔλαττον. γ̄. Ὅτι τὸ ἐνδεχόμενον φέρεται κατὰ πάσης ὑπάρξεως, ἀναγκαίας, ὑπαρχούσης, μελλούσης· ἀλλ’ ἀναγκαίας μὲν καὶ ὑπαρχούσης δέει τῆς ἀποφάσεως·2 ὃ γὰρ δὴ οὐκ ἐνδέχεται· μελλούσης δὲ κυρίως. καὶ τὸ κυρίως ἐνδεχόμενον διττόν· ἢ γὰρ ὡρισμένον, ὡς τὸ ὡς ἐπὶ τὸ πολύ· τοῦτο γὰρ ὥρισται, ἐπειδὴ μᾶλλον ἔστιν ἢ οὐκ ἔστιν· ἢ ἀόριστον, ὡς τὸ ἐπ’ ἴσης καὶ ἐπ’ ἔλαττον. ἀλλὰ πῇ τὸ ἐπ’ ἔλαττον ἀόριστον; ὥρισται γὰρ καὶ τοῦτο μᾶλλον οὐκ ὂν ἢ ὄν. ἢ ὡς πρὸς ὕπαρξιν ἀόριστον τὸ ἐπ’ ἔλαττον, ὥσπερ πρὸς ἀνυπαρξίαν τὸ ὡς ἐπὶ τὸ πολὺ ἀόριστον.

“关于可能”。 在实然三段论、必然三段论以及实然与必然的混合之后,他[亚里士多德]也过渡到可能三段论。他首先讲授第一格中由两个可能前提构成的[三段论],然后讲授第一格中可能与实然的混合,最后讲授第一格中可能与必然的混合;接着讲授第二格中由两个可能前提构成的[三段论]以及同格中的两种混合;然后讲授第三格中的同样三种情况。在所有这些之前,他预先阐明什么是可能、什么是可能换位,以及可能在多少种意义上被述说。 因此,可能就是这样一种东西:当它不存在时,被设定为存在,不会发生任何不可能的事。因为可能的事物尚未在场,但能够是在场的,并且在在场之后能够不在场;一方面因其尚未在场,它不是实然的;另一方面因其能够是在场的,它不是不可能的;又因其在在场之后能够不在场,它不是必然的。为此,它是通过实然、必然和不可能的否定来规定的:因为“当其不存在时”是由于它不是必然的;“被设定为存在”是由于它不是实然的(因为如果它已是实然的,我们便无需假设它存在);而由于“不会发生任何不可能的事”,它不是不可能的。而且说“不会发生任何不可能的事”而不是说“不会发生任何虚假的事”是恰当的;因为虚假确实会随之而来,既然即便假设可能的事物存在不是不可能的,它也是虚假的。而反证法清楚地表明这就是可能;因为在说了“如果可能,设相反命题为真”之后,由于随之产生不可能之事,我们依据可能的定义断言相反命题是不可能的,并通过这种方式使得眼前的命题成为必然的。 亚里士多德随后根据可能的事物随可能的事物而来、不可能的事物随不可能的事物而来这一原则来确立可能的定义,但现在则是通过如下方式:因为如果不可能存在,则必然不存在且不可能存在;因此其对立面,即可能存在的这个事物,就不是必然不存在,也不是不可能存在。为此,可能是通过必然与不可能的否定来定义的;因为一般而言,对于那些其矛盾命题的一方部分共同为真的情况,其剩余部分也共同为真。设有两个矛盾对项AB与ΓΔ,且A与Γ共同为真;我主张B与Δ也共同为真。因为如果可能,设B对E为真,而Δ不为真;既然对任何事物必须要么肯定要么否定,而Δ不属于E,因此Γ属于E;从而A也[属于E];但根据假设B也[属于E];而这是不可能的。 第二,可能的换位并不是单纯换位(因为他将在第一格之后传授单纯换位,届时他也需要它们;因为其余各格是通过单纯换位还原为第一格的),而是仅改变质而保留项的次序的可能换位。因此,根据这种可能换位,全称前提彼此换位,特称前提也彼此换位:根据可能的定义,对无一可能者,也对一切可能,反之亦然;对非一切可能者,也对某一可能,反之亦然。此外,全称前提还与对角线上的特称前提换位:因为对一切可能者,通过中间的“对无一”,也对非一切可能;而对无一可能者,通过中间的“对一切”,也对某一可能。然而全称前提不再随特称前提而来;因为非一切动物行走是可能的,但因爬行动物的缘故,并非一切动物都可能行走。这些是亚里士多德的主张。而他的同道泰奥弗拉斯托斯和欧德谟,以及柏拉图主义者们,则不主张可能否定换位为可能肯定,因为通常情况下的可能(即所讨论的对象)不再保持。因为三段论是由各门技艺提出的,而它们关涉的是通常情况下的可能;因为如果在通常情况下没有任何人有六指是可能的,那么所有人或某个人有六指仅在极少数情况下是可能的。 第三,可能被用来述说一切存在:必然的、实然的、未来的存在;但对必然和实然的存在,是出于对否定的畏惧[而述说的],因为它们确实并不是可能的;而对未来的存在,则是在严格意义上述说的。严格意义上的可能具有双重性:因为它要么是确定的,如通常情况下的事物(因为这是确定的,既然它存在多于不存在);要么是不确定的,如均等可能和极少数情况下的事物。但极少数情况下的事物怎么会是不确定的呢?因为这也是确定的,既然它不存在多于存在。或者说,极少数情况下的事物就存在而言是不确定的,正如通常情况下的事物就不存在而言是不确定的那样。

语法注2 条
  1. 7.1οὗ μὴ ὄντος, τεθέντος δ’ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει

    由关系代词属格 οὗ 统领两个独立属格结构(μὴ ὄντος 与省略主语的 τεθέντος [αὐτοῦ] ὑπάρχειν)的复合句式。前者 μὴ ὄντος 表示条件/时间背景(“当其不存在时”),后者 τεθέντος ὑπάρχειν 表示让步性假设条件(“即便被设定为存在”)。开头的关系代词属格 οὗ 引导整个名词化的关系从句(“……的那种事物”),承载了定义的逻辑主语/表语角色。

  2. 7.1ἀλλ’ ἀναγκαίας μὲν καὶ ὑπαρχούσης δέει τῆς ἀποφάσεως

    δέει 是名词 δέος(畏惧、顾虑)的单数与格(原因/动机与格),τῆς ἀποφάσεως 为其宾格性属格。正如紧随其后的原因分句“ὃ γὰρ δὴ οὐκ ἐνδέχεται”(因为它们确实不是可能的)所揭示的,这表明将“可能”述说于必然和实然的存在,仅仅是为了避免其被完全否定/否认(出于对被否定的顾虑)而做出的权宜或消极适用,并非本义述说。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:44.39-46.9