- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:43.26-44.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
安摩尼乌围绕亚里士多德《前分析篇》31a18–32a8,探讨第三格中实然与必然混合前提下各式的结论样态,化解了普罗克洛的难问,批判并修正了示例名辞,并总结了统摄全式的规则。
Ἐν δὲ τῷ τελευταίῳ σχήματι. Μίξεως γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι ἐν τῷ πρώτῳ τρόπῳ πάντως ἀναγκαῖόν φησιν συνάγεσθαι ὁ Ἀριστοτέλης, διότι ἐν τούτῳ τῷ σχήματι τῇ μὴ ἀντιστρεφούσῃ ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ γίνεται μείζων ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· δύναται δὲ ἡ μὴ ἀντιστρεφομένη ἀναγκαία εἶναι. ἀλλ’ ὅσον ἐπὶ τούτῳ, φησὶν ὁ φιλόσοφος Πρόκλος ἐν τῷ σχολικῷ ὑπομνήματι τοῦ πρώτου τῶν Προτέρων ἀναλυτικῶν, δύναται ὁ προκείμενος τρόπος καὶ ὑπάρχον ἀεὶ συνάγειν τῷ δύνασθαι τὴν μὴ ἀντιστρεφομένην ὑπάρχουσαν εἶναι.1 πῶς οὖν ὁ αὐτὸς τρόπος δύο συμπεράσματα συνάγει, ποτὲ μὲν ἀεὶ ἀναγκαῖον, ποτὲ δὲ ἀεὶ ὑπάρχον; ἢ ἄλυτος ἦν ὁ λόγος, εἰ καθόλου ἦν τὸ συναγόμενον· νῦν δὲ2 δύναται τὸ μερικὸν καὶ ἀναγκαῖον εἶναι καὶ ὑπάρχον· ζῷον γὰρ τινὶ λευκῷ καὶ ἐξ ἀνάγκης διὰ τὸν κύκνον καὶ ὑπαρχόντως διά τινα ἄνθρωπον. ἐν δὲ τῷ δευτέρῳ τρόπῳ τῇ καθόλου ἀποφατικῇ βούλεται ἕπεσθαι τὸ συμπέρασμα· αὕτη γὰρ πάντως ἐστὶν ἡ μὴ ἀντιστρέφουσα ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· καὶ εἰ μὲν ἀναγκαία ᾖ ἡ καθόλου ἀποφατική, καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι, εἰ δ’ ὑπάρχουσα, ὑπάρχον. καὶ δείκνυσιν ἑκάτερον μὲν διὰ τοῦ πρώτου σχήματος, μόνον δὲ τὸ ὑπάρχον καὶ δι’ ὅρων· κενεμβατεῖ γὰρ πανταχοῦ τὸ ψεῦδος μὴ ἐποχούμενον πράγμασιν.3 καὶ εἰσὶν οἱ ὅροι· ἀγαθὸν οὐδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον παντὶ ἵππῳ ἀναγκαίως· καὶ ἀγαθὸν οὐ παντὶ ζῴῳ ὑπαρχόντως. καὶ ἐπιλαμβάνεται τῶν ὅρων διὰ τὴν μείζονα πρότασιν· ἐὰν γὰρ ὁ μέσος ὅρος μὴ τύχῃ ἵππος ἀλλ’ ἰοβόλον θηρίον, ψεύδεται ἡ λέγουσα ἀγαθὸν οὐδενὶ ἰοβόλῳ ὑπαρχόντως· τοῦ γὰρ ἰοβόλου τὸ ἀγαθὸν οὐκ ἐνδεχομένως κεχώρισται ἀλλ’ ἀναγκαίως. καὶ διορθοῦται τοὺς ὅρους τὸν μείζονα κινῶν· τὸ καθεύδειν γὰρ καὶ τὸ ἐγρηγορέναι οὐδενὶ ἵππῳ ὑπαρχόντως· ζῷον δὲ παντὶ ἵππῳ ἀναγκαίως· καὶ τὸ καθεύδειν οὐ παντὶ ζῴῳ ὑπαρχόντως. ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ τῇ καθόλου βούλεται ἕπεσθαι τὸ συμπέρασμα, εἴτε καταφατικὴ ᾖ, ὡς ἐν τῷ τρίτῳ καὶ τετάρτῳ, εἴτε ἀποφατική, ὡς ἐν τῷ ἕκτῳ· ἐν γὰρ τούτοις τοῖς τρόποις ἡ καθόλου ἐστὶν ἡ μὴ ἀντιστρέφουσα. ἐν δὲ τῷ πέμπτῳ τρόπῳ τῇ χείρονι ἀξιοῖ ἕπεσθαι τὸ συμπέρασμα. τέσσαρες οὖν παρ’ αὐτῷ διορισμοὶ τοῦ συμπεράσματος ἐπὶ τῆς παρούσης μίξεως καὶ τοῦ παρόντος σχήματος· ἄλλος ἐν τῷ πρώτῳ τρόπῳ· ἀεὶ γὰρ ἀναγκαῖον τὸ συμπέρασμα· ἄλλος ἐν τῷ δευτέρῳ τρόπῳ· τῇ γὰρ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ· τῇ γὰρ καθόλου προτάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ πέμπτῳ· τῇ γὰρ χείρονι. ἢ εἷς διορισμὸς πάντα ταῦτα τοιοῦτος· τῆς γὰρ δείξεως δι’ ἀντιστροφῆς μὲν γινομένης τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα· συμβέβηκε δὲ τῇ μὴ ἀντιστρεφομένῃ ἐν μὲν τῷ πρώτῳ τρόπῳ δύνασθαι ἀεὶ ἀναγκαίαν εἶναι, ἐν δὲ τῷ δευτέρῳ τρόπῳ πάντως καθόλου ἀποφάσει εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ καθολικῇ προτάσει εἶναι πάντως· μὴ γινομένης δὲ τῆς ἀποδείξεως δι’ ἀντιστροφῆς τῇ χείρονι ἕπεται τὸ συμπέρασμα.
“在最后一个格中”。在第三格中发生实然与必然的混合时,亚里士多德说在第一式中无论如何都得出必然的[结论],因为在此格中结论跟随不换位的前提;因为这在归入第一格的还原中成为大前提,而不换位的前提可以是必然的。但哲学家普罗克洛在《前分析篇》第一卷的学园讲义中说,就此而言,所讨论的这个式也可以总是得出实然结论,因为不换位的前提也可以是实然的。那么同一个式怎么会得出两个结论,有时总是必然的,有时又总是实然的呢?或者说,如果得出的结论是全称的,这个说法就无法解决了;但现在特称[命题]既可以是必然的,也可以是实然的;因为动物通过天鹅必然属于某白,而通过某个人则实然属于[某白]。而在第二式中,他意图让结论跟随全称否定前提;因为这在还原为第一格时无论如何都是不换位的前提;如果全称否定前提是必然的,结论也是必然的,如果是实然的,[结论]就是实然的。他通过第一格证明了这两种情形,但唯独实然[的情形]也通过名辞证明;因为未建立在事实上时,虚假在任何地方都会踩空。这些名辞是:善实然属于无马;动物必然属于全马;善实然不属于全动物。他又因大前提而对这些名辞提出异议:因为如果中项碰巧不是马而是毒兽,那么断言善实然属于无毒兽的前提就是虚假的;因为善与毒兽不是偶然地分离,而是必然地分离。于是他通过更动大项来修正这些名辞:因为睡眠与醒着实然属于无马;动物必然属于全马;睡眠实然不属于全动物。在第三、第四和第六式中,他意图让结论跟随全称前提,无论它是肯定前提(正如在第三和第四式中那样)还是否定前提(正如在第六式中那样);因为在这些式中全称前提是不换位的前提。但在第五式中,他主张结论跟随较弱前提。因此在他看来,对于当前的混合与当前的格,结论的规定有四种:第一式中有一种规定(因为结论总是必然的);第二式中有另一种规定(因为结论跟随全称否定);第三、第四和第六式中有另一种规定(因为结论跟随全称前提);第五式中有另一种规定(因为跟随较弱前提)。或者说,所有这些都是如下的一个规定:当证明通过换位进行时,结论跟随不换位的前提;但碰巧的是,不换位的前提在第一式中总是能够为必然的,在第二式中无论如何都是全称否定,在第三、第四和第六式中无论如何都是全称前提;而当证明不通过换位进行时,结论跟随较弱前提。
Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ, ἢ καθόλου ὂν ἢ ἐν μέρει, ἢ τὸ στερητικὸν κατὰ μέρος, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. τρεῖς ἅμα συζυγίαι, φησίν, ὑπάρχον 〈συνάγου〉σιν, ἡ λοιπὴ τοῦ ἕκτου καὶ αἱ δύο τοῦ πέμπτου· καταφατικὸν γὰρ καθόλου ἔχει ἀναγκαῖον εἷς τοῦ πέμπτου, μερικὸν δὲ καταφατικὸν ἀναγκαῖον ὁ λοιπὸς τοῦ ἕκτου, στερητικὸν δὲ κατὰ μέρος ἀναγκαῖον ὁ λοιπὸς τοῦ πέμπτου.
“但当肯定前提被设为必然时,无论是全称的还是特称的,或者否定前提是特称的,结论都不是必然的”。他说,有三个组合同时得出实然结论:第六式中剩下的一个组合和第五式的两个组合;因为第五式的一个组合具有全称肯定必然前提,第六式剩下的一个具有特称肯定必然前提,第五式剩下的一个具有特称否定必然前提。
Φανερὸν οὖν ὅτι. Τοῦτο οἰκεῖόν ἐστιν οὔτε πᾶσι τοῖς σχήμασι οὔτε μόνῳ τῷ τρίτῳ ἀλλὰ μόνῳ τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος· οὗτος γὰρ ὑπάρχον μοναχῶς συνάγει· μόνον γάρ, ὅταν ἄμφω ὑπάρχουσαι ὦσιν· ἀναγκαῖον δὲ διχῶς· καὶ γὰρ ἀμφοτέρων ἀναγκαίων οὐσῶν καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης, ὡς δέδεικται. ἔμπαλιν δὲ ὁ τέταρτος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου ἀναγκαῖον μὲν μοναχῶς συνάγουσιν· ἀμφοτέρων γὰρ ἀναγκαίων οὐσῶν· ὑπάρχον δὲ διχῶς· καὶ γὰρ ἄμφω ὑπαρχουσῶν 〈οὐσῶν〉 καὶ τῆς μὲν οὔσης ἀναγκαίας τῆς δ’ ὑπαρχούσης· ἐν γὰρ τοῖς τρόποις τούτοις τῇ χείρονι ἕπεται τὸ συμπέρασμα.
“因此显然”。这既非所有格所特有,亦非仅第三格[整体]所特有,而是唯独第三格的第一式所特有的;因为该式仅以一种方式得出实然结论(因为仅当两前提均为实然时);但以两种方式得出必然结论:正如已被证明的那样,既在两前提均为必然时,也在一为必然另一为实然时。相反,第二格的第四式和第三格的第五式仅以一种方式得出必然结论(因为仅在两前提均为必然时);但以两种方式得出实然结论:既在两前提均为实然时,也在一为必然另一为实然时;因为在这些式中,结论跟随较弱前提。
Ἐν ἀμφοτέροις δέ. ὅτι ὁ τρόπος τοῦ συμπεράσματος πάντως ἐν ταῖς προτάσεσι προείληπται, ὡς καὶ τὸ καταφατικὸν ἢ ἀποφατικόν, οὐ μὴν καὶ τὸ καθόλου ἢ μερικόν· ἐν τρίτῳ γὰρ σχήματι καὶ ἐξ ἀμφοτέρων καθόλου μερικὰ συνάγεται. ἐν ἀμφοτέροις δέ, φησίν, τοῖς ἁπλοῖς καὶ τοῖς μικτοῖς, καὶ ἁπλοῖς διχῶς, ἢ ἐξ ὑπαρχουσῶν ἢ ἐξ ἀναγκαίων.
“在两者中”。结论的样态完全在前提中被预先把握,正如肯定或否定也是如此,然而全称或特称则不然;因为在第三格中,即使从两个全称前提也能得出特称结论。他说,“在两者中”是指在单纯三段论和混合三段论两者中;而在单纯三段论中也是以两种方式,或者由实然前提构成,或者由必然前提构成。
- 6.1τῷ δύνασθαι τὴν μὴ ἀντιστρεφομένην ὑπάρχουσαν εἶναι
带冠词的不定式与格(τῷ δύνασθαι)表示原因,不定式的宾格主语为 τὴν μὴ ἀντιστρεφομένην,其表语补足语为宾格分词 ὑπάρχουσαν。
- 6.1ἢ ἄλυτος ἦν ὁ λόγος, εἰ καθόλου ἦν τὸ συναγόμενον· νῦν δὲ
连词 ἤ 引入注释者对难问的解答(“或者说……”)。归结分句 ἄλυτος ἦν 采用不带 ἄν 的未完成过去时直陈语气表达与事实相反的假想判断,而 νῦν δέ 则引出相反的客观事实(“但现实是……”)。
- 6.1κενεμβατεῖ γὰρ πανταχοῦ τὸ ψεῦδος μὴ ἐποχούμενον πράγμασιν
动词 κενεμβατέω 是字面意为“踏空、陷入虚空”的比喻表达。分词 μὴ ἐποχούμενον 表示条件或伴随状况(“在未立足于客观事实时”),与格 πράγμασιν 作 ἐποχούμενον 的补足语。
