← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§42.26-43.24

第二格中必然前提与实然前提的混合

本段评注亚里士多德《前分析篇》第一卷第十章中第二格必然前提与实然前提的混合,梳理了全称否定前提是否为必然决定结论模态的规则,阐述了肯定前提为必然时的三种证明方式,并分析了特称式的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος. Ὅτι ἐν δευτέρῳ σχήματι μίξεως γινομένης, εἰ μὲν ἡ καθόλου ἀποφατικὴ πρότασις,1 ὡς ἐπὶ τῶν πρώτων τριῶν τρόπων, τῇ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ μείζων γίνεται τοῦ πρώτου σχήματος ἐν τῇ εἰς ἄτοπον ἀπαγωγῇ· τῇ δὲ μείζονι τοῦ πρώτου σχήματος δέδεικται τὸ συμπέρασμα ἑπόμενον· εἰ δὲ μὴ ἡ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐν τῷ τετάρτῳ τρόπῳ, τῇ χείρονι ἕπεται τὸ συμπέρασμα. καὶ τὰς μὲν συναγούσας ἀναγκαῖον διὰ μόνου τοῦ κατὰ παντὸς καὶ κατὰ μηδενὸς δείκνυσιν, τὰς δ’ ὑπάρχον καὶ ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου καὶ δι’ ὅρων.

“在第二格中”。在第二格发生混合时,如果全称否定前提〔存在〕——正如在前三个式中那样——结论跟随全称否定前提;因为这在归谬法中成为第一格的大前提;而结论跟随第一格的大前提这一点已经被证明了;但如果全称否定前提不〔存在〕——正如在第四个式中那样——结论跟随较弱前提。他仅通过“属于全”和“属于无”来证明那些得出必然结论的组合,而通过直接证明、归谬法和名辞来证明那些得出实然结论的组合。

§5.2

Εἰ δ’ ἡ κατηγορικὴ πρότασίς ἐστιν ἀναγκαία, οὐκ ἔστι τὸ συμπέρασμα ἀναγκαῖον. ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου, ἐὰν ἡ καθόλου ἀπόφασις ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμα ὑπάρχον ἐστί, τριχῶς ἀποδείκνυσι. καὶ ἄρχεται ἀπὸ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος· τὸ γὰρ πρῶτον παραλιμπάνει ὡς ἁπλούστερον διὰ τὸ μιᾶς ἀντιστροφῆς δεῖσθαι. πρώτη δεῖξις· τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως· λέγω ὅτι τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. ἐπεὶ γὰρ τὸ Γ οὐδενὶ τῷ Α ὑπάρχει διὰ τὴν ἀντιστροφήν, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, γέγονε τὸ πρῶτον σχῆμα τὴν μείζονα ὑπάρχουσαν ἔχον, καὶ διὰ τοῦτο ὑπάρχον συνάγεται· τὸ Γ ἄρα οὐδενὶ τῷ Β ὑπάρχει· ὥστε καὶ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρχει. δευτέρα δεῖξις· εἰ τὸ Β τῷ Γ οὐδενὶ ἐξ ἀνάγκης, καὶ τὸ Γ τῷ Β οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ Β τῷ Α ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν· τὸ Γ ἄρα τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ οὐδενὶ ὑπάρχει διὰ τὴν ἀντιστροφήν· ὅπερ ἀδύνατον. ἢ ὡς ἡ λέξις, τὸ Γ τῷ Α οὐ παντὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ παντὶ ὑπάρχει· εἰ γὰρ τὸ Α τῷ Γ οὐδενὶ ὑπάρχει, καὶ τὸ Γ τῷ Α οὐδενὶ ὑπάρχει· καὶ διὰ τοῦτο δύναται καὶ παντὶ ὑπάρχειν τὸ Γ τῷ Α. τρίτη δεῖξις τοῦ αὐτοῦ διὰ τῶν ὅρων· ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης· ζῷον οὐδενὶ λευκῷ ὑπαρχόντως· καὶ ἄνθρωπος οὐδενὶ λευκῷ ὑπάρχει, εἰ μὴ ἄρα λέγοι τις, φησίν, ἄνθρωπος οὐδενὶ λευκῷ ἐξ ἀνάγκης, ἔστ’ ἄν, ὡς ἡ πρότασίς φησιν, ζῷον οὐδενὶ λευκῷ ὑπάρχῃ. ἀλλ’ οὕτω πᾶς συλλογισμὸς ἀναγκαῖον συνάγει διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ.2 οὐκ ἄρα ληπτέον ἐν τοῖς συμπεράσμασι τὸ κατὰ τὸν ὁρισμὸν ἀναγκαῖον.

“但如果肯定前提是必然的,结论就不是必然的”。在由两个全称前提组成的组合中,如果全称否定前提是实然的,结论也是实然的,对此他以三种方式加以论证。他从第二格的第二式开始;因为他略去了第一式,认为它因为只需要一次换位而更为单纯。第一种证明:Α必然属于全Β;Α实然属于无Γ;我说Β实然属于无Γ。因为既然通过换位Γ实然属于无Α,而Α必然属于全Β,这就构成了大前提为实然的第一格,因此得出实然结论:所以Γ属于无Β;从而Β也属于无Γ。第二种证明:如果Β必然属于无Γ,则Γ也必然属于无Β;但通过换位Β必然属于某Α;因此Γ必然并非属于全Α;但通过换位它也实然属于无,这是不可能的。或者按原文所说:Γ必然并非属于全Α;但它也实然属于全;因为如果Α实然属于无Γ,则Γ也实然属于无Α;因此Γ也有可能实然属于全Α。通过名辞对同一结论的第三种证明:动物必然属于全人;动物实然属于无白;而人实然属于无白,除非有人会说,他说,只要按照前提所说动物属于无白,人就必然属于无白。但这样一来,每一个三段论都会由于三段论的定义而得出必然结论。因此在结论中不应当采用按照定义而言的必然性。

§5.3

Ὅταν δ’ ἡ κατηγορικὴ καθόλου τε καὶ ἀναγκαία ᾖ, κατὰ μέρος διχῶς, φησίν, τὸ ὑπάρχον συνάγεται· καὶ γὰρ ἐν τῷ τετάρτῳ τρόπῳ, ὅτε καὶ ἔστιν καθόλου κατηγορική, καὶ ἐν τῷ τρίτῳ τρόπῳ, ὅταν ἡ μερικὴ κατηγορικὴ ἀναγκαία ᾖ· τηνικαῦτα γὰρ ἡ λοιπὴ καθόλου ἀποφατικὴ ὑπάρχουσα γίνεται, καὶ διὰ τοῦτο τὸ συμπέρασμα ὑπάρχον. ὥστε διὰ τὸ δεύτερον πρόσκειται τὸ καὶ ἀναγκαία, οὐ διὰ τὸ πρῶτον·3 ὡς ἂν γὰρ ἔχῃ ἡ καθόλου κατηγορικὴ κατὰ τὸ ὑπάρχον καὶ ἀναγκαῖον, ὑπάρχον συνάγεται.

“当肯定前提既是全称的又是必然的时”。在特称情形中,他说,实然结论以两种方式得出;因为无论是在肯定前提亦为全称的第四式中,还是在特称肯定前提为必然的第三式中,都是如此;因为此时剩下的全称否定前提成为实然的,因此结论是实然的。所以“并且是必然的”是针对第二种情形附加的,而不是针对第一种情形;因为无论全称肯定前提在实然与必然方面如何,得出的都是实然结论。

语法注3 条
  1. 5.1εἰ μὲν ἡ καθόλου ἀποφατικὴ πρότασις

    条件从句的动词(ἐστί)被省略。通过与后文“εἰ δὲ μὴ ἡ καθόλου ἀποφατικὴ πρότασις”(无全称否定前提的第四式)的对偶以及整体逻辑结构,可知此处应补足“〔存在〕”。

  2. 5.2διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ

    此处的 ὅρος 并非指三段论的名辞(项),而是指三段论的“定义”(ὁρισμός)。紧随其后的“τὸ κατὰ τὸν ὁρισμὸν ἀναγκαῖον”明确转述了这一含义。

  3. 5.3ὥστε διὰ τὸ δεύτερον πρόσκειται τὸ καὶ ἀναγκαία, οὐ διὰ τὸ πρῶτον

    “τὸ δεύτερον”与“τὸ πρῶτον”指前文刚提及的两个式:第三式(特称肯定前提为必然)与第四式(全称肯定前提为必然)。注解者指出,“并且是必然的”这一限定实质上是针对前者添加的,因为在后者中,无论全称肯定前提是必然的还是实然的,结论都是实然的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:42.26-43.24