- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:41.11-42.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯针对亚里士多德《前分析篇》30a23–33,通过归谬法和具体名辞阐明了在第一格中当大前提为实然而小前提为必然时,无论是全称还是特称推论的结论都只能是实然的而非必然的,并回应了对立学派的质疑。
Εἰ δὲ τὸ μὲν ΑΒ μή ἐστιν ἀναγκαῖον. τὸ Α τῷ Β ὑπάρχει παντί, τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί· ὅτι οὐ συνάγεται τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί· εἰ γὰρ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Γ τῷ Β ἐξ ἀνάγκης τινὶ διὰ τὴν ἀντιστροφήν, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί· ἀλλὰ καὶ ὑπάρχει παντί· ὅπερ ἀδύνατον· ἐνδέχεται γὰρ τὸ ὑπάρχον παντὶ καὶ μηδενὶ ὑπάρχειν.1 ἢ καὶ οὕτως ἐν τρίτῳ σχήματι· εἰ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐπειδὴ καὶ τὸ Β τῷ Γ ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Β ἐξ ἀνάγκης τινί· ὑπόκειται δὲ καὶ παντὶ ὑπάρχειν· ὅπερ ἀδύνατον.
“但如果ΑΒ不是必然的”。Α实然属于全Β,Β必然属于全Γ;并不能得出Α必然属于全Γ[证明如下]:因为如果Α必然属于全Γ,既然通过换位Γ也必然属于某Β,则Α必然属于某Β;但[依设定Α]也实然属于全Β;这是不可能的;因为实然属于全者的,也有可能属于无。或者在第三格中也可以这样证明:如果Α必然属于全Γ,既然Β也必然属于全Γ,则Α必然属于某Β;但已设定它实然属于全Β;这是不可能的。
Ἔτι δὲ καὶ ἐκ τῶν ὅρων φανερόν. νῦν μόνον ἔχεις ὅρους, φασίν, Ἀριστότελες· διὰ τί γὰρ μὴ καὶ πρότερον, ὅτε ἀναγκαῖον συνῆγες παραλογιζόμενος;
“此外从名辞来看也是显然的”。他们说:“亚里士多德啊,难道你现在才有名辞吗?为何此前当你通过谬误推理得出必然结论时没有呢?”
Κινεῖται δὲ τὸ ζῷον οὐκ ἐξ ἀνάγκης, οὐδ’ ὁ ἄνθρωπος. καὶ ἐπὶ τῶν παραδειγμάτων τὴν ὑπάρχουσαν τὴν πρὸς τῷ ἐνδεχομένῳ οὐκ ἀναγκαίαν καλεῖ. ἡ γὰρ αὐτὴ ἀπόδειξις, δι’ ἀδυνάτου καὶ δι’ ὅρων.
“而动物并非必然运动,人也不是”。在具体实例中,他也将偏向于或然的实然前提称为“非必然的”。因为通过归谬法和通过名辞的证明是同一种证明。
Ἐπὶ δὲ τῶν ἐν μέρει συλλογισμῶν. ὅτι καὶ ἐπὶ τῶν μερικῶν συλλογισμῶν τῆς μείζονος ἀναγκαίας οὔσης καὶ τὸ συμπέρασμα ἀναγκαῖον γίνεται· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, παντὶ μέρει αὐτοῦ ἐξ ἀνάγκης ὑπάρχει· τὶ δὲ τῶν Γ μέρος ἐστὶν τοῦ Β· ἐκείνῳ ἄρα τῷ μέρει ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλ’ οὐ παντὶ μέρει τοῦ Β ἀναγκαίως τὸ Α ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις μέρεσι τοῦ Β. τὰ δ’ αὐτὰ καὶ ἐπὶ τοῦ στερητικοῦ. εἰ δὲ ἡ μείζων ὑπάρχουσα ᾖ, καὶ τὸ συμπέρασμά ἐστιν ὑπάρχον καὶ οὐκ ἀναγκαῖον· ὅτι μὲν γὰρ ὑπάρχον συνάγεται, ἔστιν δεῖξαι δι’ ἀδυνάτου· ὅτι δὲ ἀναγκαῖον συνάγεται, οὐκ ἔστιν δεῖξαι δι’ ἀδυνάτου. τὸ γὰρ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ δὲ Β τινὶ τῷ Γ ἀναγκαίως· λέγω ὅτι τὸ Α τινὶ τῷ Γ ὑπαρχόντως. εἰ δὲ ψεῦδος τὸ ὑπάρχειν τινί, ἀληθὲς τὸ ἀνάγκη μηδενί, οὐχὶ δὲ τὸ ἐνδέχεται μηδενί· τῷ γὰρ ὑπάρχοντι οὐκ ἀντίκειται τὸ ἐνδεχόμενον, ἐπειδὴ τὸ νῦν ὑπάρχον ἐνδέχεται εἰς ὕστερον μὴ ὑπάρχειν καὶ τὸ νῦν ὑπάρχον ἐνδεχόμενόν ἐστιν, οὗ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει.2 καὶ διὰ τοῦτο ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς οὐ ληπτέον ἀντικείμενον τῷ ὑπάρχειν τὸ ἐνδεχόμενον· οὐ γὰρ ἀντίκειται κατὰ τὸ ἀναγκαῖον καὶ ἀδύνατον ἀλλὰ κατὰ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. εἰ οὖν ψεῦδος τὸ Α τῷ Γ ὑπάρχειν τινί, ἀληθὲς τὸ Α τῷ Γ ἀνάγκη μηδενί· τὸ δὲ Γ τῷ Β ἀνάγκη τινί· τὸ Α ἄρα τῷ Β ἀνάγκη οὐ παντί· ὅπερ ἀδύνατον· ὑπάρχει γὰρ παντί· ἀντίφασις δὲ ἀνάγκη οὐ παντί, ὑπάρχει παντί. οὐ μὴν ἔστιν δεῖξαι δι’ ἀδυνάτου καὶ ἀναγκαῖον συναγόμενον. οἷον λέγω ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης τινί· εἰ γὰρ τοῦτο ψεῦδος, ἐνδέχεται μηδενί· τὸ δὲ Γ τῷ Β ἐξ ἀνάγκης τινί· τὸ Α ἄρα τῷ Β ἐνδέχεται μὴ παντί· ἐνδεχόμενον γὰρ συνάγεται κατὰ πάντας νῦν, ἐπειδὴ συμβέβηκε τῇ αὐτῇ προτάσει καὶ μείζονι εἶναι τοῦ πρώτου σχήματος καὶ χείρονι· ὑπάρχει δὲ καὶ παντί· καὶ οὐκ ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ ὑπάρχειν παντὶ καὶ ἐνδέχεσθαι μὴ παντί· ἐν μὲν γὰρ τῷ αὐτῷ χρόνῳ ἐστὶ ψευδόμενον, οὐκ ἀδύνατον δέ, ἐς ὕστερον δὲ δυνατόν· οὐδαμῶς ἄρα ἀδύνατον. εἴποι δ’ ἄν τις ὅτι, εἰ καὶ οὕτως μὴ συνάγεται ἀδύνατον, ἀλλ’ ἑτέρως συνάγεται· εἰ γὰρ τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως, ἐπειδὴ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, ἐν δευτέρῳ ἄρα σχήματι τὸ Β οὐδενὶ τῷ Γ ἐνδεχομένως ἢ ὑπαρχόντως· ἀλλὰ ὑπόκειται ἀναγκαίως τινί· ὅπερ ἀδύνατον. εἰ δ’ ὑπάρχον τὸ συμπέρασμα ἀλλ’ οὐκ ἀναγκαῖον, δείκνυσιν αὐτὸ ὑπάρχον καὶ ἀπὸ τῶν πραγμάτων. Ποῦ λέγει ὁ Πλάτων ἐν τῇ μίξει ἀναγκαίου καὶ ἐνδεχομένου τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ ἐν τῷ πρώτῳ τῆς Πολιτείας ἐν τῷ συμπεράσματι τῶν πρὸς Πολέμαρχον λόγων ἐπὶ παραδειγμάτων τοιούτων· Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτάσεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὑποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἵαν [δ’] ἂν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι·3 εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλόγιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῷον, λευκόν.
“在特称三段论中”。在特称三段论中,当大前提是必然的时,结论也成为必然的:因为如果Α必然属于全Β,它就必然属于其每一个部分;而某Γ是Β的一部分;因此Α必然属于那一部分,但并非必然属于Β的每一个部分,而是仅属于Β的必然部分。否定情形中也是同样。另一方面,如果大前提是实然的,结论也是实然的而非必然的:因为得出实然结论可以通过归谬法来证明,而得出必然结论则不能通过归谬法来证明。设Α实然属于全Β,Β必然属于某Γ:我说Α实然属于某Γ。如果“实然属于某”是假的,则“必然属于无”是真的,而并非“或然属于无”是真的;因为或然并不与实然对立,因为现在实然存在的事物以后可能不存在,而现在实然存在的事物是或然的,在其虽不存在却被设定为实然存在时并不会导致任何不可能。因此在归谬法中不应当取或然作为实然的对立面;因为它们不是在必然与不可能上对立,而是在真与假上对立。因此,如果Α实然属于某Γ是假的,则Α必然属于无Γ是真的;但Γ必然属于某Β;所以Α必然不属于全Β;这是不可能的;因为[依设定Α]实然属于全Β;而“必然不属于全”与“实然属于全”是矛盾对当。然而,却不能通过归谬法证明得出必然结论。例如我说Α必然属于某Γ:因为如果这是假的,则或然属于无;但Γ必然属于某Β;所以Α或然不属于全Β;因为现在按照所有人的看法都得出或然结论,既然同一前提恰好既是第一格的大前提又是较弱前提;但[依设定Α]也实然属于全Β;而同一事物对同一事物既实然属于全又或然不属于全并不是不可能的;因为在同一时间里这是假的,但并非不可能,而在以后是可能的;所以绝非不可能。但有人可能会说,即使通过这种方式不能得出不可能,通过另一种方式也能得出:因为如果Α或然属于无Γ,既然Α实然属于全Β,所以在第二格中Β或然或实然属于无Γ;但已设定它必然属于某;这是不可能的。然而如果结论是实然的而非必然的,他从事实出发也证明它是实然的。柏拉图在哪里说过在必然与或然的混合中结论跟随较弱前提?难道是在《理想国》第一卷对波勒马库斯论辩的结论中,在这样的实例上说的吗?在第一格的全称组合中,在小前提是必然的时,如果假设结论是必然的,通过归于不可能、即归于假,就会得出虚假。但在特称情形中,当结论被设定为必然的时,我们无法通过归谬法得出虚假;因为无论我们给作为特称的结论额外附加哪种前提,这种结合都是无结论的;因为如果我们附加特称前提,就由两个特称前提组成因而是无结论的;如果附加全称前提,就成为由两个同质前提组成的第二格,因而同样是无结论的;相反,结论是实然的这一点是通过名辞来证明的:运动、动物、白。
- 4.2ἐνδέχεται γὰρ τὸ ὑπάρχον παντὶ καὶ μηδενὶ ὑπάρχειν
主语是中性分词短语 τὸ ὑπάρχον παντί(“实然属于全者的事物/谓词”),支配带与格 μηδενί 的不定式 ὑπάρχειν。καί 为副词,意为“也/甚至”。全句结构为模态可能句:“因为实然属于全者的事物,也有可能属于无”。
- 4.5οὗ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον συμβαίνει
οὗ 为以 ἐνδεχόμενον 为先行词的关系代词属格。οὗ μὴ ὄντος μὲν τεθέντος δὲ ὑπάρχειν 是以 οὗ 为主语的独立属格结构(“它虽不存在,但在被设定为属于时”),表达了亚里士多德关于或然(ἐνδεχόμενον)的经典定义准则(参《前分析篇》32a18–20):设定其成立并不会导致任何不可能。
- 4.5οἵαν [δ’] ἂν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι
由 οἵαν ἄν 引导加虚拟式 προσλάβωμεν 的让步/普遍条件关系从句(“无论我们给作为特称的结论额外附加何种前提”)。在主句 ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται 之前充当状语修饰。
