← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§39.26-41.10

关于混合三段论诸解释的检视与疑难

围绕亚里士多德关于实然与必然的混合三段论(30a15–30a19),本段检视了索西格涅斯、赫尔米诺、泰奥弗拉斯托斯学派的批评及扬布利柯的折衷解释,指出各派观点在具体名辞反例面前均陷入疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1#2

ἀλλ’ ὅσον ἐπὶ τούτῳ1 καὶ τῆς μείζονος ὑπαρχούσης (οὔσης) ἀναγκαῖόν ἐστιν τὸ συμπέρασμα· ἀνάγκη γὰρ πάλιν τὸν μείζονα τῷ ἐσχάτῳ ὑπάρχειν, ἔστ’ ἂν ὁ μείζων τῷ μέσῳ ὑπάρχῃ· καὶ πᾶς συλλογισμὸς τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον συνάγει διὰ τὸν ὅρον τοῦ συλλογισμοῦ· καὶ ἐν τῷ δευτέρῳ σχήματι δείκνυσιν ὁ Ἀριστοτέλης συζυγίαν μὴ συνάγουσαν τὸ ἀναγκαῖον διὰ τὸ τὸ μετὰ διορισμοῦ ἀναγκαῖον συνάγειν. Ἑρμῖνος δ’ ἔλεγεν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα οὐκ ἀεί ποτε, ἀλλ’ ἐπί τινος ὕλης· εἰ μὲν γὰρ λάβωμεν ζῷον, ἄνθρωπον, περιπατοῦν, ἀναγκαῖον συνάγεται· εἰ δὲ ζῷον, ἄνθρωπον, κινούμενον, [ψεύδεται ἡ] ἐνδεχόμενον. δι’ ὃ καὶ ὁ Ἀριστοτέλης ἔφη συμβαίνει δέ ποτε. ἀλλὰ διώρισεν τοῦτο ὁ Ἀριστοτέλης ἐπαγαγὼν πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς μείζονος ἀναγκαίας οὔσης. καὶ ἐπὶ στοιχείων τὴν δεῖξιν ἐποιήσατο ἅτε καθόλου ταύτην ποιούμενος. οἱ δὲ περὶ Θεόφραστον δικαιολογοῦνται οὕτως· τίς ἡ ἀποκλήρωσις μὴ καὶ ἐπὶ τῶν τρόπων τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα; ἢ τίς ἡ ἀποκλήρωσις ἐν μόνῳ τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου τῇ χείρονι κατ’ Ἀριστοτέλη ἕπεσθαι τὸ συμπέρασμα; διὰ τί δὲ ὁ Ἀριστοτέλης τὰς μὲν ἀναγκαῖον συναγούσας οὐ δείκνυσι διὰ τῶν ὅρων ἀλλὰ διὰ μόνου τοῦ καθόλου λόγου, τὰς δ’ ὑπάρχον καὶ διὰ τοῦ καθόλου λόγου καὶ δι’ ὅρων; δῆλον γὰρ ὅτι διὰ τὸ ἀεὶ ὑπάρχον συνάγεσθαι καὶ μὴ εὐπορεῖν ὅρων τὸ ἀναγκαῖον συναγόντων, ἀλλ’ ἐν τοῖς καθόλου λόγοις παρακρούεσθαι ἡμᾶς· ἅπας δὲ λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενόν. καὶ εἰ ἐν δευτέρῳ σχήματι τῇ γινομένῃ μείζονι ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ ἕπεται τὸ συμπέρασμα, ἐν τῷ πρώτῳ τρόπῳ τοῦ τρίτου σχήματος ἐξ ὑπαρχούσης καὶ ἀναγκαίας καὶ ὑπάρχον καὶ ἀναγκαῖον συνάγεται τῷ δύνασθαι ἑκατέραν μείζονα γενέσθαι2 ἐν πρώτῳ σχήματι, εἰ καὶ ὅπου μὲν μιᾶς ἀντιστροφῆς δεόμεθα, ὅπου δὲ δύο. ἢ οὐκ ἄτοπον τοῦτο· ἐν γὰρ τῷ τρίτῳ σχήματι μερικὰ πάντα συνάγεται· δύναται δὲ τὸ μερικὸν καὶ ὑπάρχον εἶναι καὶ ἀναγκαῖον· οἷον λευκὸν τινὶ ζῴῳ ὑπαρχόντως δι’ ἄνθρωπον καὶ ἀναγκαίως διὰ κύκνον. ἡ δ’ ἐπίκρισις, ὡς ἔλεγεν ὁ ταῦτά μοι ἐξηγησάμενος τῷ Ἰαμβλίχου ὑπομνήματι κατακολουθῶν, τοῦτον ἔχει τὸν τρόπον· ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἐν πρώτῳ σχήματι καὶ ἀναγκαῖον συνάγεται ἐπὶ ὅρων ζῴου, ἀνθρώπου, περιπατοῦντος καὶ ὑπάρχον ζῴου, ἀνθρώπου, κινουμένου· τὸ γὰρ ὑπάρχον μέσον ἐστὶν ἀναγκαίου καὶ ἐνδεχομένου, τοῦ μὲν ἀναγκαίου ἔχον τὸ παρεῖναι, τοῦ δ’ ἐνδεχομένου τὸ δύνασθαι μεταβάλλειν εἰς τὸ μὴ εἶναι. καὶ διὰ τοῦτο πλάτος ἐστὶν τοῦ ὑπάρχοντος, καὶ δύναται ἡ ὑπάρχουσα πρότασις καὶ πρὸς τῷ ἀναγκαίῳ μᾶλλον καὶ πρὸς τῷ ἐνδεχομένῳ. καὶ ὅτε πρὸς τῷ ἀναγκαίῳ ἐστίν, ἀναγκαῖον συνάγεται· οἷον γὰρ ἐκ δύο ἀναγκαίων ἀναγκαῖον συνάγεται· ὅτε δὲ πρὸς τῷ ἐνδεχομένῳ, ὑπάρχον συνάγεται, ὡς ἐπὶ τῶν εἰρημένων ὅρων. † ὅτε καὶ ὁ Ἀριστοτέλης ἐκ τῆς μείζονος ἀναγκαίας3 τῆς δ’ ἐλάττονος ὑπαρχούσης ἀναγκαῖόν φησιν συνάγεσθαι τὴν ἐλάττονα πρὸς τῷ ἀναγκαίῳ λαμβάνων· ὅτε δ’ ἐκ τῆς μείζονος ὑπαρχούσης τῆς δ’ ἐλάττονος ἀναγκαίας ὑπάρχον, τὴν ἐλάττονα λαμβάνει πρὸς τῷ ὑπάρχοντι· διὰ γὰρ τοῦτο, ὅτε ἡ μείζων ὑπάρχουσά ἐστιν ἡ δ’ ἐλάττων ἀναγκαία, τὴν μείζονα οὐκ ἀναγκαίαν καλεῖ ἐξορίζων αὐτὴν ἀπὸ τοῦ ἀναγκαίου καὶ ἐπιρρεπῆ ὁρῶν πρὸς τὸ ἐνδεχόμενον· ὅτε δὲ ἡ μείζων ἀναγκαία ἡ δ’ ἐλάττων ὑπάρχουσα, τὴν ἐλάττονα ὑπάρχουσαν καλεῖ, οὐχὶ δὲ 〈οὐκ〉 ἀναγκαίαν ὡς ἐπιρρεπῶς ἔχουσαν πρὸς τὸ ἀναγκαῖον. ἀλλὰ κἂν εἴπωμεν, φασί, λογικὸν παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος πρὸς τῷ ἀναγκαίῳ οὔσης ὑπάρχον συνάγεται· κἂν κίνησις πάσῃ βαδίσει ἀναγκαίως, βάδισις παντὶ ἀνθρώπῳ ὑπαρχόντως, καίπερ τῆς ἐλάττονος ὑπαρχούσης οὔσης πρὸς τῷ ἀναγκαίῳ ὑπάρχον συνάγεται. Ὅτι ἄπορος ἡ μίξις ὑπάρχοντος καὶ ἀναγκαίου· οὔτε γὰρ ἀεὶ ὑπάρχον συνάγεται, ὡς οἱ Πλατωνικοὶ καὶ Θεόφραστος, διὰ τοὺς ὅρους τούτους· οὔτε τῆς μείζονος ἀναγκαίας οὔσης ἀναγκαῖον, ὡς ὁ Ἀριστοτέλης, διὰ τοὺς ὅρους τούτους· ζῷον παντὶ ἀνθρώπῳ ἀναγκαίως, ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως, καὶ ζῷον παντὶ κινουμένῳ ὑπαρχόντως ἀλλ’ οὐκ ἀναγκαίως· οὔτε, ὡς ὁ Ἰάμβλιχος, τῆς ἐλάττονος ὑπαρχούσης πρὸς τῷ ἀναγκαίῳ οὔσης ἀναγκαῖον συνάγεται διὰ τοὺς ὅρους τούτους· ἀλλ’ οὐδ’ ἀντίφασις γίνεται ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· ψεῦδος γὰρ καὶ τὸ ἐνδέχεται τινὰ ἄνθρωπον ζῷον καὶ τὸ ἀνάγκη μηδένα ἄνθρωπον ζῷον. Τὸ δὲ Β τῷ Γ ὑπαρχέτω μόνον. ἰδοὺ τῆς μείζονος ἀναγκαίας οὔσης τὴν ἐλάττονα οὐ καλεῖ μὴ ἀναγκαίαν ἀλλ’ ὑπάρχουσαν ὡς πρὸς τῷ ἀναγκαίῳ οὖσαν, καίτοι, ὅτε ἡ ἐλάττων ἀναγκαία ἐστίν, τὴν μείζονα μὴ ἀναγκαίαν καλῶν.

然而就此而言,即便大前提是实然的,结论也是必然的。因为只要大项属于中项,大项也必然属于末项;而且根据三段论的定义,每一个三段论都得出基于假设的必然结论;在第二格中,亚里士多德也正因为某种组合得出带有限定条件的必然结论,而证明其不单纯得出必然结论。赫尔米诺则主张,结论并非总是成为必然的,而是在某些质料上如此:因为如果我们取动物、人、步行者,得出的就是必然结论;但如果取动物、人、运动者,得出的就是或然结论。亚里士多德也是为此才说“但有时发生”。但亚里士多德补充了“只是并非偶然的任何一个,而是在大前提是必然的之时”来限定这一点。并且他用字母符号进行了证明,因为他是把这当作普遍证明来进行的。 然而泰奥弗拉斯托斯学派的人则如此辩护:有何武断理由规定在模态上结论不跟随较弱前提?又有何武断理由规定按照亚里士多德唯独在第二格第四式与第三格第五式中结论才跟随较弱前提?又为何亚里士多德对于那些得出必然结论的组合不通过具体名辞而是仅通过普遍论证来证明,而对于那些得出实然结论的组合则既通过普遍论证又通过具体名辞来证明?因为显然这是由于总是得出实然结论,且他匮乏得出必然结论的名辞,从而在普遍论证中欺瞒了我们;而任何言论,如果缺乏实证,都显得虚妄而空洞。而且如果在第二格中结论跟随在化归为第一格时成为大前提的那一前提,那么在第三格第一式中,从实然与必然的前提既得出实然结论也得出必然结论,因为两前提在第一格中都能成为大前提,即便在一个情形中我们需要一次换位,而在另一个情形中需要两次。 或者这并非荒谬;因为在第三格中得出的全都是特称结论;而特称的事物既可以是实然的也可以是必然的:例如白通过人实然属于某种动物,通过天鹅则必然属于。然而,正如那位依据扬布利柯的注释书向我解释这些内容的人所说,判定具有如下方式:在第一格中大前提是必然的而小前提是实然的时,在动物、人、步行者这些名辞上得出必然结论,而在动物、人、运动者上得出实然结论。因为实然介于必然与或然之间,从必然处分有现实临在,从或然处分有能够转变为不处于的状态。由于这个原因,实然存在着幅度,实然命题既能更偏向于必然,也能更偏向于或然。当它偏向于必然时,得出必然结论;因为仿佛从两个必然命题得出必然结论一样;而当它偏向于或然时,则如在所述名辞上那样得出实然结论。因此亚里士多德在大前提为必然且小前提为实然时,将小前提取为偏向于必然,从而主张得出必然结论;而当大前提为实然且小前提为必然时,他将小前提取为偏向于实然,从而主张得出实然结论;因为正是由此,当大前提为实然而小前提为必然时,他将大前提称为“非必然的”,将其从必然中排除并视为易于倾向或然;而当大前提为必然且小前提为实然时,他将小前提称为“实然的”,而不称为“非必然的”,视其为易于倾向必然。 但他们说,即使我们说“有理性必然属于全人类,人实然属于全步行者”,尽管小前提偏向于必然,得出的却是实然结论;即使“运动必然属于全步行,步行实然属于全人类”,尽管小前提是偏向于必然的实然前提,得出的也是实然结论。 因此实然与必然的混合是充满疑难的:因为既非如柏拉图学派和泰奥弗拉斯托斯所认为的那样总是得出实然结论(由于这些名辞);也非如亚里士多德所认为的那样在大前提为必然时得出必然结论(由于这些名辞:动物必然属于全人类,人实然属于全运动者,动物实然属于全运动者但并非必然);也非如扬布利柯所认为的那样在小前提为偏向必然的实然时得出必然结论(由于这些名辞);甚至当我们以模态对模态、量对量、质对质进行对立时,连矛盾对当都产生不了:因为“某些人或然是动物”与“必然没有任何人是动物”都是假的。 “但让Β仅属于Γ”。看哪,在大前提是必然的时,他不将小前提称为“非必然的”,而是称为“实然的”,视其为偏向于必然,尽管在小前提是必然的时他将大前提称为“非必然的”。

语法注3 条
  1. 4.1ἀλλ’ ὅσον ἐπὶ τούτῳ

    短语 ὅσον ἐπὶ τούτῳ 是一习用副词短语,意为“就此而言”或“以此为依据”,指涉前文提到的索西格涅斯关于条件必然性的观点。

  2. 4.1τῷ δύνασθαι ἑκατέραν μείζονα γενέσθαι

    带定冠词与格的不定式短语(τῷ δύνασθαι),表示原因(“由于两前提中每一者均能成为……”)。ἑκατέραν 是不定式 γενέσθαι 的宾格逻辑主语。

  3. 4.1ὅτε καὶ ὁ Ἀριστοτέλης ἐκ τῆς μείζονος ἀναγκαίας

    校勘本中带有十字标记(cruces)的残损处。在句法上,由 ὅτε(或被校订为 δι’ ὃ 等)引出,承接前述扬布利柯派的观点得出推论:“因此亚里士多德也说……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:39.26-41.10