- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:38.20-39.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解《前分析篇》30a15,探讨在实然与必然前提的混合中大前提为必然时结论是否必然的问题,对比了亚里士多德的主张与泰奥弗拉斯托斯等人关于“结论跟随较弱前提”的规则,并考察了亚历山大的辩护以及索西格涅斯提出的有条件必然说。
Συμβαίνει δέ ποτε. Μετὰ τοὺς συλλογισμοὺς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου παραδίδωσιν ὁ Ἀριστοτέλης τοὺς συλλογισμοὺς τοῦ ἐνδεχομένου. ἀλλὰ μίγνυσι πρότερον τὸ ὑπάρχον τῷ ἀναγκαίῳ διὰ δύο αἰτίας· ἢ γὰρ ὅτι ποικίλος ὁ περὶ τῶν ἐνδεχομένων συλλογισμῶν λόγος, ἢ ἵνα συμπληρώσῃ τὸν περὶ τοῦ ὑπάρχοντος καὶ ἀναγκαίου λόγον καὶ τῶν ἁπλῶν ἐγνωσμένων καὶ τοῦ συνθέτου.1 ὑπάρχον δὲ λαμβάνει νῦν οὐχ ὡς ἐν τοῖς τρισὶ σχήμασι τὸ κατὰ τὸ ἔστιν ἀλλὰ κατὰ τὸ ἐκβὰν ἐνδεχόμενον· εἴτε γὰρ τὸ ἐν τοῖς τρισὶ σχήμασιν ὑπάρχον τρόπος εἴη, παραλελειμμέναι ἔσονται αἱ ἄνευ τρόπου προτάσεις (ἔφη γὰρ ἐκεῖσε “ἐπεὶ δὲ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν”), εἴτε τὸ νῦν ὑπάρχον μὴ εἴη τρόπος, οὐκ ἔστιν μῖξις· τῷ γὰρ ψιλῷ ‘ἔστιν’ πᾶς τρόπος συνέζευκται. ζητοῦμεν δὲ ἐν ταῖς μίξεσιν οὐχὶ 〈εἰ〉 καθόλου ἢ μερικὸν συνάγεται, οὐδ’ εἰ καταφατικὸν ἢ ἀποφατικόν (οὐδεμία γὰρ περὶ ταῦτα γίνεται ἐξαλλαγὴ παρὰ τὰ εἰρημένα, ἐπειδὴ καὶ τὸ καθόλου ὑπάρχον τότε ἐλαμβάνετο φερόμενον καὶ κατὰ τῶν τρόπων), ἀλλ’ εἰ ὑπάρχον ἢ ἀναγκαῖον ἢ ἐνδεχόμενον τὸ συμπέρασμα. μίξεως τοίνυν γινομένης ὑπάρχοντος καὶ ἀναγκαίου ἐν πρώτῳ σχήματι ὁ μὲν Ἀριστοτέλης τῇ μείζονι ἕπεσθαι βούλεται τὸ συμπέρασμα, εἰ δὲ ἐν δευτέρῳ, τῇ ἀντιστρεφομένῃ,2 εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ· αὗται γὰρ μείζονες γίνονται ἐν τῇ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγῇ· ἐπὶ δὲ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου τῶν μὴ ἀναγομένων δι’ ἀντιστροφῆς εἰς τὸ πρῶτον σχῆμα τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμα. οἱ δ’ ἑταῖροι αὐτοῦ, Θεόφραστος καὶ Εὔδημος, καὶ οἱ ἀπὸ Πλάτωνος καθόλου καὶ νῦν τῇ χείρονι ἕπεσθαι τὸ συμπέρασμά φασιν ὥσπερ καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ. τῶν δὲ νεωτέρων ἠκολούθησαν Ἀριστοτέλει μὲν Ἀλέξανδρος καὶ Ἰάμβλιχος, Θεοφράστῳ δὲ καὶ Εὐδήμῳ καὶ τοῖς ἀπὸ Πλάτωνος Θεμίστιος, Συριανός, Πρόκλος. ὅτι τοίνυν ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον συνάγεται, δείκνυσιν ὁ Ἀριστοτέλης οὕτως· εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης διὰ τὸν ὅρον τοῦ κατὰ παντός. ἀλλ’ οὐ παντὶ μέρει, φασί, τοῦ Β τὸ Α ἐξ ἀνάγκης ὑπάρχει, ἀλλὰ μόνοις τοῖς ἀναγκαίοις αὐτοῦ μέρεσιν· ὧν οὐκ ἔστιν τὸ Γ διὰ τὸ ὑπάρχουσαν εἶναι τὴν ΒΓ πρότασιν· διὰ γὰρ τοῦτο δύναται τὸ Γ τοῦ Β μηδὲν ὑπάρχον μέρος εἶναι, ὅτε χωρίζεται αὐτοῦ. καὶ ἐπεὶ τὸ Α τοῦ Β ἀχώριστόν ἐστιν, τὸ δὲ Β τοῦ Γ χωριστόν, καὶ τὸ Α τοῦ Γ χωρίζεται, καὶ διὰ τοῦτο οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχει. Ἀλέξανδρος δὲ συνηγορῶν τῷ Ἀριστοτέλει καὶ δι’ ἀδυνάτου δείκνυσιν ἀναγκαῖον τὸ συμπέρασμα τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί, ἐνδέχεται μὴ παντί· ἀλλὰ μὴν καὶ τὸ Β τῷ Γ ὑπαρχόντως παντί· διὰ τὸν πέμπτον ἄρα τρόπον τοῦ τρίτου σχήματος, ἐφ’ οὗ καὶ κατὰ Ἀριστοτέλη τῇ χείρονι ἕπεται τὸ συμπέρασμα, τὸ Α τῷ Β ἐνδέχεται μὴ παντί· ἀλλὰ καὶ ἐξ ἀνάγκης παντί· ὅπερ ἀδύνατον· ἀντίφασις γὰρ ταῦτα. ἀλλὰ πρῶτον μὲν διάλληλός ἐστιν ἡ δεῖξις· καὶ γὰρ τὴν μνημονευθεῖσαν δεῖξιν τοῦ τρίτου σχήματος διὰ τῆς νῦν μίξεως ἑξῆς ὁ Ἀριστοτέλης δείξει. δεύτερον δὲ διὰ τῶν αὐτῶν λόγων καὶ ὑπάρχον συνάγεται καὶ ἐνδεχόμενον καὶ ἀδύνατον· εἰ γὰρ τὸ Α τῷ Γ μὴ παντὶ ὡς ἂν ἐθέλῃς, ἐπειδὴ τὸ Β τῷ Γ παντί, τὸ Α τῷ Β οὐ παντί, καὶ οὐ λέγω ἁπλῶς· ὅπερ ἀδύνατον· ὑπόκειται γὰρ τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί· ὥστε ἢ τὰ τρία οὐ συνάγεται ἢ οὐδὲ τὸ ἀναγκαῖον. αἴτιον δὲ τοῦ ἄτοπον ἐπακολουθεῖν καὶ ἀναγκαίου ὑποτεθέντος τοῦ συμπεράσματος καὶ ἐνδεχομένου καὶ ὑπάρχοντος οὐχ ὁ τρόπος τοῦ συμπεράσματος, ἀλλὰ τὸ συνάγεσθαι μὲν κατ’ ἀλήθειαν παντί (ἀεὶ γὰρ ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγεται ἐν πρώτῳ), ὑποκεῖσθαι δὲ οὐ παντί. Σωσιγένης δὲ ὁ τοῦ Ἀλεξάνδρου διδάσκαλος ἀναγκαῖον ἔφη συνάγεσθαι τὸ κατὰ τὸν διορισμόν·3 ἔστ’ ἂν γὰρ ὁ μέσος τῷ ἐσχάτῳ ὑπάρχῃ, ἀνάγκη καὶ τὸν μείζονα τῷ ἐλάττονι ὑπάρχειν.
“但有时发生”。在论述了实然与必然的三段论之后,亚里士多德讲授了或然的三段论。但他出于两个原因预先将实然与必然相混合:要么是因为关于或然三段论的讨论是繁复的,要么是为了既在单纯情形已知、又在复合情形已知的情况下,补全关于实然与必然的讨论。而他现在所取的“实然”,并非如在三个格中那样是依于“是”的,而是依于实现了的或然。因为如果三个格中的实然是一种模态,那么无模态的前提就将被遗漏了(因为他在那里说过,“既然每一前提要么属于实然,要么属于必然,要么属于或然”);而如果现在的实然不是模态,就不存在混合;因为每一模态都与单纯的“是”相联结。并且在混合中,我们探究的并非得出的是全称还是特称,也非得出的是肯定还是否定(因为关于这些,相比前述并无任何改变,既然当时普遍的实然也是作为亦适用于诸模态而被取的),而是结论究竟是实然、必然还是或然。因此,在第一格中产生实然与必然的混合时,亚里士多德主张结论跟随大前提;若在第二格中,则跟随换位的前提;若在第三格中,则跟随不换位的前提;因为这些前提在化归为第一格时成为大前提。但在第二格第四式与第三格第五式中,即那些不能通过换位化归为第一格的格式中,[他主张]结论跟随较弱的前提。然而他的同伴泰奥弗拉斯托斯和欧德谟,以及柏拉图学派的人则认为,正如在量与质上一样,普遍地且在目前情形下结论都跟随较弱的前提。而在后起学者中,亚历山大和扬布利柯追随了亚里士多德,而泰米斯提乌斯、叙利亚诺和普罗克洛则追随了泰奥弗拉斯托斯、欧德谟以及柏拉图学派。那么,从必然的大前提和实然的小前提得出必然的结论,亚里士多德是这样证明的:如果Α必然属于全Β,而Β实然属于全Γ,那么由于“关于全”的定义,Α必然属于全Γ。但他们说,Α并非必然属于Β的每一部分,而仅属于其必然的诸部分;由于ΒΓ前提是实然的,Γ并不属于这些部分;因为由此,当Γ与Β相分离时,Γ完全可能并非Β的实际部分。并且既然Α与Β不可分,而Β与Γ可分,那么Α也就与Γ相分离,正是由于这个原因,Α并非必然属于Γ。而亚历山大为支持亚里士多德,也通过归谬法以如下方式证明结论是必然的:因为如果Α并非必然属于全Γ,那么或然不属于全;但事实上Β也实然属于全Γ;因此,通过第三格第五式——在此式中即使按照亚里士多德结论也跟随较弱的前提——Α或然不属于全Β;但它又必然属于全;这是不可能的;因为这些构成了矛盾。但首先,这种证明是循环论证;因为亚里士多德随后正是要通过当前的混合来证明第三格中所提及的证明。其次,通过同样的论证,实然、或然和不可能都会被得出;因为如果无论你随意设定Α以何种方式不属于全Γ,既然Β属于全Γ,Α就不属于全Β,且我并非单单指简单地如此;这是不可能的;因为假定了Α必然属于全Β;从而要么这三者都得不出,要么连必然的也得不出。而无论假设结论是必然的、或然的还是实然的都会引出荒谬的原因,不在于结论的模态,而在于事实上得出的是“属于全”(因为在第一格中,从两个全称肯定前提总是得出全称肯定结论),却假定了“不属于全”。而亚历山大的老师索西格涅斯则说,得出的是带有限定条件的必然;因为只要中项属于末项,大项也必然属于小项。
- 4.1καὶ τῶν ἁπλῶν ἐγνωσμένων καὶ τοῦ συνθέτου
属格独立结构,其中在 τοῦ συνθέτου 之后承前省略了与 ἐγνωσμένων 相应的分词 ἐγνωσμένου(或 συμπληρωθέντος),表示在单纯三段论已被认识的基础上,复合三段论也得以认识的并列关系。
- 4.1τῇ ἀντιστρεφομένῃ, εἰ δὲ ἐν τρίτῳ, τῇ μὴ ἀντιστρεφομένῃ
承前省略了前分句中的谓语部分 ἕπεσθαι βούλεται τὸ συμπέρασμα。与格的实体化分词 τῇ ἀντιστρεφομένῃ 与 τῇ μὴ ἀντιστρεφομένῃ 分别指代换位或不换位的“前提(προτάσει)”。
- 4.1τὸ κατὰ τὸν διορισμόν
用以解释索西格涅斯学说的短语。正如后文 ἔστ’ ἂν γὰρ ὁ μέσος τῷ ἐσχάτῳ ὑπάρχῃ, ἀνάγκη... 所阐明的,它指带有时间或限制性条件(διορισμός)的必然性,即“只要中项属于小项”这一限定下的必然。
