- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:37.27-38.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节根据《前分析篇》卷一第八章开篇,论述实然、必然与或然这三种模态的区别及其三段论的差异、否定命题换位的特性,以及第二格与第三格特定式中归谬法和外延展示证明的必要性,并探讨实然本身是否构成独立模态的疑难。
Ὅτι ἕτερον τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον. τὸ γὰρ ἐνδεχόμενον οὔτε ὑπάρχει οὔτε ἀναγκαῖόν ἐστιν, μέλλει δὲ ὑπάρχειν· καὶ τὸ ὑπάρχον ἐκβὰν ἐνδεχόμενόν ἐστιν καὶ ταύτῃ διαφέρει τοῦ ἐνδεχομένου καὶ τοῦ ἀναγκαίου.
实然、必然和或然是互不相同的。因为或然既非实际属于,也非必然,而是将要属于;而实然则是实现了的或然,并在此点上与或然及必然相区别。
Ὅτι ἕτεροι καὶ οἱ συλλογισμοὶ τῶν τριῶν τῷ τὰς προτάσεις καὶ τὰ συμπεράσματα ποτὲ μὲν τοῦ ὑπάρχοντος εἶναι ποτὲ δὲ τοῦ ἀναγκαίου ποτὲ δὲ τοῦ ἐνδεχομένου.
这三者的三段论也互不相同,这是由于前提和结论有时属于实然,有时属于必然,有时属于或然。
Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει. ἀλλὰ καὶ τὸ κατηγορικόν· καὶ πλέον τὸ κατηγορικόν· τοῦτο γὰρ ὁμοίως ἐπὶ τῶν τριῶν ἀντιστρέφει· τὸ δὲ στερητικὸν ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου μόνον ὁμοίως ἀντιστρέφει, ἄλλως δ’ ἐπὶ ἐνδεχομένου. καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν.1
“因为否定命题也同样换位”。但肯定命题也同样换位,而且肯定命题更是如此;因为肯定命题在这三种模态中都同样换位,而否定命题仅在实然与必然中同样换位,在或然中则以不同方式换位。正是由于这个原因,他才仅提及了当务之急的一者。
Ἐν τῷ οἰκείῳ σχήματι, εἰ καὶ μὴ ἐν τῷ οἰκείῳ τρόπῳ. Ὅτι ἐπὶ ὑπάρχοντος καὶ ἀναγκαίου ἡ δι’ ἀδυνάτου δεῖξις περιουσιαστικὴ οὖσα ἐν δευτέρῳ σχήματι πλὴν τοῦ τετάρτου τρόπου καὶ ἐν τρίτῳ πλὴν τοῦ πέμπτου τρόπου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. ὅτι ἡ δι’ ἐκθέσεως ἀπόδειξις ἐπὶ ὑπάρχοντος περιουσιαστικὴ οὖσα ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου ἐπὶ τοῦ ἀναγκαίου ἀναγκαία γέγονεν ἐν τῷ τετάρτῳ τοῦ δευτέρου καὶ τῷ πέμπτῳ τοῦ τρίτου. Πῶς ἐπὶ τοῦ ὑπάρχοντος ἔδειξεν τὸν τέταρτον τρόπον2 τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου μὴ ἀντιθεὶς τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ, εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν; δηλοῖ γὰρ τὸ ἐκβὰν ἐνδεχόμενον· οὐ γάρ, εἰ ψεῦδος τὸ ὑπάρχειν μὴ παντί, ἀληθὲς τὸ ὑπάρχειν παντί, ἐπειδὴ ἐπὶ τῶν μετὰ τρόπου κατὰ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται. ἢ ἐχρήσατο τότε τῷ ὑπάρχειν ἀντὶ τοῦ ἔστιν· πρὸ μὲν γὰρ τῶν μίξεων τὸ ὑπάρχον ἰσοδυναμεῖ τῷ ἔστιν· ἐν δὲ ταῖς μίξεσιν τρόπος ἐστὶν τὴν ἔκβασιν τοῦ ἐνδεχομένου δηλῶν. καὶ τὸ μὲν πρῶτον δείξεις ἐκ τοῦ λέγεσθαι πᾶσαν πρότασιν ἢ τοῦ ὑπάρχειν εἶναι ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· εἰ γὰρ καὶ τὸ ὑπάρχειν τρόπος, ποῦ αἱ ἄνευ τρόπου προτάσεις; τὸ δὲ δεύτερον ἐκ τοῦ τρόπων εἶναι τὰς μίξεις· τὸ γὰρ ἔστιν παντὶ τρόπῳ ἀεὶ συνέζευκται καὶ οὐ ποιεῖ μῖξιν ἀεί. τὸ ὑπάρχον οὐ τρόπος, εἰ πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν ἢ τοῦ ἐξ ἀνάγκης ὑπάρχειν ἢ τοῦ ἐνδέχεσθαι ὑπάρχειν· ποῦ γὰρ αἱ ἄνευ τρόπου, εἰ καὶ τὸ ὑπάρχον τρόπος; ἢ ἐπὶ τοῦ ὑπάρχοντος τὸν τέταρτον τοῦ δευτέρου καὶ τὸν πέμπτον τοῦ τρίτου δι’ ἀδυνάτου δεικνὺς ἀντίφασιν ἔλαβεν τοῦ ὑπάρχειν παντὶ τὸ ὑπάρχειν οὐ παντί, οὐ τὸ μὴ ὑπάρχειν παντί· κατὰ γὰρ τοὺς τρόπους αἱ ἀποφάσεις γίνονται τῶν μετὰ τρόπου καταφάσεων. ὅτι τὸ ὑπάρχον τρόπος, εἰ μίγνυσιν αὐτὸ ἀναγκαίῳ καὶ ἐνδεχομένῳ· τρόπων γὰρ αἱ μίξεις· οὐ γὰρ λέγεται μῖξις τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος πρὸς τὸ ἀναγκαῖον καὶ τὸ ἐνδεχόμενον ἀεὶ συνόντος αὐτοῖς.3
“在固有的格中,即使不在固有的式中”。在实然和必然中,归谬证明在第二格中除第四式外、在第三格中除第五式外本是多余的,但在第二格第四式与第三格第五式中却成了必然的。通过外延展示的证明在实然中于第二格第四式与第三格第五式中本是多余的,但在必然中于第二格第四式与第三格第五式中却成了必然的。如果实然也是一种模态,那么在实然中,他未将模态对置模态、量对置量、质对置质,又是如何通过归谬法证明第二格第四式和第三格第五式的呢?因为它表明了实现了的或然;因为并非如果“属于不全”为假,“属于全”就为真,既然在带模态的命题中否定是依模态而形成的。或者,他当时是用“属于”来代替“是”吗?因为在模态混合之前,实然等同于“是”,但在混合中,它则是表明或然之实现的模态。第一点你可以从“每一前提要么属于实然,要么属于必然,要么属于或然”这一说法中证明;因为如果“属于”也是一种模态,那么无模态的前提又在哪里呢?第二点则可从“混合是模态的混合”这一事实中证明;因为“是”总是与每一模态相联结,并不总是构成混合。如果每一前提要么属于实然,要么属于必然,要么属于或然,那么实然就不是模态;因为如果实然也是模态,那么无模态的前提又在哪里呢?抑或,在实然中通过归谬法证明第二格第四式和第三格第五式时,他取了“属于不全”而非“不属于全”作为“属于全”的矛盾对当吗?因为带模态的肯定命题的否定是依模态而形成的。如果他将实然与必然和或然相混合,实然就是一种模态;因为混合是模态的混合;因为按照“是”的实然并不被称作与必然及或然的混合,既然它总是与它们共存。
- 3.3καὶ διὰ τοῦτο μόνου τοῦ κατεπείγοντος ἐμνημόνευσεν
动词 μνημονεύω 支配属格,此处 μόνου τοῦ κατεπείγοντος 为中性分词实体化的属格,作其宾语。注解者以此解释为何亚里士多德仅特别提及否定命题而非肯定命题,即因为否定命题的换位随模态而变,属于当务之急。
- 3.4τρόπον
名词 τρόπος 在本节中具有两种截然不同的专门含义:前半部分指三段论格之下的“式”(如 πλὴν τοῦ τετάρτου τρόπου,指 Baroco 式),后半部分则指命题的“模态”(如 εἰ καὶ τὸ ὑπάρχον τρόπος ἐστίν)。
- 3.4ἀεὶ συνόντος αὐτοῖς
分词短语 ἀεὶ συνόντος αὐτοῖς 与前面的属格短语 τοῦ κατὰ τὸ ἔστιν ὑπάρχοντος 一致,作为修饰/说明原因的伴随分词,解释了为何依“是”而论的实然因其常驻共存而不能与必然及或然构成真正的混合。
