← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§35.19-36.15

前提换位的定义与成立条件

阿摩尼奥斯指出此处所论述的是前提的换位,并通过语源学说明论证了换位是两个前提之间的关系,进而通过基于词项的共通性以及质和次序的分类讨论了换位成立的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#2

ἐνταῦθα δὲ περὶ τῆς τῶν προτάσεων λέγει ἀντιστροφῆς. ἐπειδὴ δὲ οὐ πᾶσαι αἱ προτάσεις ἀντιστρέφουσιν, λεκτέον ποῖαί εἰσιν αἱ ἀντιστρεφόμεναι, καὶ πρότερον τί σημαίνει αὐτὸ τοῦτο τὸ ὄνομα ἡ ἀντιστροφή. οὐ γάρ, ὡς νῦν οἱ πολλοὶ λέγουσιν, ἀντιστροφή ἐστιν ἡ καταστροφή, ἀλλ’ ἀντιστροφή ἐστιν ἡ ἰσοστροφή· πολλάκις γὰρ τὸ ‘ἀντί’ ἀντὶ τοῦ ἴσου τίθεται, οἷον ἀντίθεος ἰσόθεος.1 ἔχομεν δὲ τοῦτο πιστώσασθαι καὶ ἀπὸ τῶν παρ’ αὐτῷ κειμένων· ἀρχόμενος γὰρ τῶν Ῥητορικῶν τεχνῶν φησιν “ἡ ῥητορικὴ τῇ διαλεκτικῇ ἀντίστροφός ἐστιν” ἀντὶ τοῦ ‘ἰσόστροφος’· ἑκατέρα γὰρ αὐτῶν ὁμοίως ἐξ ἐνδόξων ἐπιχειρεῖ καὶ ἐφ’ ἑκάτερα κατασκευάζει· περὶ γὰρ τὸ φαινόμενον ἑκατέρα ἔχει. ἀντιστροφὴ οὖν ἐστιν ἡ ἰσοστροφή. τὸ δὲ ἴσον οὐ δύναται εἶναι ἕν τι· σχέσιν γὰρ σημαίνει καὶ τῶν πρός τί ἐστιν τὸ ἴσον· 〈τὸ γὰρ ἴσον〉 ἴσῳ ἴσον ἐστίν. ὥστε ἡ ἀντιστροφὴ οὐ δύναται μιᾶς προτάσεως εἶναι, εἴ γε τὴν στροφὴν σημαίνει ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων·2 τὰ γὰρ ἴσα κοινωνεῖ ἀλλήλοις κατὰ τὴν ἰσότητα καὶ ἐν δύο τισὶν τὸ ἐλάχιστον θεωρεῖται. ὥστε πάντως δύο προτάσεών ἐστιν ἡ ἀντιστροφή. λοιπὸν δὲ λεκτέον ποίων προτάσεών ἐστιν ἡ ἀντιστροφή. τοῦτο δὲ εὑρήσομεν, εἰ διαίρεσίν τινα τῶν προτάσεων τελείαν ποιησαίμεθα ἐκ τῶν ὅρων οὕτως· ἐπειδὴ πᾶσα πρότασις ἔχει ὑποκείμενον ὅρον, ἔχει καὶ κατηγορούμενον, ἢ κατὰ ἀμφοτέρους τοὺς ὅρους αἱ προτάσεις κοινωνοῦσιν ἢ κατ’ οὐδέτερον, ἢ κατὰ μὲν τὸν ἕτερον κοινωνοῦσιν, κατὰ δὲ τὸν ἕτερον διαφέρουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ μὲν τὸν ὑποκείμενον κοινωνοῦσιν, κατὰ δὲ τὸν κατηγορούμενον διαφέρουσιν, ἢ τὸ ἀνάπαλιν. λέγω ὅτι οὐ δύναται ἡ ἀντιστροφὴ εἶναι οὔτε τῶν προτάσεων τῶν κατὰ μηδέτερον κοινωνουσῶν (ποία γὰρ ἰσότης δύναται εἶναι ἐν τοῖς κατὰ πάντα διαφέρουσιν;) οὔτε τῶν κατὰ τὸν ἕτερον μὲν κοινωνουσῶν κατὰ δὲ τὸν ἕτερον διαφερουσῶν· οὐδὲ γὰρ ἐν ταύταις δύναται εἶναι ἰσότης διὰ τὸ διαφέρειν τὸν ἕτερον· λείπεται τὴν ἀντιστροφὴν εἶναι τῶν προτάσεων τῶν κατ’ ἀμφότερα κοινωνουσῶν.3 λέγει δὲ πάλιν ἄλλην διαίρεσιν· ἐπειδὴ πᾶσα πρότασις ἔχει † ὅρον (ἢ γὰρ καταφατική ἐστιν ἢ ἀποφατική),4 ἔχει δὲ καὶ τάξιν καθ’ ἣν τεταγμένοι εἰσὶν οἱ ὅροι, ὅδε μὲν πρῶτος, ὅδε 〈δὲ〉 δεύτερος, λέγει οὖν ὅτι οὕτως αἱ προτάσεις αἱ κοινωνοῦσαι ἢ οὕτως κοινωνοῦσιν ὥστε καὶ τὴν αὐτὴν ποιότητα φυλάττειν καὶ τὴν αὐτὴν τάξιν, ἢ οὐδέτερον τούτων φυλάττουσιν, ἢ τὸ μὲν ἕτερον φυλάττουσιν, τὸ δὲ ἕτερον ἐναλλάττουσιν, καὶ τοῦτο διχῶς· ἢ γὰρ τὴν τάξιν ἐναλλάττουσι τὴν ποιότητα φυλάξασαι, ἢ τὸ ἀνάπαλιν

然而在此处,他所论述的是前提的换位。既然并非所有前提都能换位,就应当说明哪些是可换位的前提,并在此之前说明“换位”这个名称本身究竟意味着什么。因为换位并不像如今许多人所说的那样是颠覆,换位乃是“对等转变”;因为前缀 anti- 常常用来代替“相等”,比如 antitheos 意即“与神平等的”。我们也可以从他本人的著作记载中确证这一点;因为在《修辞学》开篇他说“修辞学是与辩证法相换位的”,意思是“对等转变的”;因为它们二者都同样从公认意见出发进行论证,并对正反两方面进行立论;因为二者都关涉于表面显现的事物。因此,换位乃是对等转变。然而相等之物绝不可能是某种单一之物;因为相等意味着一种关系,并且属于关系范畴;因为相等之物乃是相对于相等之物而言相等的。因此,如果换位确实意味着具有平等性与共通性的事物之间的转变,那么它就不可能是单一前提的换位;因为相等的事物根据相等性而彼此相通,并且至少在两件事物中被考察。所以,换位必然属于两个前提。接下来则应当说明,换位属于何种前提。如果我们从词项出发对前提作如下完全的划分,我们便能发现这一点:既然每一前提都具有一个主项,也具有一个谓项,那么这些前提要么在两个词项上都共通,要么在两者上都不共通,要么在其中一个上共通而在另一个上相异,而这有两种情形:要么它们在主项上共通而在谓项上相异,要么反之亦然。我认为,换位既不可能属于在任何一个词项上都不共通的前提(因为在各方面都相异的事物中怎么可能存在平等性呢?),也不可能属于在其中一个上共通而在另一个上相异的前提;因为在这些前提中,也由于另一项的差异而不可能存在平等性;剩下来的便是:换位属于在两个词项上都共通的前提。他又提出了另一种划分:既然每一前提都具有质(因为前提要么是肯定的,要么是否定的),并且还具有词项依此排列的次序,即这一项在前而那一项在后,因此他说,那些共通的前提要么以既保持相同之质又保持相同次序的方式共通,要么这两者都不保持,要么保持其中之一而互换另一者,而这有两种情形:要么它们在保持质的同时互换次序,要么反之亦然。

语法注4 条
  1. 2.6ἀντίθεος ἰσόθεος

    此处举出复合词 ἀντίθεος(如神一般的,与神平等的)作为例证,说明前缀 ἀντί 可以表示“相等”(ἴσος)而非“相反”或“反对”。ἰσόθεος 作为解释性同位语并列于 ἀντίθεος。

  2. 2.6εἴ γε τὴν στροφὴν σημαίνει ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων

    由连词 εἴ γε(如果确实……)引导的条件从句。属格短语 ἴσων τινῶν καὶ κοινωνίαν ἐχόντων 作为动名词 στροφήν 的宾格性属格或限定性属格,意为“具有相等性与共通性之物的转变”。

  3. 2.6λείπεται τὴν ἀντιστροφὴν εἶναι τῶν προτάσεων τῶν κατ’ ἀμφότερα κοινωνουσῶν

    无人称动词 λείπεται(剩下的是……)后接对格不定词结构 τὴν ἀντιστροφὴν εἶναι 作为实际主语。属格短语 τῶν προτάσεων... 与 εἶναι 构成表所属或特征的谓语性属格,意为“换位属于在两个词项上都共通的前提”。

  4. 2.6ἐπειδὴ πᾶσα πρότασις ἔχει † ὅρον (ἢ γὰρ καταφατική ἐστιν ἢ ἀποφατική)

    带有十字标记的 † ὅρον 表明此处在写本流传中存在讹误。紧随其后的括号中解释(“因为前提要么是肯定的要么是否定的”)清楚地表明,文意要求一个表示“质”(ποιότητα)或类似意义的词,以对应后文关于次序(τάξις)与质(ποιότης)的二重划分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:35.19-36.15