← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§34.18-35.18

三段论还原中前提换位的优先性

亚里士多德在25a1处开启关于前提换位的论述,阿摩尼乌斯阐明了在还原不完全三段论的三种辅助手段(换位、外化、归谬法)中何以优先讨论换位,并澄清此处所探讨的是前提的换位,而非项或三段论的换位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6#1

" Ἐπειδὴ πᾶσα πρότασίς ἐστιν ἢ τοῦ ὑπάρχειν ἕως τοῦ καὶ τὸ ζῷον οὐχ ὑπάρχει τινὶ ἀνθρώπῳ." Περὶ πάντων ὧν προέθετο ἄνω εἰπεῖν εἶπεν, περὶ προτάσεως, περὶ ὅρου, περὶ συλλογισμοῦ, ἔτι τε πρὸς τούτοις τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής,1 καὶ τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι, καὶ τί τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι. εἶτα ἐπειδὴ εἶπεν ἄνω ὅτι “τέλειον καλῶ συλλογισμὸν τὸν μηδενὸς προσδεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἀτελῆ δὲ τὸν δεόμενον ἑνὸς ἢ καὶ πλειόνων” (εἰρήκαμεν δὲ ὅτι ἐν ᾧ πλείονα λέγει, τὰς βοηθείας λέγει δι’ ὧν ἀνάγονται εἰς τὸ πρῶτον σχῆμα οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι· εἰσὶν δὲ τρεῖς, ἀντιστροφή, ἔκθεσις, ἡ εἰς ἀδύνατον ἀπαγωγή), δῆλον ὅτι ἀναγκαίως καὶ περὶ τῶν βοηθειῶν τούτων διαλήψεται πρὸ τοῦ περὶ τῶν συλλογισμῶν διαλεχθῆναι. οὐ λέγει δὲ ἐνταῦθα περὶ τῶν τριῶν βοηθειῶν ἀλλὰ περὶ μόνης τῆς ἀντιστροφῆς, ἐπειδὴ καὶ ἀσαφεστέρα ἐστὶν καὶ οἱ πλείους συλλογισμοὶ διὰ ταύτης βοηθοῦνται· διὸ καὶ ὡς ἀσαφεστέραν καὶ ὡς μάλιστα χρείαν ἔχων ταύτης προλαμβάνει καὶ λέγει περὶ αὐτῆς. περὶ δὲ τῆς ἐκθέσεως ἐρεῖ τούτου τοῦ βιβλίου πρὸς τῷ τέλει· ἐν δὲ τοῖς μέσοις περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· σαφέστεραι γάρ εἰσιν αὗται αἱ δύο βοήθειαι. ἡ μὲν γὰρ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τοῦ ὀνόματος δείκνυται τί σημαίνει, ὅτι αὐτόθεν μὲν τὸ προκείμενον οὐκ ἀποδείκνυσιν, ὑποθεμένη δὲ τὸ ἀντικείμενον εἰς ἄτοπόν τι καὶ ἀδύνατον καταντᾷ, ὡς ἔχομεν καὶ ἐπὶ τῶν γραμμικῶν θεωρημάτων. ἔκθεσις δέ ἐστιν ἡ λῆψις καὶ προβολὴ μερικοῦ τινος καὶ ἀπ’ αὐτοῦ τὸ ὅλον πιστουμένη· οἷον λέγω ‘οὐδεὶς ἄνθρωπος τετράπους’, καὶ ἐκτίθεμαι μερικόν τι, τὸν Σωκράτην, καὶ λέγω ‘εἰ γὰρ ὑπῆρχεν τῷ ἀνθρώπῳ 〈τὸ〉 τετράπουν, καὶ Σωκράτει ὑπῆρχεν’· ὥστε συντόμως εἰπεῖν ἡ ἔκθεσις παράδειγμά ἐστιν. οὐκ ἐσπούδασεν οὖν καὶ περὶ τούτων τῶν δύο βοηθειῶν ἐνταῦθα εἰπεῖν διά τε τὸ σαφέστερα εἶναι αὐτάς,2 ὡς εἴρηται, καὶ μὴ ἐπὶ τοσούτων δεῖσθαι αὐτῶν ἐφ’ ὅσων τῆς ἀντιστροφῆς δεῖται. ἐπειδὴ δὲ ἔστιν καὶ ὅρων ἀντιστροφὴ καὶ προτάσεων καὶ συλλογισμῶν, περὶ ποίας ἐνταῦθα διαλαμβάνει; λέγομεν ὅτι οὔτε περὶ τῆς τοῦ ὅρου οὔτε περὶ τῆς τοῦ συλλογισμοῦ· περὶ μὲν γὰρ τῆς τοῦ ὅρου εἶπέν πως ἐν ταῖς Κατηγορίαις, οὐκ αὐτόθεν μὲν εἰπὼν ὅτι ὅρων ἐστὶν ἀντιστροφή· ἐπὶ γὰρ τῶν πρός τι εἶπεν αὐτήν, ἔνθα λέγει ‘πάντα δὲ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται’· ὁ γὰρ δοῦλος πρὸς τὸν δεσπότην ἀντιστρέφει, καὶ ὁ δεσπότης πρὸς τὸν δοῦλον· δοῦλος δεσπότου δοῦλος καὶ δεσπότης δούλου δεσπότης, καὶ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν’·3 περὶ δὲ τῆς τοῦ συλλογισμοῦ ἀντιστροφῆς ἐρεῖ πρὸς τῷ τέλει τοῦ δευτέρου βιβλίου τῶν Προτέρων ἀναλυτικῶν.

“既然每一前提要么是关于属于的……直至……动物也不属于某个人。” 关于他在上面提议要谈论的所有事物,他都已谈论过了:关于前提、关于项、关于三段论,此外还有什么是完全的项、什么是不完全的项,以及在整体中存在或不存在是什么意思,对一切事物被述说或对无一事物被述说是什么意思。随后,既然他在上面说过“我把为了使必然性显现而不需要任何额外之物的三段论称为完全的三段论,把需要一个或更多事物的三段论称为不完全的三段论”(而我们已经说过,在他提及‘更多事物’之处,他指的是通过其使第二格和第三格中的三段论被还原至第一格的辅助手段;它们有三种:换位、外化、归谬法),显然,在讨论三段论之前,他必然也要论及这些辅助手段。但他在这里所谈的并非这三种辅助手段,而仅是换位,因为换位既更为晦涩,且绝大多数三段论都要借助它得到辅助;因此,既因其更为晦涩,又因他最需要它,他便预先选取它并对其进行讨论。关于外化,他将在这本书接近末尾处论及;在中间部分他将讨论归谬法;因为这两种辅助手段更为清晰。因为通过归谬法进行的辅助手段甚至通过其名称就表明了它的含义:它并不直接证明既定论题,而是在假定相反论点之后导向某种荒谬和不可能的结论,正如我们在几何定理中所见到的那样。而外化则是对某种个别事物的选取与展示,并通过它来确证整体;例如我说“没有人是四足的”,我外化出一个个别事物,即苏格拉底,并说“因为如果四足属于人,那么它也会属于苏格拉底”;所以简言之,外化就是一个例证。因此,他并未急于在此处也谈论这两种辅助手段,这既是因为正如已指出的那样它们更为清晰,也是因为他需要它们的场合并不像需要换位的场合那样繁多。但是,既然存在着项的换位、前提的换位以及三段论的换位,他在此处论述的是哪一种呢?我们回答说:既非关于项的换位,亦非关于三段论的换位。因为关于项的换位,他在某种程度上已在《范畴篇》中讨论过,尽管他并未直接说这是项的换位;因为他在讨论关系范畴时提到了它,他在那里说“所有关系事物都是相对于相互换位的事物而被言说的”;因为奴隶相对于主人发生换位,主人相对于奴隶发生换位:“奴隶是主人的奴隶,主人是奴隶的主人,可知之物通过知识而成为可知之物”;而关于三段论的换位,他将在《前分析篇》第二卷的末尾加以讨论。

语法注3 条
  1. 2.6τίς ὁ τέλειος ὅρος καὶ τίς ὁ ἀτελής

    传抄文本作 ὅρος(“项”),但上文及紧接其后的引文所涉及的显然是“完全的三段论与不完全的三段论”(τέλειος συλλογισμὸς καὶ ἀτελής)。译文依手稿异文直译作“完全的项与不完全的项”,未作文本改动。

  2. 2.6διά τε τὸ σαφέστερα εἶναι αὐτάς

    在此带不定式的宾格结构中,逻辑主语 αὐτάς 为阴性复数(指代前文的 βοήθειαι),而作表语的比较级形容词 σαφέστερα 却采用了中性复数形式。这是将两个辅助手段泛指为“这些事物/情况更为清晰”,属于语义上的中性概念化,而非严格的语法性一致。

  3. 2.6ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν

    引自亚里士多德《范畴篇》第7章(6b35)关于换位的例句。与格 ἐπιστήμῃ 在此用作手段或关系的与格:“通过知识[或‘相对于知识’]而成为可知之物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:34.18-35.18