← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§33.19-34.17

在整体中与全称述说的等价性

阿摩尼奥斯重申不完全三段论并非缺失项而是由于诸项混乱所致,随后阐明“在整体中存在”与“对一切被述说”(以及否定中的对应概念)并非四种不同情形,而是从主项和述项角度对全称肯定与全称否定的两种表述,并解释了亚里士多德的定义(24b26–30)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#2

ὥστε καὶ παρὰ τῶν λεγομένων παρ’ αὐτῷ τῷ Ἀριστοτέλει λάβοις ἂν ὅτι οὐκ εἰσὶν οὗτοι οἱ συλλογισμοὶ ἀτελεῖς, ὡς αὐτῷ δοκεῖ (τοὺς γὰρ ὅρους τελείους ἔχουσιν), ἀλλὰ μόνον συγκεχυμένοι εἰσὶν ἐν αὐτοῖς οἱ ὅροι. Μετὰ δὲ τὸ εἰπεῖν, τίνα λέγει τέλειον συλλογισμὸν καὶ τίνα ἀτελῆ, ἀκολούθως τοῖς προκειμένοις λέγει, τί λέγει τὸ ἐν ὅλῳ εἶναι1 ἢ μὴ εἶναι καὶ τί τὸ κατὰ παντὸς ἢ μηθενὸς κατηγορεῖσθαι· οὕτως γὰρ προέθετο. ὅπερ δὲ καὶ ἄνω εἴρηται, δοκεῖ ταῦτα τέτταρα εἶναι περὶ ὧν λέγει, τὸ ἐν ὅλῳ εἶναι, τὸ ἐν μηδενὶ εἶναι, τὸ κατὰ παντὸς κατηγορεῖσθαι, τὸ κατὰ μηθενὸς κατηγορεῖσθαι. τῇ δὲ ἀληθείᾳ δύο ἐστὶν περὶ ὧν λέγει· περὶ γὰρ τῆς καθόλου καταφατικῆς λέγει καὶ τῆς καθόλου ἀποφατικῆς διχόθεν ἐπιχειρῶν ἐπὶ ἑκατέρας ἀπό τε τοῦ κατηγορουμένου ὅρου καὶ τοῦ ὑποκειμένου. καὶ αὐτὸς δὲ τοῦτο αὐτὸ σαφῶς λέγει· τὸ ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι καὶ κατὰ παντὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται· οἷον πᾶς ἄνθρωπος δίπους. τὸ μὲν γὰρ ἐν ὅλῳ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι εἶπεν ἀπὸ τοῦ ὑποκειμένου ἐπιχειρῶν· ἐν γὰρ τῷ ἑτέρῳ, τῷ δίποδι, ὅλῳ ὄντι τὸ ἕτερόν ἐστιν, ὁ ἄνθρωπος· ὁλικώτερον γάρ ἐστιν τοῦ ἀνθρώπου τὸ δίπουν καὶ περιλαμβάνει αὐτόν. τὸ δὲ τὸ ἕτερον κατὰ παντὸς τοῦ ἑτέρου κατηγορεῖσθαι εἶπεν ἐπιχειρῶν ἀπὸ τοῦ κατηγορουμένου· κατὰ παντὸς γὰρ τοῦ ἑτέρου, τοῦ ἀνθρώπου, τὸ ἕτερον κατηγορεῖται, τὸ δίπουν. εἶτα ἐπειδὴ ταὐτὸν εἶπεν τό τε ἀπὸ τοῦ ὑποκειμένου καὶ τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα (ἑκάτερον γὰρ περὶ τῆς καθόλου καταφατικῆς εἴρηται), τὸ ἓν μόνον ἐξηγεῖται, τὸ ἀπὸ τοῦ κατηγορουμένου ἐπιχείρημα, καὶ ἀρκεῖται τούτῳ ἐάσας ἡμῖν τὰ ἄλλα ἐννοῆσαι. καὶ λέγει ἐκεῖνο κατὰ παντὸς κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου2 καθ’ οὗ τὸ κατηγορούμενον οὐ λεχθήσεται. ἐπάγει καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως ἀντὶ τοῦ ‘καὶ ἐπὶ τῆς ἀποφάσεως τὰ αὐτὰ νοείσθω’. δῆλον δὲ ὅτι οὐ λέγει τὰ αὐτὰ τῇ καταφάσει· οὐ γὰρ ταὐτόν ἐστιν κατάφασις καὶ ἀπόφασις, ἀλλὰ καὶ ἀντίκειται ἀλλήλοις· ἀλλὰ τὰ αὐτὰ ἀντὶ τοῦ ‘κατὰ τὴν αὐτὴν ἀναλογίαν’. πάλιν γὰρ τὸ ἐν μηδενὶ τῷ ἑτέρῳ τὸ ἕτερον εἶναι καὶ τὸ κατὰ μηδενὸς κατηγορεῖσθαι θατέρου θάτερον ταὐτόν ἐστιν· ἑκάτερον γὰρ περὶ τῆς καθόλου ἀποφατικῆς εἴρηται. κατὰ μηδενὸς τοῦ ἑτέρου τὸ ἕτερον κατηγορεῖσθαι λέγομεν, ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου καθ’ οὗ θάτερον λεχθήσεται· οἷον οὐδεὶς ἄνθρωπος τετράπους, κατ’ οὐδενὸς ἀνθρώπου τὸ τετράπουν κατηγορεῖται, καὶ ἐν οὐδενὶ τετράποδί ἐστιν ὁ ἄνθρωπος.

因此,人们甚至从亚里士多德本人的言论中也可以得知,这些三段论并不像他所认为的那样是不完全的(因为它们拥有完全的项),而只是诸项在它们之中发生了混乱。在说明了他把什么称为完全的三段论以及把什么称为不完全的三段论之后,他按照既定的话题说明了:在整体中存在或不存在是什么意思,以及对一切事物被述说或对无一事物被述说是什么意思;因为他此前正是这样计划的。正如上面所说的,他所讨论的这些事物似乎有四个:在整体中存在、在无一事物中存在、对一切事物被述说、对无一事物被述说。但事实上他所讨论的只有两个事物:因为他讨论的是全称肯定和全称否定,分别从述项和主项这两个角度对这两者进行探讨。他自己也清楚地说明了这一点:他说,一者在另一者之中作为在整体中存在,与一者对另一者的一切事物被述说,是同一回事;因为这两者都是就全称肯定而言的;例如“所有人都是两足的”。因为他说“一者在另一者之中作为在整体中存在”,是从主项出发探讨的;因为在另一者之中,即在作为整体的“两足”之中,存在着一者,即“人”;因为“两足”比“人”更为普遍并包含着人。而他说“一者对另一者的一切事物被述说”,则是从述项出发探讨的;因为对另一者,即“人”的一切事物,一者被述说,即“两足”。随后,由于他说从主项出发的论述与从述项出发的论述是同一回事(因为两者都是就全称肯定而言的),他便只解释了其中一个,即从述项出发的论述,并满足于此,而让我们去理解其余的事项。他说:当无法取得主项中述项不被述及的任何事物时,我们就说那者对一切事物被述说。他接着补充说“对无一事物〔被述说〕也同样如此”,以此代替“在否定中同样的事情应当被理解”。显然他并非指与肯定相同的事情;因为肯定与否定并不是同一的,而是彼此对立的;“同样的事情”在此代替的是“依循同样的类比”。因为再次地,一者在另一者的无一事物之中存在,与一者对另一者的无一事物被述说,是同一回事;因为两者都是就全称否定而言的。当无法取得主项中另一者被述及的任何事物时,我们就说一者对另一者的无一事物被述说;例如“没有人是四足的”、“四足对任何人都未被述说”以及“人在任何四足动物中都不存在”。

语法注2 条
  1. 2.5ἐν ὅλῳ τῷ ἑτέρῳ, φησίν, τὸ ἕτερον εἶναι

    τῷ ἑτέρῳ 受介词 ἐν 支配作与格,ὅλῳ 作表语性修饰(“作为整体”或“在作为整体的另一者之中”)。宾格 τὸ ἕτερον 充当不定式 εἶναι 的逻辑主语。

  2. 2.5μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου

    虚拟式 ᾖ 与不定式 λαβεῖν 构成了无人称可能句式(相当于 ἔστι λαβεῖν,“可以取得/指出”)在时间/条件从句中的形式。τοῦ ὑποκειμένου 是修饰 μηδέν 的部分属格(“主项中的任何事物”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:33.19-34.17