- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:32.23-33.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于完全与不完全三段论的定义(24b22-26),阿摩尼乌斯着眼于“为了显明出来”这一表述,论述了不完全三段论并非缺少项,而只是需要通过整序以及诸如换位等协助。
" Τέλειον μὲν οὖν καλῶ συλλογισμὸν ἕως τοῦ καὶ τὸ κατὰ μηδενὸς ὡσαύτως." Ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ ὁρίσαι τί ἐστιν συλλογισμὸς ὁρίζει τίς ἐστιν ὁ τέλειος καὶ τίς ὁ ἀτελής· οὕτως γὰρ προέθετο. καὶ πάλιν οὐ λέγει ‘τέλειος δέ ἐστιν’, ἀλλὰ τέλειον δὲ καλῶ καὶ ἀτελῆ ὡς αὐτὸς ὤν φησιν τούτων ὀνοματοθέτης.1 τέλειον δέ, φησίν, καλῶ τὸν μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, τουτέστιν τὸ συμπέρασμα. ὅρα δὲ πῶς εἶπεν τὸν μὴ δεόμενον πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον ἀντὶ τοῦ ‘τὸν σαφῆ καὶ διηρθρωμένα ἔχοντα τὰ λήμματα’, ὥστε ἀτελῆ λέγει τὸν προσδεόμενον ἔξωθέν τινος πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, οὐ πρὸς τὸ γενέσθαι. οὐκ ἄρα λείπει τις αὐτῷ ὅρος, ὡς καὶ ἄνω εἴρηται, ἀλλ’ εἰσὶν ἐν αὐτῷ οἱ ἀρκοῦντες ὅροι “πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”· οὐ φαίνεται δὲ διὰ τὸ συγκεχύσθαι τοὺς ὅρους, καὶ χρείαν ἔχει οὐ προσθήκης ἀλλὰ τάξεως πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον τὸ ὂν μὲν ἐν αὐτῷ κεκρυμμένον δὲ διὰ τὴν σύγχυσιν. καὶ αὐτὸς δέ φησιν τοῦτο σαφῶς. κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ πρὸς τὸ φανῆναι.2 ἀτελῆ δέ, φησίν, λέγω συλλογισμὸν ἐκεῖνον τὸν προσδεόμενον ἢ ἑνὸς ἢ πλειόνων, τουτέστιν τὸν δεόμενον ἢ μιᾶς βοηθείας ἢ πλειόνων· εἰσὶν γὰρ οἳ καὶ δευτέρας βοηθείας δεόμενοι πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· οἷον εἰσὶν μὲν οἱ μόνης τῆς ἀντιστροφῆς δεόμενοι, εἰσὶν δὲ οἵ καὶ τῆς ἀντιστροφῆς δεόμενοι καὶ ἄλλης πρὸς ταύτῃ, οἷον τῆς ἐκθέσεως, πρὸς τὸ φανῆναι ἐκεῖνα ἅ ἐστιν μὲν ἀναγκαῖα διὰ τῶν ὑποκειμένων ὅρων, τουτέστιν ἃ οὐκ ἔξωθεν ὅρου προσδέεται πρὸς τὸ συμβῆναι, ἀλλὰ διὰ τῶν ὑποκειμένων μὲν ὅρων συμβαίνει, οὐ μὴν σαφῶς εἴληπται διὰ προτάσεων. διὰ γὰρ τοῦ ἀνθρώπου καὶ τοῦ λογικοῦ καὶ τοῦ ἵππου συμβαίνει τὸ μηδένα ἵππον ἄνθρωπον εἶναι· οὐ μὴν σαφῶς εἴληπται διὰ τῶν προτάσεων, ὅταν ᾖ ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι. δῆλον μὲν γὰρ ὅτι, 〈εἰ〉 οὐδεὶς ἵππος λογικός, καὶ τὸ ἀνάπαλιν οὐδὲν λογικὸν ἵππος, καὶ οἱ αὐτοὶ ὅροι εἰσίν, οὐκ ἔστιν δὲ ἑλεῖν τὸ συμβαῖνον διὰ τῆς προτάσεως·3 διὸ ἡ ἀντιστροφὴ ἀντιστρέψασα τοὺς ὅρους ποιεῖ αὐτὴν ‘οὐδὲν λογικὸν ἵππος’. ὥστε οὐχ ὅρου ἔξωθεν προσδεῖ, οὐδὲ πρὸς διαστολὴν τῶν τοιούτων συλλογισμῶν εἶπεν ἐν τῷ ὅρῳ ἄνω τὸ “〈τῷ〉 ταῦτα εἶναι”, ὡς τινὲς ὑπέλαβον· οὐ γὰρ ὅρου αὐτοῖς προσδεῖ, ἀλλὰ σύγχυσις τῶν ὅρων ἐστὶν ἐν αὐτοῖς.
“因此,我把……称为完全的三段论,直至:对于不属于任何事物而言同样如此。” 紧随前文所说,在定义了什么是三段论之后,他定义了什么是完全的三段论以及什么是不完全的三段论;因为他此前正是这样计划的。在这里他又没有说“完全的是……”,而是说“我把……称为完全的”和不完全的,因为他自己就是这些名称的命名者。他说:我把那为了使必然之物——即结论——显明出来而完全不需要外部任何其他事物的,称为完全的。请注意他是如何为了表达“具有清晰明了的前提”,而说成“为了使必然之物显明出来而不需要任何事物”的,因而他把那为了使必然之物显明出来——而不是为了生成它——而额外需要外部某种事物的三段论称为不完全的。因此,正如上面所说的,它并没有缺失任何项,而是为了“生成必然之物”所充分的项都存在于它之中;但由于诸项混乱,它并未显明出来,它所需要的不是增加,而是秩序,以便使那虽然存在于其中却因混乱而被掩盖的必然之物显明出来。他自己也清楚地指出了这一点。此外,“为了显明出来”这一表述应当作为共用部分来理解。他说:我把那还需要一个或多个事物的三段论——即需要一种协助或多种协助的三段论——称为不完全的;因为有些三段论为了化归为第一格甚至还需要第二种协助。例如,有些三段论仅需要换位,而另一些三段论除了换位之外还需要另一种协助,比如展式,以便使那些虽然凭借底层的项即为必然的事物——即为了得出结论并不额外需要外部的项,而是凭借底层的项即可得出,然而通过前提尚未被清晰把握的事物——显明出来。因为凭借“人”、“理性的”和“马”,得出“没有马是人”这一结论;然而当三段论处于第二格时,这一结论并没有通过诸前提被清晰把握。因为很明显,〈如果〉没有马是理性的,反过来凡理性的也皆不是马,而且项是相同的,但却无法通过前提把握所导出的结论;因此换位法通过颠倒诸项,使其变为“凡理性的皆不是马”。因此,并不额外需要外部的项,他在上文的定义中所说的“由于这些事物存在”,也并非如某些人所设想的那样是为了区分此类三段论;因为它们并不额外需要项,而是诸项在它们之中发生了混乱。
- 2.5ὡς αὐτὸς ὤν φησιν τούτων ὀνοματοθέτης
连词 ὡς 搭配分词 ὤν 表明亚里士多德的主观理由或意图(“因为他自己就是这些名称的命名者”)。动词 φησιν 是注解者阿摩尼乌斯插入的说明性动词。
- 2.5κατὰ κοινοῦ δὲ ἀκουστέον τὸ πρὸς τὸ φανῆναι
κατὰ κοινοῦ 是语法与注解用语,意为“共通地(两处兼通)”。与动词性形容词 ἀκουστέον 连用,指示“为了显明出来”(πρὸς τὸ φανῆναι)这一短语不仅属于完全三段论的定义,亦必须作为共用成分补充到随后不完全三段论的定义中。
- 2.5οὐκ ἔστιν δὲ ἑλεῖν τὸ συμβαῖνον διὰ τῆς προτάσεως
οὐκ ἔστιν 为非人称句式,意为“不可能……”,后接不定词 ἑλεῖν(αἱρέω 的不定过去时主动不定词,“把握、捕获”)。实体化分词 τὸ συμβαῖνον 作 ἑλεῖν 的直接宾语。
