- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:31.1-32.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯梳理了逍遥学派与新柏拉图主义关于第二格和第三格三段论是否完全的学说史争论(涉及博埃图斯、忒弥斯提乌斯及皇帝尤利安等),论证了定义中的“由于这些事物存在”并非用于排斥第二、第三格,而是为了排除有欠缺和有冗余的论证,最后全面概括了亚里士多德三段论定义的各个要素。
πάντας τούτους τοὺς ἐν δευτέρῳ σχήματι, ἔτι μέντοι καὶ τοὺς ἐν τρίτῳ ἀτελεῖς λέγει, ἐπειδὴ δέονταί τινος ἔξωθεν βοηθείας πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· πάντα γὰρ συλλογισμὸν ἀνάγει εἰς τὸ πρῶτον σχῆμα. τρεῖς δὲ λέγει βοηθείας ὧν δέονται οἱ ἐν δευτέρῳ καὶ τρίτῳ συλλογισμοὶ πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα, ἀντιστροφήν, ἔκθεσιν καὶ ἔτι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· οἷον ὁ εἰρημένος ἐν δευτέρῳ σχήματι συλλογισμὸς ἀντιστροφῆς δέεται πρὸς τὸ ἀναχθῆναι εἰς τὸ πρῶτον σχῆμα· ἐὰν γὰρ τὴν δευτέραν πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικόν’ ἀντιστρέψῃς καὶ εἴπῃς ‘οὐδὲν λογικὸν ἵππος’, ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα. ἰστέον δὲ ὅτι ὁ μὲν Ἀριστοτέλης ταύτης ἐγένετο τῆς δόξης, ὅτι οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ πάντες ἀτελεῖς εἰσιν, ὁ δὲ Βοηθὸς ἑνδέκατος ἀπὸ Ἀριστοτέλους γενόμενος ἐναντίως τῷ Ἀριστοτέλει περὶ τούτου ἐδόξασεν, καὶ καλῶς ἐδόξασεν καὶ ἀπέδειξεν ὅτι πάντες οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι τέλειοί εἰσιν. τούτῳ ἠκολούθησεν Πορφύριος καὶ Ἰάμβλιχος, ἔτι μέντοι καὶ ὁ Μάξιμος, 〈ὃς〉 ἀκροατὴς ἦν Ἱερίου τοῦ Ἰαμβλίχου ἀκροατοῦ. καὶ Θεμίστιος δὲ ὁ παραφραστὴς τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης.1 τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευάζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς [καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλιανός,2 καὶ δέδωκεν τὴν ψῆφον Μαξίμῳ καὶ Ἰαμβλίχῳ καὶ Πορφυρίῳ καὶ Βοηθῷ. φαίνεται δὲ καὶ Θεόφραστος ὁ Ἀριστοτέλους αὐτοῦ ἀκροατὴς τὴν ἐναντίαν αὐτῷ περὶ τούτου δόξαν ἔχων. τούτοις δὲ τοῖς ἀπὸ Βοηθοῦ ἠκολούθησεν καὶ ὁ μέγας Πρόκλος καὶ ὁ τούτου διδάσκαλος καὶ ὁ ἡμέτερος πατήρ, ὅτι καὶ οἱ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες τέλειοί εἰσιν. τινὲς δέ, ὡς εἴρηται, ἀποβλέποντες εἰς τὸ παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι ἀτελεῖς οἴεται εἶναι τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι, εἰρήκασιν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἐκβάλλων αὐτοὺς τῆς τῶν συλλογισμῶν ἑστίας· οὐ γὰρ διὰ τὸ εἶναι καὶ ὁμολογηθῆναι ταῦτα τὰ ἐν αὐτοῖς ὁμολογήματα συμβαίνει τὸ συμπέρασμα, ἀλλὰ δέονται ἔξωθεν βοηθείας πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον, οἷον τῆς ἀντιστροφῆς ἤ τινος ἄλλης τῶν τριῶν τῶν εἰρημένων. ἡμεῖς δέ φαμεν ὅτι οὐ διὰ τοῦτο εἶπεν τὸ τῷ ταῦτα εἶναι. πρῶτον μὲν γὰρ ἄτοπόν ἐστιν πάντας τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι λέγειν μὴ εἶναι συλλογισμούς, περὶ ὧν τοσαῦτα ἐρεῖ. ἔπειτα αὐτὸς ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι εἶπεν, ὅτι διὰ τοῦτο εἶπον τὸ τῷ ταῦτα εἶναι, ἐπειδὴ διὰ τὸ ταῦτα εἶναι τὰ τεθέντα συμβαίνει τὸ συμπέρασμα καὶ οὐδενὸς ἔξωθεν ὅρου προσδεῖ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον· τοὺς δὲ ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀτελεῖς λέγει, οὐχ ὡς ἔξωθεν ὅρου προσδεομένους· οὐδὲ γὰρ ἡ βοήθεια ἡ προσγινομένη αὐτοῖς ὅρον αὐτοῖς προστίθησιν, οἷον ἡ ἀντιστροφὴ ὅρον οὐ προστίθησιν, ἀλλὰ τοὺς κειμένους ἀντιστρέφει· τὴν γὰρ πρότασιν τὴν λέγουσαν ‘οὐδεὶς ἵππος λογικός’ ἀντιστρέφει ἡ ἀντιστροφὴ καὶ λέγει ‘οὐδὲν λογικὸν ἵππος’, οὐκ ἄλλον ὅρον προστιθεῖσα ἀλλὰ τοῖς οὖσιν χρωμένη. οὐκ ἄρα τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς ἐν δευτέρῳ καὶ τρίτῳ σχήματι ἀλλὰ διὰ τοὺς ἐλλείποντας καὶ πλεονάζοντας, ὡς εἴρηται. Τελείως ἄρα ἔχει ὁ ὅρος. ἵνα δὲ συντόμως ἐπαναλάβωμεν τὰ ῥηθέντα, τὸ μὲν λόγος κεῖται ὡς γένος τοῦ συλλογισμοῦ· τὸ δὲ ἐν ᾧ τεθέντων πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων· τὸ δὲ τινῶν πρὸς ἀντιδιαστολὴν τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· τὸ δὲ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τῶν παρὰ τοῖς Στωικοῖς λεγομένων διφορουμένων ἢ ἀδιαφόρως περαινόντων· τὸ δὲ ἀνάγκη πρὸς διαστολὴν τῶν ἄλλων πίστεων αἳ τὸ ἀναγκαῖον οὐκ ἔχουσιν· τὸ δὲ συμβαίνειν ὡς ἀεὶ ὑπάρχον τὸ κατὰ τὴν ἀκολουθίαν ἀναγκαῖον παντὶ συλλογισμῷ· τὸ δὲ τῷ ταῦτα εἶναι πρὸς διαστολὴν τῶν ἐλλειπόντων συλλογισμῶν ἢ πλεοναζόντων. αὐτὸς δὲ ἐξηγούμενος τὸ τῷ ταῦτα εἶναι τῶν ἐλλειπόντων 〈μόνων〉 ἐμνήσθη· ἐπὶ ἐκείνων γὰρ μάλιστα οὐ τῷ ταῦτα εἶναι τὰ τεθέντα ἐν αὐτοῖς συμβαίνει τὸ συμπέρασμα ἀλλὰ τῷ ἔξωθέν τι προσειλῆφθαι.3 οὐδὲν ἄρα οὔτε περιττὸν οὔτε ἐλλεῖπον ἔχει ὁ ὅρος· αὕτη δέ ἐστιν ὅρου ἀρετή, τὸ ἀπέριττον καὶ ἀνελλειπές.
他称第二格中的所有这些三段论,乃至第三格中的三段论是不完全的,因为它们为了被化归为第一格而需要某种外部的协助;因为他把每一个三段论都化归为第一格。他提到了第二格和第三格中的三段论为了化归为第一格所需要的三种协助:换位、展式,以及归谬法。例如,在第二格中所提到的三段论需要换位以便被化归为第一格;因为如果你将说“没有马是理性的”第二前提换位并说“凡理性的皆不是马”,它就将被化归为第一格。 应当知道的是,亚里士多德持有这种见解,即第二格和第三格中的三段论全都是不完全的,而自亚里士多德算起第十一代的博埃图斯在此事上持有与亚里士多德相反的见解,且正确地认为并证明了第二格和第三格中的三段论全都是完全的。波菲利和扬布里柯追随了他,乃至扬布里柯的学生希埃里乌斯的学生马克西穆斯也是如此。而作为释义者的忒弥斯提乌斯则持有相反的见解,即亚里士多德所持有的那种见解。于是,当马克西穆斯与忒弥斯提乌斯这两人对此事持有相反的见解并各自确立——正如他们所认为的那样——自己所主张的观点时,皇帝尤利安在他们之间仲裁了这些事情,并将选票投给了马克西穆斯、扬布里柯、波菲利和博埃图斯。甚至亚里士多德本人的学生泰奥弗拉斯托斯似乎在此事上也持有与他相反的见解。伟大的普罗克洛、他的老师以及我们的父亲也都追随了这些源于博埃图斯的学者,认为第二格和第三格中的三段论也全都是完全的。 然而,如前所述,某些人着眼于亚里士多德本人所说的话——即他认为第二格和第三格中的三段论是不完全的——声称他说“由于这些事物存在”是针对第二格和第三格中的三段论而言的,意在将它们逐出三段论的殿堂;因为结论并非由于它们之中这些被认同的事物存在且被认同而得出,而是需要某种外部的协助,如换位或所说的三种协助中的另一种,以便生成必然之物。但我们主张,他并不是因此而说“由于这些事物存在”的。 因为首先,把第二格和第三格中的所有三段论说成不是三段论是荒谬的,关于它们他将要讲论如此之多的内容。其次,他自己在解释“由于这些事物存在”时说:我说“由于这些事物存在”,是因为结论由于这些所设定的事物存在而得出,且不需要任何外在的项即可生成必然之物;而他称第二格和第三格中的三段论为不完全的,并不是认为它们额外需要外部的项;因为给予它们的协助也没有为它们增加项,例如换位并不增加项,而是颠倒了已设定的项;因为换位是将说“没有马是理性的”前提颠倒并说“凡理性的皆不是马”,并未增加另一个项,而是使用了既有的项。因此,他并非为了第二格和第三格中的三段论而说“由于这些事物存在”,而是如前所述,为了有欠缺和有冗余的三段论。 因此,该定义是完全的。为了简短地概括所说的话:“言论”被设定为三段论的属;“在其中被设定”是为了区别于非三段论的其他言论;“某些事物”是为了区别于修辞学家那里的单前提三段论;“与所设定事物不同的某种事物”是为了区别于斯多亚派所称的双重命题或无分别得出结论的命题;“必然”是为了区别于不具有必然性的其他确证;“得出”被设定是因为依据逻辑推论的必然性始终存在于每一个三段论中;而“由于这些事物存在”是为了区别于有欠缺或有冗余的三段论。他自己在解释“由于这些事物存在”时,仅提到了有欠缺的三段论;因为尤其在这些三段论中,结论之所以得出,并不是由于其中所设定的事物存在,而是由于从外部额外采纳了某种事物。因此,该定义既无多余之物,亦无欠缺之物;而定义的德性正是既不多余亦不欠缺。
- 2.4τῆς ἐναντίας ἐγένετο δόξης τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης
定冠词引导的分词短语 τῆς καὶ τῷ Ἀριστοτέλει δοκούσης 作为后置定语修饰 τῆς ἐναντίας ... δόξης。这表明忒弥斯提乌斯采取了与博埃图斯和马克西穆斯等人相反的观点,即亚里士多德本人所持有的见解(认为第二、第三格是不完全的)。
- 2.4τούτοις οὖν τοῖς δύο, τῷ τε Μαξίμῳ καὶ τῷ Θεμιστίῳ, ἐναντία περὶ τούτου δοξάζουσιν καὶ κατασκευάζουσιν, ὡς ᾤοντο, τὸ δοκοῦν αὐτοῖς [καὶ] διῄτησεν αὐτὰ ὁ βασιλεὺς Ἰουλιανός
句首的与格短语 τούτοις οὖν τοῖς δύο... 作为关系与格,受主要动词 διῄτησεν 的支配(意为“在他们两人之间仲裁这些事情”)。直接宾语 αὐτά 指代他们所争论的相左观点(ἐναντία),主语是 ὁ βασιλεὺς Ἰουλιανός。
- 2.4τῷ ἔξωθέν τι προσειλῆφθαι
带定冠词的与格不定式结构 τῷ ... προσειλῆφθαι,表示原因或方式,不定式为完成时被动态。不定代词宾格 τι 作该不定式的逻辑主语(意为“由于从外部额外采纳了某种事物”)。
