- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:29.19-31.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德三段论定义中的“得出”、“由于这些事物存在”以及“为了生成必然之物”诸短语,论证三段论的必然性关乎逻辑推论而非事物的实存,并说明该定义排除了前提欠缺与冗余的推论。
Τὸ δὲ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν διττὸν τὸ ἀναγκαῖον ἐν τοῖς συλλογισμοῖς, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως.1 καὶ τὸ μὲν ἀναγκαῖον τὸ κατὰ τὴν ὕπαρξιν οὐ παντὶ συλλογισμῷ ὑπάρχει· τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί. οἷον ἐὰν εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον’· καὶ τί συμβαίνει; ἐξ ἀνάγκης ἄρα ἀκολουθεῖ τὸ τὴν ψυχὴν ἀθάνατον εἶναι.2 ἀλλ’ οὐ μόνον κατὰ τὴν ἀκολουθίαν ἐστὶν τοῦτο ἀναγκαῖον ἀλλὰ καὶ κατὰ τὴν ὕπαρξιν. ἐὰν δὲ εἴπω ‘Σωκράτης περιπατεῖ, πᾶς ὁ περιπατῶν κινεῖται’, τί συμβαίνει ἐξ ἀνάγκης; τὸ ‘Σωκράτης ἄρα κινεῖται’. τοῦτο δὲ κατὰ μὲν τὴν ἀκολουθίαν ἀναγκαῖόν ἐστιν, κατὰ δὲ τὴν ὕπαρξιν οὐκ ἀναγκαῖον· οὐ γὰρ ἐξ ἀνάγκης κινεῖται ὁ Σωκράτης· ἐνδέχεται γὰρ αὐτὸν καὶ ἠρεμεῖν. ἐπειδὴ οὖν [τί] τὸ κατὰ τὴν ὕπαρξιν μὲν ἀναγκαῖον οὐ παντὶ συλλογισμῷ ὑπάρχει, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν παντί, διὰ τοῦτο εἶπεν τὸ συμβαίνει ἀντὶ τοῦ ‘ἀκολουθεῖ’, ἵνα τὸ πᾶσι τοῖς συλλογισμοῖς ὑπάρχον εἴπῃ. Τὸ δὲ τῷ ταῦτα εἶναι εἶπεν, ἐπειδὴ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι· οὔτε γὰρ τὸ σαφὲς ἐκ τοῦ σαφοῦς δεῖ πιστοῦσθαι· οὐδὲ γὰρ δέεται ἀποδείξεως τὸ σαφὲς σαφὲς ὄν· οὔτε τὸ ἀσαφὲς ἐκ τοῦ ἀσαφοῦς δεῖ πιστοῦσθαι· γέλοιον γάρ, καὶ εὑρίσκεται ἡ δι’ ἀλλήλων δεῖξις· ἀλλὰ δεῖ ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. εἰκότως οὖν καὶ καλῶς εἶπεν τῷ ταῦτα εἶναι καὶ τεθεῖσθαι τὰ ὁμολογήματα συμβαίνειν τὸ συμπέρασμα, ὅτι δεῖ ἐκ τῶν σαφεστέρων τὰ ἀσαφῆ πιστοῦσθαι· ἐκ γὰρ τῶν προτάσεων σαφῶν οὐσῶν καὶ ὁμολογουμένων τὸ ζητούμενον ἀσαφὲς ὂν δείκνυται. καὶ αὐτὸς δὲ ἐξηγεῖται 〈τὸ〉 τῷ ταῦτα εἶναι, καὶ διχῶς αὐτὸ ἐξηγεῖται. λέγω δέ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν·3 διὰ γὰρ τὸ εἶναι ταῦτα τὰ ὁμολογηθέντα συμβαίνει τὸ συμπέρασμα· δεῖ γάρ, ὡς εἴρηται, ἐκ τοῦ σαφοῦς τὸ ἀσαφὲς πιστοῦσθαι. σημαίνει οὖν τὸ τῷ ταῦτα εἶναι τὸ διὰ 〈τὸ〉 ταῦτα εἶναι τὰ τεθέντα συμβαίνειν τὸ συμπέρασμα καὶ μηδενὸς ἔξωθεν ὅρου δεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον. τοῦτο δὲ διὰ τοὺς ἐλλειπεῖς συλλογισμούς. οἷον ἐὰν εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον [’τὸ’] ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος’, ὁ τοιοῦτος συλλογισμὸς καὶ λόγος ἐστὶν καὶ ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ 〈τῷ〉 ταῦτα εἶναι· οὐ γὰρ ἐκ τῶν εἰλημμένων συνέβη τὸ συμπέρασμα, ἀλλ’ ἔξωθεν ἄλλου ὅρου προσεδέησεν, τοῦ ἀθανάτου, ἵνα γένηται ἄλλη πρότασις ἡ λέγουσα ‘τὸ δὲ ἀεικίνητον ἀθάνατον’. ὁμοίως δὲ τὸ αὐτὸ λέγει καὶ ἐπὶ τῶν πλεοναζόντων συλλογισμῶν· ἐὰν γὰρ εἴπω ‘ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ὁ δὲ κόσμος ἀΐδιος, ἡ ψυχὴ ἄρα ἀθάνατος’, οὐ τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα συνέβη τὸ συμπέρασμα· οὐ γὰρ διὰ πάντα τὰ ὁμολογήματα συνέβη, ἀλλὰ πλεονάζει ἐνταῦθα μία πρότασις, ἡ λέγουσα ‘ὁ δὲ κόσμος ἀΐδιος’. καὶ αὐτὸς μὲν οὐκ ἐμνήσθη πλεονασμοῦ ἀλλὰ μόνης ἐνδείας· λέγει δὲ αὐτὸς ὅτι τὸ τῷ ταῦτα εἶναι διαστέλλει αὐτὸν ἀπὸ τῶν ἐλλειπῶν καὶ τῶν πλεοναζόντων. πάλιν δὲ οὐκ εἶπεν πρὸς τὸ εἶναι τὸ ἀναγκαῖον’, ἀλλὰ πρὸς τὸ γενέσθαι, διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν καὶ τὸ συμβαίνειν εἶπεν, ἐπειδὴ οἶδεν, ὡς εἴρηται, τὸ ἐν τοῖς συλλογισμοῖς ἀναγκαῖον διττόν, τὸ μὲν κατὰ τὴν ὕπαρξιν τὸ δὲ κατὰ τὴν ἀκολουθίαν· καὶ τὸ μὲν κατὰ τὴν ὕπαρξιν οὐκ ἔστιν ἐν πᾶσιν τοῖς συλλογισμοῖς, τὸ δὲ κατὰ τὴν ἀκολουθίαν ἐν πᾶσιν. πρὸς τὸ γενέσθαι οὖν [’τί’] ἀντὶ τοῦ ‘πρὸς τὸ ἀκολουθῆσαι, πρὸς τὸ συμβῆναι’, ἵνα λάβῃ τὸ ἀναγκαῖον τὸ ἐν πᾶσιν τοῖς συλλογισμοῖς. τινὲς δὲ ἐνόμισαν ὅτι τὸ τῷ ταῦτα εἶναι εἶπεν διὰ τοὺς λεγομένους παρ’ αὐτῷ ἀτελεῖς συλλογισμούς· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς ὅτι οἱ ἐν τῷ πρώτῳ σχήματι πάντες τέλειοί εἰσιν, οἱ δὲ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ ἀτελεῖς. ἐν πρώτῳ δὲ σχήματί εἰσιν ὡς τύπῳ εἰπεῖν οἱ τοιοῦτοι· οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδὲν λογικὸν ἵππος, οὐδεὶς ἄρα ἄνθρωπος 〈ἵππος〉· ἐν δευτέρῳ δὲ σχήματι οἷον πᾶς ἄνθρωπος λογικόν, οὐδεὶς ἵππος λογικόν, οὐδεὶς ἄρα ἄνθρωπος ἵππος.
他说“得出”是因为他知道,三段论中的必然性具有双重含义:其一依据事物的实存,其二依据言述的逻辑推论。依据实存的必然性并非属于每一个三段论;而依据逻辑推论的必然性则属于每一个三段论。例如,如果我说“灵魂是自身运动的,凡自身运动的皆是永恒运动的,凡永恒运动的皆是不朽的” ——那么得出什么呢?必然逻辑推论出灵魂是不朽的。但这不仅在依据逻辑推论上是必然的,而且在依据实存上也是必然的。但如果我说“苏格拉底在散步,凡散步者皆在运动”,那么必然得出什么呢?得出“因此苏格拉底在运动”。但这在依据逻辑推论上是必然的,在依据实存上却不是必然的;因为苏格拉底并非必然在运动,因为他静止也是可能的。既然依据实存的必然性并非属于每一个三段论,而依据逻辑推论的必然性属于每一个三段论,因此他说“得出”来代替“逻辑推论出”,以便陈述属于所有三段论的性质。他说“由于这些事物存在”,是因为必须从明了的事物确证不明了的事物;因为既不应当从明了的事物确证明了的事物(因为明了的事物既然本身明了,甚至不需要证明),也不应当从不明了的事物确证不明了的事物(因为那是可笑的,且会变成相互证明);而是必须从明了的事物确证不明了的事物。因此,合乎情理且妥当地,他说结论由于这些所认同的事物存在并被设定而得出,因为必须从较明了的事物确证不明了的事物;因为前提既然是明了且被认同的,所探究的事物虽是不明了的,却得以被证明。他自己也解释了“由于这些事物存在”,并且从两方面解释了它。他说,我所谓“由于这些事物存在”,是用来代替“由于这些事物而得出”;因为正是由于这些被认同的事物存在,结论才得出;因为如前所述,必须从明了的事物确证不明了的事物。因此,“由于这些事物存在”意味着,结论由于这些所设定的事物存在而得出,且不需要任何外在的词项即可生成必然的事物。这是针对有欠缺的三段论而言的。例如,如果我说“灵魂是自身运动的,凡自身运动的皆是永恒运动的,因此灵魂是不朽的”,这样的三段论既是一个言论,又在其中某些事物被设定后必然得出了与所设定事物不同的某种事物,但并不是“由于这些事物存在”;因为结论并非来自所采纳的前提,而是额外需要外部的另一个词项,即“不朽”,以便形成另一个说“凡永恒运动的皆是不朽的”前提。同样,关于有冗余的三段论他也说了同样的话;因为如果我说“灵魂是自身运动的,凡自身运动的皆是永恒运动的,凡永恒运动的皆是不朽的,而宇宙是永恒的,因此灵魂是不朽的”,结论就不是由于这些被认同的事物存在而得出的;因为结论并非由于所有被认同的前提而得出,而是此处多出了一个说“而宇宙是永恒的”前提。他自己并未提及冗余,而只提及了欠缺;但他自己说明,“由于这些事物存在”将它与有欠缺和有冗余的三段论区分开来。此外,他没有说“为了必然之物的存在”,而是说“为了生成”,这是出于他说“得出”的同一个原因,因为如前所述,他知道三段论中的必然性是双重的,一种依据实存,另一种依据逻辑推论;依据实存的必然性并不存在于所有的三段论中,而依据逻辑推论的必然性存在于所有的三段论中。因此,“为了生成”是代替“为了逻辑推论出、为了得出”,以便他把握存在于所有三段论中的必然性。然而,有些人认为他说“由于这些事物存在”是针对被他称为不完全的三段论而言的;因为他将在接下来的部分中指出,第一格中的三段论全都是完全的,而第二格和第三格中的三段论是不完全的。大体说来,第一格中的三段论是这样的:例如,“所有人皆是理性的,凡理性的皆不是马,因此没有人是马”;而在第二格中例如,“所有人皆是理性的,没有马是理性的,因此没有人是马”。
- 2.4τὸ μὲν κατὰ τὴν ὕπαρξιν τῶν πραγμάτων τὸ δὲ κατὰ τὴν ἀκολουθίαν τῆς λέξεως
在对比的前置词短语中,τῶν πραγμάτων 指事物在事实上的实存,而 τῆς λέξεως 指言述或语句推演上的逻辑必然承接。此区分确立了三段论中的必然性是逻辑推论的必然性而非实存事实的必然性。
- 2.4ἐν αὐτῷ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συνέβη, ἀλλ’ οὐ 〈τῷ〉 ταῦτα εἶναι
短语 ἐν αὐτῷ τεθέντων τινῶν 为独立属格结构(“在其中某些事物被设定后”)。ἕτερόν τι τῶν κειμένων 为主动词 συνέβη 的主语。接续的 ἀλλʼ οὐ 〈τῷ〉 ταῦτα εἶναι 对比性地否定了原因条件,说明该论证虽满足定义的前半部分,却因缺失必要前提而未能满足“由于这些事物存在”的条件。
- 2.4λέγω δέ, φησίν, τῷ ταῦτα εἶναι ἀντὶ τοῦ τὸ διὰ ταῦτα συμβαίνειν
引述句 λέγω δέ... 直接引自亚里士多德原文(24b20),φησίν 作为插入语指亚里士多德。带冠词不定式 τῷ ταῦτα εἶναι 作为引用的主项,而 ἀντὶ τοῦ 引导的带冠词不定式结构 τὸ διὰ ταῦτα συμβαίνειν 表明其意涵等同的替换性解释。
