← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§28.1-29.19

三段论定义中结论的相异性与必然性

阿摩尼奥斯阐明了亚里士多德的三段论定义中“与所设定的事物不同的某种事物”是为了排除重复推论和无区别得出结论的推论,以及“必然”是为了将三段论的必然性与来自相等者的论证和归纳等其他确信方式区分开来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#3

εἰσὶν δὲ διφορούμενοι οἱ δὶς τὰ αὐτὰ λέγοντες· οἷον ‘εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’. δοκεῖ οὗτος συλλογισμὸς εἶναι, οὐκ ἔστι δέ· διὰ γὰρ τῶν αὐτῶν τὰ αὐτὰ δείκνυσιν. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ἀλλὰ μὴν φῶς ἐστιν· ἡμέρα ἄρα ἐστίν’. ἀδιαφόρως δὲ περαίνοντας λέγουσιν τοὺς τοιούτους, οἷον ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν ἡμέρα ἐστίν· ἡμέρα ἄρα ἐστίν’. καὶ οὗτος δοκεῖ εἶναι συλλογισμός, οὐκ ἔστι δέ· οὐ γὰρ ὡς ὤφειλεν διεξῆλθεν ἀλλ’ ἀδιαφόρως. πῶς δὲ ὤφειλεν λέγεσθαι; ‘εἰ ἡμέρα ἐστίν, οὐκ ἔστιν νύξ· ἀλλὰ μὴν οὐκ ἔστιν νύξ· ἡμέρα ἄρα ἐστίν’. διορίσας οὖν αὐτὸν ἀπὸ τῶν τοιούτων, ἀπὸ τῶν δοκούντων μὲν εἶναι συλλογισμῶν οὐκ ὄντων δέ, τέθεικεν τὸ ἕτερόν τι τῶν κειμένων· ἐν γὰρ τούτοις, τοῖς διφορουμένοις καὶ τοῖς ἀδιαφόρως περαίνουσιν, οὐχ ἕτερόν τι τῶν κειμένων ἐστὶν τὸ συμπέρασμα ἀλλὰ ταὐτόν. ὥστε καὶ ταύτῃ δείκνυται ὅτι τὸ τεθέντων οὐχ ὡς τισὶν ἔδοξεν κεῖται πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν· εἰ γὰρ ἦν τὸ τεθέντων1 κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑποθετικῶν, οὐκ ἂν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τινων ὑποθετικῶν, τῶν διφορουμένων, ὡς εἴρηται, καὶ ἀδιαφόρως περαινόντων (ὑποθετικοὶ γὰρ καὶ οὗτοι), εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν χωρίσας τὸν ὅρον διὰ τοῦ τεθέντων. ὥστε καὶ ταύτην ἐκβλητέον τὴν δόξαν ἐκείνων, ἐξηγητέον δὲ αὐτὸ ὡς εἴρηται. Τὸ δὲ ἀνάγκη εἶπεν, ἐπειδὴ ὁ συλλογισμὸς πίστις τίς ἐστιν· πᾶς γὰρ ὁ συλλογιζόμενος ἀποδεῖξαί τι ἐθέλει καὶ πεῖσαι πάντως, δῆλον ὅτι τὸν προσδιαλεγόμενον. ἵνα οὖν χωρίσῃ αὐτὸν τῶν ἄλλων πίστεων, εἶπεν τὸ ἀνάγκη· τριῶν γὰρ οὐσῶν πίστεων, τῆς μὲν ἀπὸ τῶν ἴσων τῆς δὲ ἐπαγωγικῆς τῆς δὲ συλλογιστικῆς, μόνη ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον. ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν 〈ᾗ〉 κέχρηνται οἱ ῥήτορες2 ἀπὸ ἑνὸς ἓν πιστούμενοι, ἀπὸ μερικοῦ μερικόν· οἷον Διονυσίου αἰτοῦντος Συρακουσίους φρουρὰν τοῦ σώματος ἑαυτοῦ λαβεῖν ἀντιλέγει τις καὶ ἀξιοῖ πεῖσαι μὴ δοθῆναι αὐτοῖς λέγων ὅτι καὶ Πεισίστρατος αἰτήσας καὶ λαβὼν ἐτυράννησεν. αὕτη δὲ ἡ πίστις οὐκ ἔχει τὸ ἀναγκαῖον· οὐ γάρ, ἐπειδὴ ἐκεῖνος ἐτυράννησεν, πάντως καὶ οὗτος τυραννήσει. ἐπαγωγικὴ δέ ἐστιν ἡ πίστις ἡ ἐκπεριτρέχουσα τὰ κατὰ μέρος καὶ ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστουμένη· οἷον λέγω ὅτι πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ· καὶ ἀποδεῖξαι μὲν τοῦτο συλλογιστικῶς οὐ δύναμαι [οὗ], ἐπαγωγῇ δὲ χρῶμαι καὶ δείκνυμι τοῦτο ἐπὶ πολλῶν διεξιὼν τὰ καθέκαστα καὶ ἀξιῶν ἐκ τῶν κατὰ μέρος τὸ καθόλου πιστοῦσθαι. οὔτε δὲ αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον· εὑρίσκεται γοῦν τινα ζῷα τὴν ἄνω γένυν κινοῦντα· ὥστε [φασὶν ὁ κροκόδειλος καὶ ὁ φοινικόπτερος] οὐκ ἔχει τὸ ἀναγκαῖον ἡ ἐπαγωγικὴ αὕτη πίστις. ἐὰν γάρ τι βουλόμενος δεῖξαι τῇ ἐπαγωγῇ χρήσωμαι, μάλιστα μὲν οὐ δύναμαι πᾶσιν τοῖς κατὰ μέρος ἐπεξελθεῖν· ἐὰν δὲ καὶ ὑποθῶμαι ὅτι πᾶσιν ἐπεξέρχομαι, ἢ κἀκεῖνο τὸ ζητούμενον μετὰ πάντων λαμβάνω, καὶ εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων,3 ἢ ἐκεῖνο οὐ λαμβάνω ἐν τῇ ἐπαγωγῇ, καὶ οὐδὲν κωλύει ἐκεῖνο παρὰ τὰ ἄλλα πάντα εἶναι. ὥστε οὐδὲ ἡ ἐπαγωγικὴ ἔχει τὸ ἀναγκαῖον. μόνη δὲ ἡ συλλογιστικὴ ἔχει τὸ ἀναγκαῖον· οἷον πρόκειταί μοι δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· κέχρημαι συλλογισμῷ τοιούτῳ· ἡ ψυχὴ αὐτοκίνητος· τὸ αὐτοκίνητον ἀεικίνητον· τὸ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. αὕτη ἡ πίστις ἔχει τὸ ἀναγκαῖον. ἔστιν δὲ ἡ πᾶσα διαίρεσις αὕτη· πᾶσα πίστις ἢ ἐξ ἴσων ἐστὶν ἢ ἐξ ἀνίσων [ἢ ἀπὸ τῶν μερικῶν τὸ καθόλου πιστοῦται ἢ ἀπὸ τοῦ καθόλου τὸ μερικόν], ἐξ ἴσου μὲν ἡ ἀπὸ τοῦ μερικοῦ τὸ μερικὸν πιστουμένη, ἐξ ἀνίσων δὲ ἡ ἀπὸ τῶν μερικῶν τὸ καθόλου, ὡς ἡ ἐπαγωγική, ἢ ἀπὸ τοῦ καθόλου τὸ μερικόν, ὡς ἡ συλλογιστική. μόνη αὕτη ἔχει τὸ ἀναγκαῖον, καὶ εἰκότως· οὔτε γὰρ τὸ μερικὸν τῷ μερικῷ ὑπάγεται οὔτε τὸ καθόλου τῷ μερικῷ, ἀλλὰ τὸ μερικὸν τῷ καθόλου. τὸ οὖν [τί] ἀνάγκη διορίζει αὐτὸν ἀπὸ τῶν ἄλλων πίστεων αἵτινες οὐκ ἔχουσιν τὸ ἀναγκαῖον.

所谓重复三段论,是指将同样的事物说两次的推论;例如:“如果是白天,就是白天;而确实是白天;因此是白天”。这看起来是一个三段论,但并不是;因为它是通过同样的事物证明同样的事物。那么它本应当怎样表述呢?“如果是白天,就有光;而确实有光;因此是白天”。而他们把如下推论称为无区别得出结论的推论:例如,“如果是白天,就不是夜晚;而确实是白天;因此是白天”。这也看起来是一个三段论,但并不是;因为它的推演并未如其所应当的那样,而是无区别地进行的。那么它本应当怎样表述呢?“如果是白天,就不是夜晚;而确实不是夜晚;因此是白天”。因此,为了将三段论与此类推论——即那些看似三段论实则不是的推论——区分开来,他设定了“与所设定的事物不同的某种事物”;因为在这些推论中,即在重复推论和无区别得出结论的推论中,结论并不是与所设定的事物不同的某种事物,而是同一的事物。因此,通过这一点也证明了,“被设定”并不像某些人所认为的那样是用于区分假言三段论的;因为如果“被设定”也被用来区分假言三段论,那么就不会为了区分某些假言推论——如前所述的重复推论和无区别得出结论的推论(因为这些也是假言的)——而添加“与所设定的事物不同的某种事物”了,如果他确实已经通过“被设定”使定义与所有假言三段论相分离的话。因此,他们的那个观点也必须被摒弃,而必须如前所述来加以解释。 他说“必然”,是因为三段论是某种确信[说服];因为每一个进行推论的人都意图证明某事并完全说服人,显然是说服对话者。因此,为了将它与其他确信区分开来,他说了“必然”;因为确信有三种,即来自相等者的确信、归纳的确信和三段论的确信,而只有三段论的确信具有必然性。来自相等者的确信是修辞学家所使用的,从个别事物确立个别事物,从特殊确立特殊;例如,当狄奥尼修斯要求叙拉古人为其自身提供人身卫队时,有人提出反对,并试图说服他们不要提供给他们,其理由是庇西特拉图也是在要求并获得卫队后成为了僭主。但这种确信并不具有必然性;因为并不因为那个人成了僭主,这个人就必定也会成为僭主。归纳的确信则是巡历各个特殊事例并从特殊确立普遍的确信;例如,我说所有动物都活动下颌;虽然我无法以三段论的方式证明这一点,但我使用归纳法,通过巡历各个单件事例并在许多事例上指明这一点,主张应当从特殊确立普遍。但这确信也不具有必然性;至少,人们发现了某些活动上颌的动物;因此这种归纳的确信不具有必然性。因为如果我想要证明某事而使用归纳法,首先我不可能巡历所有的特殊事例;而即使我假定巡历了所有事例,我要么把那件所探究的事例与其他所有事例一同采纳(而这被发现是在乞求所探究的事物),要么在归纳中没有采纳那件事例(而没有任何事物阻止那件事例不同于其他所有事例)。因此,归纳的确信也不具有必然性。只有三段论的确信具有必然性;例如,我的任务是证明灵魂是不朽的;我使用这样一个三段论:“灵魂是自身运动的;凡自身运动的皆是永恒运动的;凡永恒运动的皆是不朽的;因此灵魂是不朽的”。这种确信具有必然性。整个划分如下:一切确信要么来自相等者,要么来自不相等者;来自相等者的是从特殊确立特殊的确信,而来自不相等者的确信,要么如归纳的那样从特殊确立普遍,要么如三段论的那样从普遍确立特殊。只有这一种确信具有必然性,而且合乎情理;因为既不是特殊包摄在特殊之下,也不是普遍包摄在特殊之下,而是特殊包摄在普遍之下。因此,“必然”将它与不具有必然性的其他确信区分开来。

语法注3 条
  1. 2.4εἰ γὰρ ἦν τὸ τεθέντων κείμενον καὶ πρὸς διαστολὴν τῶν ὑποθετικῶν, οὐκ ἂν προσετέθη τὸ ἕτερόν τι τῶν κειμένων πρὸς διαστολὴν τινων ὑποθετικῶν... εἴ γε πάντων τῶν ὑποθετικῶν ἦν χωρίσας τὸν ὅρος διὰ τοῦ τεθέντων.

    这是一个与过去事实相反的非真实条件句,前件采用迂回过去时(ἦν κείμενον, ἦν χωρίσας),后件采用 ἄν 加上不定过去时直陈式(οὐκ ἂν προσετέθη),末尾嵌套了带有原因色彩的条件分句(εἴ γε...)。其骨干逻辑为:“假若‘被设定’原本也是为了排除假言三段论,那么就不会再添加‘与所设定的事物不同的某种事物’来排除某些假言推论了(因为若果真如此,定义本已通过‘被设定’排除了所有的假言三段论)。”

  2. 2.4ἀπὸ μὲν γὰρ ἴσων ἐστὶν 〈ᾗ〉 κέχρηνται οἱ ῥήτορες

    此处所补入的与格阴性单数关系代词〈ᾗ〉指代上下文省略的阴性名词先行词 πίστις,并作 κέχρηνται 的与格宾语。整个结构充当表语:“因为来自相等者的[确信]就是修辞学家们所使用的那种”。

  3. 2.4εὑρίσκομαι τὸ ζητούμενον λαμβάνων

    被动语态动词 εὑρίσκομαι(“我被发现/结果是”)连用主格补充主语的分词 λαμβάνων,意为“我被发现是在设定所探究之事(即乞题)”。此句表达直接关涉亚里士多德逻辑学中的乞题术语(τὸ ζητούμενον λαμβάνειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:28.1-29.19