← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§26.12-27.36

三段论定义的属与种差分析

阿摩尼奥斯使用前一板块中给出的具体例证核对了三段论定义中各个语句的对应关系,进而将定义分解为属(言论)和种差(前提的设定、复数性等),解释了该定义如何排除非推论性言论以及修辞学中的单前提推论(省略三段论)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#2

ἀλλὰ καὶ τέθειταί τινα ἐν αὐτῷ· τέθειται δὲ ἀντὶ τοῦ ‘ὡμολόγηται’. τί δὲ ὡμολογήθη; ὅτι ἡ γραμμὴ συνεχές ἐστιν, καὶ ὅτι τὸ συνεχὲς καὶ ποσόν ἐστιν. ὥστε ἁρμόζει αὐτῷ καὶ τὸ ἐν ᾧ τεθέντων τινῶν. ἀλλὰ καὶ τὸ συμπέρασμα ἄλλο τι ἀνεφάνη παρὰ τὰ κείμενα, παρὰ τὰ τεθέντα· τὰ μὲν γὰρ κείμενα ἦν τὰ ὁμολογηθέντα, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν· ἕτερον δέ τι παρὰ ταῦτα τὸ συμπέρασμα ἀνεφάνη, ὥστε ἡ γραμμὴ ἄρα ποσόν ἐστιν. ὥστε καὶ τὸ ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν ἁρμόζει αὐτῷ. πόθεν δὲ ἀνεφάνη τὸ συμπέρασμα; τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα·1 οὐκ ἀλλαχόθεν γὰρ συνέβη καὶ ἀνεφάνη τὸ συμπέρασμα ἢ ἀπὸ τῶν τεθειμένων προτάσεων, ὅτι ἡ γραμμὴ συνεχές ἐστιν καὶ ὅτι τὸ συνεχὲς ποσόν ἐστιν. ὥστε καὶ τὸ τῷ ταῦτα εἶναι ἁρμόζει αὐτῷ. Οὕτως μὲν ὡς τύπῳ εἰπεῖν ἐπὶ παραδείγματος ἐξηγήσθω ἡμῖν ὁ ὅρος τοῦ συλλογισμοῦ. καὶ ἀκριβέστερον δὲ αὐτὸν ἐπισκεψώμεθα, ἵνα λέξωμεν ὅτι οὐδὲν περιττὸν οὐδὲ ἐλλεῖπον ἔχει ἡ ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας. πρόκειται αὐτῷ τὸν συλλογισμὸν ὁρίσασθαι· πᾶς δὲ ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν. ἐνταῦθα οὖν τὸ μὲν λόγος ὡς γένος παρείληπται· εἶδος γάρ ἐστιν τούτου συλλογισμὸς ὡς τοῦ ζῴου ἄνθρωπος. τὰ δὲ ἑξῆς ὡς διαφοραί, τὸ μὲν ἐν ᾧ τεθέντων, ἵνα χωρίσῃ αὐτὸν ἀπὸ τῶν ἄλλων λόγων, οἷον τοῦ κλητικοῦ ἢ τοῦ εὐκτικοῦ καὶ τῶν ἄλλων ἁπλῶς, εἴτε πέντε αὐτοὺς βούλει λέγειν εἴτε δέκα· τί γὰρ τίθεταί τις ἐν εὐχῇ ἢ ἐν κλήσει; τεθέντων δὲ ἀντὶ τοῦ ‘ὁμολογηθέντων’· καὶ γὰρ αὐτὰς τὰς προτάσεις ὁ Πλάτων ὁμολογήματα καλεῖ, καὶ πολλαχοῦ λέγει ‘ἀπὸ τῶν ὡμολογημένων’ ἀντὶ τοῦ ‘ἀπὸ τῶν ῥηθεισῶν προτάσεων’. οἱ δὲ Στωικοὶ ἀξιώματα αὐτὰς ἐκάλουν καὶ λήμματα παρὰ τὸ λαμβάνειν καὶ ἀξιοῦν αὐτὰς ἀληθεῖς εἶναι, ὡς τὰ παρὰ τοῖς γεωμέτραις ἀξιώματα. ὁ δὲ Ἀριστοτέλης προτάσεις αὐτὰς καλεῖ· τῶν δὲ προτάσεων τὰς σαφεῖς καὶ ἐναργεῖς καὶ μὴ δεομένας ἀποδείξεως διὰ τὸ σαφὲς ἀξιώματα καλεῖ μόνως [προτάσεις]. ὥστε τὸ ἐν ᾧ τεθέντων διορίζει τὸν συλλογισμὸν ἀπὸ τῶν ἄλλων λόγων τῶν ἀσυλλογίστων. τινὲς δὲ τὸ τεθέντων λέγουσιν αὐτὸν εἰρηκέναι, † καὶ ἐπειδὴ κατηγορικῶν συλλογισμῶν λέγει, ἀντὶ τοῦ ‘κατηγορηθέντων’· ἐπὶ γὰρ τῶν τοιούτων συλλογισμῶν διαρρήδην τιθέμεθα καὶ ὁμολογοῦμεν καὶ ἀποφαινόμεθα ὡς ἀληθεῖς τὰς προτάσεις· ἐπὶ δὲ τῶν ὑποθετικῶν οὐκ ἀποφαινόμεθα ἀλλ’ ὑποτιθέμεθα ‘εἰ τόδε ἐστίν, τόδε ἐστίν’. ἡμεῖς δὲ λέγομεν ὅτι καὶ ἐκεῖ, εἰ καὶ μὴ διαρρήδην τιθέμεθα, ἀλλ’ οὖν καὶ ἐκεῖ τιθέμεθά πως, καὶ ἁρμόζει καὶ τοῖς ὑποθετικοῖς συλλογισμοῖς ὁ ὅρος οὗτος· ὥστε τό τεθέντων οὐ πρὸς διαστολὴν τῶν ὑποθετικῶν συλλογισμῶν εἴρηται ἀλλὰ τῶν ἄλλων λόγων ἐν οἷς οὐδὲν τίθεται. τὸ δὲ τινῶν εἶπεν διορίζων αὐτὸν ἀπὸ τῶν μονολημμάτων συλλογισμῶν· ἐκεῖνοι γὰρ οὐ τέλειοι· νῦν δὲ τὸν τέλειον ὁρίζεται συλλογισμόν· δεῖ δὲ τὸν τέλειον συλλογισμὸν τὸ ἐλάχιστον ἐκ δύο λημμάτων εἶναι. εἰσὶν δέ τινες ἀτελεῖς συλλογισμοὶ μονολήμματοι, οἷς κέχρηνται οἱ ῥήτορες παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι,2 τὴν μείζονα ἢ τὴν ἐλάσσονα. καὶ συμβάλλεται αὐτοῖς τοῦτο· ὁ γὰρ δικαστὴς ὑπάγεται εἰς τὸ θέσθαι τῇ ἀποδείξει, ἵνα μὴ δόξαν δῷ ἑαυτοῦ ὡς μὴ ἐννοήσας τὴν ἑτέραν πρότασιν. οἷον ὁ δεῖνα καλλωπιστής· ὁ δεῖνα ἄρα μοιχός· ὁ Σωκράτης σπουδαῖος· ὁ Σωκράτης ἄρα εὐδαίμων· ἑκατέρα γὰρ αὐτῶν ἐνδεῖ τῆς μείζονος προτάσεως τῆς ‘πᾶς δὲ καλλωπιστὴς μοιχός’ καὶ τῆς ‘πᾶς δὲ σπουδαῖος εὐδαίμων’. τῆς δὲ ἐλάττονος ἐνδεῖ, ἐὰν εἴπω ‘πᾶς σπουδαῖος εὐδαίμων· ὁ Σωκράτης ἄρα εὐδαίμων’· ἐνδεῖ γὰρ τῆς ἐλάσσονος τῆς ‘ὁ Σωκράτης σπουδαῖος’. καὶ ἐν μὲν τοῖς ἑπομένοις ἀκριβῶς μαθησόμεθα τίς ἡ ἐλάσσων καὶ τίς ἡ μείζων πρότασις· νῦν δὲ ὡς τύπῳ εἰπεῖν, ἐὰν ᾖ τοιοῦτος συλλογισμὸς ‘πᾶσα γραμμὴ συνεχές, πᾶν τὸ συνεχὲς ποσόν, πᾶσα γραμμὴ ποσόν’, ἐλάσσων μέν ἐστιν πρότασις ἡ ‘πᾶσα γραμμὴ [ἡ] συνεχές’, μείζων δὲ ἡ ‘πᾶν τὸ συνεχὲς ποσόν’. τὸ οὖν [τί] τινῶν διορίζει αὐτὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσιν μονολημμάτων συλλογισμῶν· ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί,3 καὶ οὐ τέλειοι οἱ τοιοῦτοι. Λοιπὸν δὲ λεκτέον τί εἶπεν ἕτερόν τι τῶν κειμένων, καὶ διὰ τί ἀνάγκη, καὶ διὰ τί συμβαίνειν. τὸ μὲν ἕτερόν τι τῶν κειμένων εἶπεν διὰ τοὺς παρὰ τοῖς Στωικοῖς διφορουμένους συλλογισμοὺς ἢ ἀδιαφόρως περαίνοντας.

但其中也设定了某些事物;而“设定了”代表“已得到同意”。那么同意了什么呢?即线是连续体,以及连续体也是量。因此,“在其中某些事物被设定之后”也适用于它。而且结论也作为与所设定的事物、即所置入的事物不同的某种事物显现出来;因为所设定的事物是已得到同意的事物,即线是连续体以及连续体是量;但作为结论显现出来的则是不同于这些的某种事物,以致得出“因此线是量”。因此,“与所设定的事物不同的某种事物必然产生”也适用于它。那么结论是从何处显现出来的呢?是由于已得到同意的这些事物是如此;因为结论并非从别处产生并显现,而正是从所设定的前提,即线是连续体以及连续体是量产生出来的。因此,“由于这些事物是如此”也适用于它。那么,可以说先在例证上以轮廓的方式由我们对三段论的定义作了如此解释。但让我们更精确地考察它,以便我们说明上述对概念的素描既无多余之物,也无欠缺之处。他的任务是定义三段论;而每一个定义都由属和种差构成。因此在这里,“言论”被作为属采纳;因为三段论是它的一种,正如人是动物的一种。接下来的词句则作为种差被采纳:“在其中被设定之后”,是为了将它与其他言论区分开来,例如呼告的或祈愿的言论,以及简而言之其他一切言论(无论你想说它们有五种还是十种);因为在祈求或呼唤中,谁会设定什么呢?而“被设定”代表“已得到同意”;因为柏拉图也把前提本身称为“同意事项”,并且在许多地方用“根据已得到同意的事物”来代替“根据所陈述的前提”。而斯多亚学派的人则称它们为“公理”和“假定”,源于接受它们并认为它们为真,就像几何学家那里的公理一样。但亚里士多德称它们为“前提”;而在诸前提中,由于其清晰性而显明清楚且不需要证明的前提,他才仅称为“公理”。因此,“在其中被设定之后”将三段论与非推论的其他言论区分开来。但有些人说,他之所以说“被设定”,是因为他在谈论直言三段论,用以代表“被肯定[被述说]”;因为在此类三段论中,我们明确地将前提设定为真、予以同意并作出断言;但在假言三段论中,我们不作断言,而是假设“如果这是,那么这是”。但我们说,即使在那里我们并非明确地设定,我们在那里也终究以某种方式设定了,而且这一定义也适用于假言三段论;因此,“被设定”并不是为了区分假言三段论而说的,而是为了区分未曾设定任何事物的其他言论。而他说“某些事物[复数]”,是将它与单前提三段论区分开来;因为那些是不完全的;而现在他定义的是完全的三段论;完全的三段论必须至少由两个假定构成。然而有一些不完全的单前提三段论,修辞学家们使用它们,留给裁判官去领会另一前提,即大前提或小前提。这有助于他们达到目的;因为裁判官会被引导去赞同这一证明,以免给人留下自己未能领会另一前提的印象。例如:“某某人爱修饰;因此某某人是奸夫”;“苏格拉底是有德的;因此苏格拉底是幸福的”;因为它们各自都缺少大前提“凡爱修饰者皆是奸夫”和“凡有德者皆是幸福的”。而如果我说:“凡有德者皆是幸福的;因此苏格拉底是幸福的”,则缺少小前提;因为它缺少小前提“苏格拉底是有德的”。在后文中我们将精确地获知什么是小前提,什么是大前提;但现在概括地说,如果存在这样一个三段论“每条线都是连续体;凡连续体都是量;每条线都是量”,那么“每条线都是连续体”是小前提,而“凡连续体都是量”是大前提。因此,“某些事物[复数]”将它与修辞学家那里的单前提三段论区分开来;因为在那些推论中设定的不是某些事物[复数],而是某个单一事物,并且此类推论是不完全的。接下来必须说明,为什么他说了“与所设定的事物不同的某种事物”,为什么说“必然”,为什么说“产生”。他说“与所设定的事物不同的某种事物”,是因为斯多亚学派那里的重复三段论或无区别得出结论的推论。

语法注3 条
  1. 2.4τῷ ταῦτα εἶναι τὰ ὁμολογηθέντα

    实质化的不定式短语(与格定冠词 τῷ + 不定式 εἶναι)呼应亚里士多德的原文字句(τῷ ταῦτα εἶναι),表原因或凭借(“由于这些事物是如此”)。τὰ ὁμολογηθέντα 作为解释性的谓词补足语。

  2. 2.4παραλιμπάνοντες τῷ δικαστῇ τὴν ἑτέραν πρότασιν ἐννοῆσαι

    动词 παραλιμπάνω 搭配与格 τῷ δικαστῇ 和不定式 ἐννοῆσαι,构成“留给裁判官去领会/补充[另一前提]”之意。不定式 ἐννοῆσαι 作说明性或结果性补足语,表明修辞省略三段论留给听众推想的逻辑机制。

  3. 2.4ἐν ἐκείνοις γὰρ οὐ τινὰ τίθεσθαι ἀλλὰ τί

    不定式 τίθεσθαι 承接前文语境作间接引语或陈述。中性复数对格 τινά 与中性单数对格 τί 作为被动不定式的主语,强调被设定的前提究竟是“复数个”还是“单个”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:26.12-27.36