- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:24.25-26.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德对三段论的定义(24b18),阿摩尼乌在进入逐字释读之前,探讨了我们内部进行推论的官能是推论思考(dianoia),以及推论的对象是中间性的推论对象(如数学对象)。随后他解释了“三段论”(syllogismos)一词的词源含义,并引入一个具体例证为阐明定义的适用做准备。
" Συλλογισμὸς δέ ἐστιν λόγος ἕως τοῦ πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον." Ἀκολούθως μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις καὶ τί ὅρος ὁρίζεται τί ἐστιν συλλογισμός· οὕτω γὰρ καὶ ἄνω προέθετο· “εἶτα, φησίν, διορίσαι τί ἐστιν πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός”. πρὸ δὲ τῆς ἐξηγήσεως τοῦ ὅρου τοῦ συλλογισμοῦ ζητεῖται ἐνταῦθα τί ἐστιν τὸ ἐν ἡμῖν συλλογιζόμενον καὶ περὶ τίνων οἱ συλλογισμοί. καὶ λέγομεν ὅτι τριῶν οὐσῶν τῆς ψυχῆς γνωστικῶν δυνάμεων, τῆς νοερᾶς, τῆς διανοητικῆς, τῆς δοξαστικῆς, οὐ δύναται οὔτε ἡ πρώτη οὔτε ἡ τρίτη συλλογίζεσθαι, ἀλλ’ ἡ μέση μόνη. ἡ μὲν γὰρ πρώτη διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐτὴν ἐφήκουσαν1 ἁπλαῖς ἐπιβολαῖς γιγνώσκει ἃ γιγνώσκει· ἡ δὲ τρίτη τὰ συμπεράσματα μόνα παραδέχεται παρὰ τῆς μέσης· διὸ καὶ δόξα καλεῖται παρὰ τὸ δέχεσθαι. ἡ δὲ μέση ἐστὶν ἡ διεξοδικῶς ἀπὸ ἄλλου ἄλλο γιγνώσκουσα· διὸ καὶ διάνοια καλεῖται παρὰ τὸ διανύειν καὶ διεξιέναι. αὕτη ἐστὶν ἡ δύναμις ἡ συλλογιζομένη [ἡ] ἐν ἡμῖν καὶ διὰ συλλογισμῶν γιγνώσκουσα καὶ ἀποδεικνύουσα τὰ πράγματα. ἀπὸ ταύτης τὰ συμπεράσματα τῶν ἀποδείξεων δεχομένη ἡ δόξα κατέχει· οἷον ἡ διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς εὑρίσκει καὶ γιγνώσκει ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· τοῦτο 〈τὸ〉 συμπέρασμα μόνον τὸ ‘ἡ ψυχὴ ἀθάνατός ἐστιν’ ἐκτὸς τῶν ἄλλων προτάσεων δι’ ὧν ἀποδείκνυται δέχεται ἡ δόξα καὶ δοξάζει ἄνευ ἀποδείξεων. ἡ οὖν διάνοια συλλογιστικῶς καὶ ἀποδεικτικῶς ἐπίσταται· ὥστε τὸ συλλογιζόμενον 〈ἐν〉 ἡμῖν ἡ διάνοιά ἐστιν. πάλιν τῶν πραγμάτων τὰ μὲν νοητά, τὰ δὲ αἰσθητά, τὰ δὲ μέσα τούτων· λέγω δὴ ὅτι οὔτε ἐπὶ τῶν νοητῶν συλλογιζόμεθα οὐδ’ ἐπὶ τῶν αἰσθητῶν ἀλλὰ μόνον τῶν μέσων. οὔτε γὰρ 〈ἐπὶ〉 τῶν νοητῶν συλλογιζόμεθα· οὐ γὰρ ὁ θεολόγος δύναται διὰ τῶν συλλογισμῶν τὰ νοητὰ δεικνύναι, ἀλλ’ ἀναλογίᾳ κέχρηται, καὶ εἰκότως· οἱ μὲν γὰρ συλλογισμοὶ ἀπὸ τῶν αἰτιῶν τὰ αἰτιατὰ δεικνύουσιν καὶ ἀπὸ τῶν καθολικωτέρων τὰ μερικώτερα· τὰ δὲ νοητὰ πρῶτά ἐστιν καὶ καθολικώτερα τῶν ἄλλων πάντως· ὥστε εἰκότως περὶ τῶν πρώτων οὐ συλλογιζόμεθα· οὐδὲ γὰρ ὁριζόμεθα αὐτὰ διὰ τὴν αὐτὴν αἰτίαν· οἱ μὲν γὰρ ὅροι ἐκ γένους εἰσὶν καὶ διαφορῶν· ὑπὲρ δὲ τὰ πρῶτα οὐδέν. οὔτε μὴν ἐπὶ τῶν αἰσθητῶν συλλογιζόμεθα· οὐ γὰρ συλλογιστικῶς γιγνώσκω ὅτι τὸ γάλα λευκόν ἐστιν, ἀλλ’ αὐτόθεν ἡ αἴσθησις τοῦτο γιγνώσκει. οὔτε περὶ τῶν πρώτων οὔτε ἐπὶ τῶν ἐσχάτων συλλογιζόμεθα, ἀλλὰ περὶ τῶν μέσων, ἃ καλεῖται διανοητά, ἐπειδὴ διανυστικῶς καὶ διεξοδικῶς αὐτὰ γιγνώσκομεν διὰ τῶν συλλογισμῶν, οἷον τὰ μαθήματα· συλλογιστικῶς γὰρ αὐτὰ γιγνώσκομεν· οὐ γὰρ δήπου δι’ αἰσθήσεως αὐτὰ ἐπιστάμεθα· τὴν γνῶσιν γὰρ τῶν θεωρημάτων ἐξ ἀφαιρέσεως καλοῦσιν οἱ γεωμέτραι· τὸ γὰρ ξύλινον ἢ χαλκοῦν καὶ ἁπλῶς τὴν ὕλην καὶ τὸ ὅσον τῇ αἰσθήσει ὑποπίπτει ἀφελὼν ὁ γεωμέτρης αὐτὸ καθ’ αὑτὸ τὸ καθόλου εἶδος τοῦ τριγώνου ἢ [ὁ] τετραγώνου διανοεῖται. ἔχομεν οὖν τί τε τὸ ἐν ἡμῖν συλλογιζόμενον, ὅτι οὐ τὸ νοερόν, οὐ τὸ δοξαστικόν, ἀλλὰ τὸ διανοητικόν, καὶ περὶ τίνων οἱ συλλογισμοί, ὅτι οὐ περὶ τῶν νοητῶν, οὐ περὶ τῶν αἰσθητῶν, ἀλλὰ περὶ τῶν μέσων τῶν διανοητῶν. λοιπὸν δὲ ἐπὶ τὴν τοῦ ὅρου ἐξήγησιν ἡμῖν ἰτέον. καὶ πρῶτον αὐτὸν ἐκθώμεθα, εἶτα δείξομεν ὅτι οὐδὲν οὔτε περισσὸν ἔχει οὔτε ἐλλεῖπον. Συλλογισμός ἐστιν, φησίν, λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι.2 οὗτός ἐστιν ὁ τοῦ συλλογισμοῦ ὅρος. καὶ ὅτι μὲν τέως τὸ ὄνομα τοῦτο τὸ συλλογισμὸς συλλογὴν λόγων δηλοῖ, πρόδηλον· ἀεὶ γὰρ ἡ συν πρόθεσις οὐχ ἕν τι σημαίνει ἀλλ’ ἄθροισμά τι, οἷον ὅταν εἴπω συνέδριον, σύγκλητος, συμπότης, σύμψηφος. συλλογισμὸς οὖν ἀντὶ τοῦ ‘συλλογὴ λόγων καὶ οἱονεὶ ἄθροισμα λόγων’. ἵνα δὲ πρότερον ὡς τύπῳ νοήσωμεν τὰ εἰρημένα ἐν τῷ ὅρῳ τοῦ συλλογισμοῦ, συλλογισμόν τινα ἐκθέμενοι νοήσομεν ἐπ’ αὐτοῦ πῶς τὰ εἰρημένα ἐν τῷ ὅρῳ πάντα ἐφαρμόζει αὐτῷ. οἷον ἔστω συλλογισμὸς οὗτος· ἡ γραμμὴ συνεχές, τὸ συνεχὲς ποσόν, ἡ γραμμὴ ἄρα ποσόν. ὅτι μὲν οὖν τὸ ὅλον τοῦτο λόγος ἐστίν, πρόδηλον· καὶ γὰρ καὶ ἐκ λόγων σύγκειται· εἰσὶν γὰρ ἐν αὐτῷ δύο προτάσεις καὶ τὸ συμπέρασμα· ὥστε λόγος ἐκ λόγων ἐστίν. ὥστε τέως ὁ λόγος ἐφαρμόζει αὐτῷ.
“三段论是一种言论……为了使必然的结果产生。” 接着在阐明了什么是前提以及什么是项之后,他定义了什么是三段论;因为他在前面也是这样预先提出的:“然后,”他说,“确定什么是前提,什么是项,以及什么是三段论。”但在对三段论的定义进行解释之前,此处要探讨的是:我们内部进行三段论推论的是什么,以及三段论是关于什么事物的。我们说,在灵魂的三种认知能力——理智能力、推论能力、意见能力之中,既不是第一种也不是第三种能够进行推论,而只有中间的一种能够。因为第一种能力凭借从理智照射到它之中的光芒,以单纯的直观认识它所认识的事物;而第三种能力仅从中间的能力接受结论;因此由于接受[代克司泰],它也被称为意见[多克萨]。而中间的能力则是依次从一事物认识另一事物的;因此由于遍历[迪亚纽因]与详尽考察[迪埃克西埃奈],它也被称为推论思考[迪亚诺亚]。在我们内部进行三段论推论、并通过三段论认识和证明事物的,正是这种能力。意见从这种能力接受证明的诸结论并加以保持;例如,推论思考通过三段论且通过证明发现并认识到“灵魂是不朽的”;意见撇开据以证明的其他前提,仅接受“灵魂是不朽的”这单一结论,并在没有证明的情况下持此意见。因此,推论思考是通过三段论且通过证明来认识的;由此可见,在我们内部进行三段论推论的是推论思考。 再者,在事物之中,有些是可理知的,有些是可感觉的,有些是介于它们之间的。我说,我们既不对可理知的事物进行推论,也不对可感觉的事物进行推论,而仅对中间的事物进行推论。因为我们不对可理知的事物进行推论;神学家不能通过三段论来表明可理知的事物,而是使用类比,这合乎情理;因为三段论是从原因表明结果,从较普遍的表明较特殊的;但可理知的事物是最初的,且完全比其他一切事物都更为普遍;因此合乎情理的是,我们不对最初的事物进行推论;因为出于同样的原因,我们也不定义它们;定义是由属和种差构成的,但在最初的事物之上并无任何东西。我们当然也不对可感觉的事物进行推论;因为我不是通过三段论认识到牛奶是白的,而是感觉直接认识到了这一点。我们既不对最初的事物,也不对最终的事物进行推论,而是对被称为推论对象的中介事物进行推论,因为我们通过三段论遍历并详尽考察地认识它们,例如数学的对象;因为我们是通过三段论认识它们的;我们绝不是通过感觉来理解它们的;几何学家们将定理的认知称为基于抽象的认知;因为几何学家抽象掉木制的或青铜的,以及简而言之质料和一切落入感觉范围的东西,来推论思考三角形或正方形本身的普遍形式。 因此,我们弄清了在我们内部进行三段论推论的是什么(既不是理智的,也不是意见的,而是推论思考的),以及三段论是关于什么事物的(既不是关于可理知的,也不是关于可感觉的,而是关于中间的推论对象的)。接下来我们必须转向对定义的解释。首先让我们将它陈述出来,然后我们将表明它既无多余之物,也无欠缺之处。“三段论是,”他说,“一种言论,在其中某些事物被设定之后,由于这些事物是如此,与所设定的事物不同的某种事物必然产生。”这就是三段论的定义。而且,暂且不说别的,单是“三段论[叙洛吉斯莫斯]”这个名称表明言论的汇集[叙洛格],这是显而易见的;因为前缀“同[叙恩]”始终并不意味着单一的事物,而意味着某种聚集,就像我说会议[叙内德里翁]、元老院[叙恩克勒托斯]、酒友[叙姆波特斯]、同票投票者[叙姆普塞佛斯]时那样。因此,“三段论”代表“言论的汇集,可以说是言论的聚集”。为了让我们先在轮廓上理解三段论定义中所说的内容,让我们列举某个三段论,并在它之上理解定义中所说的一切是如何全部适用于它的。例如,假定有这样一个三段论:“线是连续体;连续体是量;因此线是量。”那么,这整个是一个言论,这是显而易见的;因为它也是由诸言论构成的;因为在它之中有两个前提和结论;所以它是一个由言论构成的言论。因此,暂且来看,“言论”是适用于它的。
- 2.4διὰ τὴν ἀπὸ τοῦ νοῦ ἔλλαμψιν εἰς αὐτὴν ἐφήκουσαν
介词短语 διά + 宾格的内部修饰结构。阴性单数宾格分词 ἐφήκουσαν 连同介词短语 ἀπὸ τοῦ νοῦ 与 εἰς αὐτήν(“到达自身”)一起,限定修饰名词 τὴν ἔλλαμψιν(“照射/光芒”)。
- 2.4ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἀνάγκη συμβαίνειν τῷ ταῦτα εἶναι
亚里士多德关于三段论的定义句。τεθέντων τινῶν 为属格独立结构(“在某些事物被设定之后”)。ἕτερόν τι τῶν κειμένων(“与所设定的事物不同的某种事物”)是不定式 συμβαίνειν 的宾格逻辑主语,整个不定式受非人称表语 ἀνάγκη [ἐστί] 支配。句末的 τῷ ταῦτα εἶναι 是带有定冠词的不定式与格,表原因或手段,ταῦτα 为不定式 εἶναι 的逻辑主语(“由于这些事物是如此”)。
