← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§23.8-24.24

各种前提向主谓词项的分解与解释

阿摩尼乌驳斥了亚历山大认为前提定义中的“加上还是分开”仅指肯定与否定的观点,转而引入大哲学家(普罗克洛)的解释,论证该表述表明无论是二项命题、三项命题、模态命题还是位移命题,各种类的前提都同样分解为主词和谓词两项。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3#2

οὕτως ὁ Ἀλέξανδρος. ὁ δὲ μέγας φιλόσοφος βαθύτερον καὶ ἀκριβέστερον ἐξηγούμενος λέγει ὅτι τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι τὰ διάφορα εἴδη τῶν προτάσεων σημαίνει· τῶν γὰρ προτάσεων αἱ μὲν αὐτόθεν ἔχουσιν τὸν κατηγορούμενον ὅρον τῷ ὑποκειμένῳ συναπτόμενον, αἱ δὲ τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον, αἱ δὲ μετὰ τρόπου· πάλιν αἱ μὲν ἁπλαῖ εἰσιν, αἱ δὲ ἐκ μεταθέσεως. τοῦτο σημαίνει ἐνταῦθα, ὅτι πᾶσα πρότασις εἰς ὅρους διαλύεται, κἂν αὐτόθεν ἔχῃ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ συναπτόμενον, κἂν τὸ ‘ἔστιν’ τρίτον προσκατηγορῆται, κἂν μετὰ τρόπου ᾖ, κἄν τε ἁπλῆ κἄν τε ἐκ μεταθέσεως. πῶς οὖν ταῦτα σημαίνει, λεκτέον. λέγει, καὶ καλῶς λέγει, ὅτι δύο ταῦτα εἶπεν προστιθεμένου καὶ διαιρουμένου· ταῦτα δὲ οὐκ ἀντίκειται ἀλλήλοις ἀλλὰ ἔστιν τὰ ἑκατέρῳ τούτων ἀντικείμενα· τῇ προσθέσει ἡ ἀφαίρεσις ἀντίκειται, τῇ δὲ διαιρέσει ἡ σύνθεσις. ἔοικεν οὖν [τί] ἀπὸ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καταλιπεῖν ἡμῖν τὰ ἕτερα ἐννοήσασιν εἰσαγαγεῖν.1 λάβωμεν οὖν τὰς δύο ἀντιθέσεις, πρόσθεσιν ἀφαίρεσιν, σύνθεσιν διαίρεσιν, καὶ λάβωμεν ἀντὶ τοῦ εἶναι τὸ ‘ἔστιν’, δῆλον ὅτι καὶ ἀντὶ τοῦ μὴ εἶναι τὸ ‘οὐκ ἔστιν’, καὶ λοιπὸν ἴδωμεν τί βούλεται σημᾶναι. μεμαθήκαμεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι τὸ ‘ἔστιν’ οὐκ ἔστιν τρίτος ὅρος· “οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστιν τοῦ πράγματος” ἐκεῖ εἶπεν, ἀλλὰ πρόσθεσίς ἐστιν καὶ προστίθεται τῷ κατηγορουμένῳ ὅρῳ· διὸ καὶ ἕν, καὶ εἶπεν προσκατηγορῆσαι. ἡ οὖν πρόσθεσις τοῦ ‘ἔστιν’ σημαίνει τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ προσκατηγορούμενον· οἷον Σωκράτης δίκαιός ἐστιν· ὁ ὑποκείμενός ἐστιν τὸ Σωκράτης, κατηγορούμενος δὲ τὸ ‘δίκαιός ἐστιν’· 〈τὸ δὲ ‘ἔστιν’〉 οὐκ ἔστιν ὅρος ἀλλὰ προσθήκη. ἐὰν δὲ ἀντὶ τοῦ ‘δίκαιός ἐστιν’ ἄλλον εἴπω κατηγορούμενον, οἷον τὸ ‘ὑγιαίνει’, οὐκέτι χώραν ἔχει τὸ ‘ἔστιν’· οὐ γὰρ δύναμαι εἰπεῖν ‘Σωκράτης ὑγιαίνει ἐστίν’· σαφῶς γὰρ πάλιν ἐκεῖ εἶπεν ὅτι “ἐφ’ ὅσων τὸ ‘ἔστιν’ μὴ ἁρμόττει, οἷον ἐπὶ τοῦ ὑγιαίνειν καὶ τῶν τοιούτων, ταὐτὸν ποιεῖ τὸ ‘ὑγιαίνει’ καὶ τὸ ‘βαδίζει’, ὡς ἂν εἰ τὸ εἶναι προσήπτετο”. δῆλον οὖν ὅτι ἐπὶ τῶν τοιούτων προτάσεων ἀφαιρῶ τὸ ‘ἔστιν’ καὶ λέγω μόνον τὸ ‘Σωκράτης ὑγιαίνει’. ὥσπερ οὖν ἡ πρόσθεσις τοῦ ‘ἔστιν’ ἐσήμανεν τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον * * * ἀλλ’ αὐτόθεν τὸν κατηγορούμενον συνημμένον τῷ ὑποκειμένῳ.2 πάλιν τῶν μετὰ τρόπου προτάσεων εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ὁ τρόπος οὐκ ἔστιν μέρος τῆς προτάσεως ἀλλὰ σύνδεσμος καὶ οἱονεὶ γόμφου χώραν ἐπέχει· συνδεῖ γὰρ τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ. οἷον ἐὰν εἴπω ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν’, ὁ τρόπος ὁ μεταξὺ καταφάσκει· συνδεῖ γὰρ καὶ συντίθησιν τὸ ‘ἔστιν’ τῷ ‘ἄνθρωπος’. ἡ σύνθεσις οὖν τοῦ ‘ἔστιν’ σημαίνει τὰς μετὰ τρόπου προτάσεις. ἡ δὲ διαίρεσις τοῦ μὴ εἶναι σημαίνει τὰς μετὰ τρόπου ἐκ μεταθέσεως· ἐὰν γὰρ εἴπω ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’, 〈ὁ〉 τρόπος μεταξὺ ὢν διαιρεῖ τὸ μὴ εἶναι ἀπὸ τοῦ τραγελάφου· ὥσπερ γὰρ ἐπὶ τοῦ ‘ἄνθρωπος ἐξ ἀνάγκης ἐστίν’ ὁ τρόπος ἐπεβεβαίου τὴν σύνθεσιν τοῦ ‘ἔστιν’ πρὸς τὸ ἄνθρωπος καὶ τὴν ὕπαρξιν τὴν σημαινομένην διὰ τοῦ ‘ἔστιν’ ἐπέτεινεν, οὕτως ἐπὶ τοῦ ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’ τὴν διαίρεσιν τῆς ὑπάρξεως ἐπιβεβαιοῖ καὶ ἐπιτείνει τὸ ‘οὐκ ἔστιν’. κατάφασις δέ ἐστιν καὶ ἡ ‘τραγέλαφος ἐξ ἀνάγκης οὐκ ἔστιν’. ὥστε οὐ περὶ ἀποφάσεως ἐνταῦθα εἶπεν, ἀλλὰ δʹ καταφατικὰς ἔλαβεν, τρεῖς μὲν ἐπὶ τῶν τριῶν εἰδῶν τῶν προτάσεων, μίαν δὲ ἐπὶ τῶν ἐκ μεταθέσεως, μόνον οὐχὶ λέγων ὅτι πᾶσα πρότασις, κἄν τε ἁπλῆ ᾖ οἱουδήποτε εἴδους οὖσα τῶν τριῶν εἰδῶν τῶν προτάσεων, κἄν τε ἐκ μεταθέσεως ᾖ, διαλύεται εἴς τε τὸν κατηγορούμενον ὅρον καὶ τὸν ὑποκείμενον.

亚历山大是这样解释的。但大哲学家作了更深刻、更精确的解释,他说“无论是加上还是分开‘存在’或‘不存在’”指明了前提的不同种类;因为在前提中,有些前提的谓词项直接与主词联结,有些前提将“是”作为第三个成分附加述说,有些前提则带有模态;此外,有些是单纯的,有些是通过位移的。他在此处所指明的是:每一个前提都被分解为项,无论它是谓词直接与主词联结,还是“是”作为第三个成分附加述说,抑或带有模态,无论它是单纯的还是通过位移的。那么他是如何指明这些的,必须予以说明。他说,而且说得很对,亚里士多德说了“加上”与“分开”这两个词;但这两者彼此并不对立,而是各自都有与其对立之物:与“加上”对立的是“去掉”,而与“分开”对立的是“结合”。因此他似乎是在从每一对对立中各说了一个之后,留给我们去领会并补充另一方。那么让我们取这两对对立,即加上与去掉、结合与分开,并用“是”代替“存在”,显然也用“不是”代替“不存在”,接下来让我们看他究竟想要指明什么。我们在《解释篇》中也已经学到,“是”并不是第三个项;因为他在那里说过,“因为无论是存在还是不存在都不是事物的符号”,而是一种附加,被加在谓词项上;因此这也是一个整体,并且他说这是附加述说。因而,“是”的加上指明了那些具有“是”作为附加述说的前提;例如“苏格拉底是公正的”:主词是苏格拉底,而谓词是“是公正的”;[“是”]不是项,而是一种添加。但如果我不用“是公正的”而说另一个谓词,例如“康健”,那么“是”就不再有位置了;因为我不能说“苏格拉底康健是”;因为他在那里又清楚地说过,“在‘是’不适用的场合,例如在康健和诸如此类的场合,‘康健’和‘行走’所起的作用就如同附加上了存在一样”。由此可见,在这样的前提中我除去了“是”,而只说“苏格拉底康健”。因此,正如“是”的加上指明了那些将“是”作为第三个成分附加述说的前提,[去掉则指明了那些并非如此,]而是谓词直接与主词联结的前提。再者,关于带有模态的前提,在《解释篇》中已经说过,模态不是前提的一部分,而是一种联结词,可以说起到了销钉的作用;因为它将谓词与主词结合在一起。例如,如果我说“人必然存在”,中间的模态是肯定的;因为它将“存在”与“人”联结并结合在一起。因此,“是”的结合指明了带有模态的前提。而“不存在”的分开则指明了通过位移而带有模态的前提;因为如果我说“鹿羊必然不存在”,处于中间的模态就将“不存在”与鹿羊分开;因为正如在“人必然存在”中,模态确证了“存在”与“人”的结合,并强化了由“存在”所指明的事实存在,在“鹿羊必然不存在”中,它同样确证了事实存在的分开,并强化了“不存在”。而“鹿羊必然不存在”也是一种肯定。因此他在此处并不是论及否定,而是取了四个肯定的前提:就前提的三个种而言取了三个,就通过位移的前提而言取了一个,几乎就是说:任何前提,无论它是单纯的(属于前提的三个种之中的任何一个),还是通过位移的,都被分解为主词项和谓词项。

语法注2 条
  1. 2.3ἔοικεν οὖν [τί] ἀπὸ ἑκατέρας ἀντιθέσεως ἓν εἰπὼν καταλιπεῖν ἡμῖν τὰ ἕτερα ἐννοήσασιν εἰσαγαγεῖν.

    动词 ἔοικεν 采用人称结构,后接不定式 καταλιπεῖν(省略的主语为亚里士多德)。καταλιπεῖν 进一步支配表示目的或结果的不定式 εἰσαγαγεῖν,其逻辑主语由与格代词 ἡμῖν 及其一致的分词 ἐννοήσασιν 构成(“留给我们去领会并补充[另一方]”)。

  2. 2.3ὥσπερ οὖν ἡ πρόσθεσις τοῦ ‘ἔστιν’ ἐσήμανεν τὰς προτάσεις τὰς ἐχούσας τὸ ‘ἔστιν’ τρίτον προσκατηγορούμενον * * * ἀλλ’ αὐτόθεν τὸν κατηγορούμενον συνημμένον τῷ ὑποκειμένῳ.

    校勘本在此处标有残缺(lacuna)。从上下文来看,这对应前文所述“加上”与“去掉”的对立:前半句指明“‘是’的加上”代表三项命题(即 ἔστιν 作为第三要素附加述说),缺失的部分当涉及“‘是’的去掉”,并与 ἀλλ' 引出的成分(“而是谓词直接与主词联结”)构成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:23.8-24.24