- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:21.31-23.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯注解了亚里士多德总结前提并定义“项”(24b12)之处,解释了为何前提的定义先于项,并详细阐述了亚历山大关于加上和分开“是”与“不是”的解释。
" Τί μὲν οὖν ἐστιν πρότασις ἕως τοῦ διαιρουμένου τοῦ εἶναι καὶ μὴ εἶναι." Ἀνακεφαλαιοῦται τὰ εἰρημένα καὶ λέγει τί μὲν οὖν ἐστιν πρότασις ἁπλῶς ἡ κοινή, καὶ τίνι διαφέρει ἡ συλλογιστικὴ πρότασις ἁπλῶς ἡ κοινὴ τῶν μερικῶν, τῆς ἀποδεικτικῆς καὶ τῆς διαλεκτικῆς, καὶ αὗται τίνι διαφέρουσιν ἀλλήλων, ἡ ἀποδεικτικὴ τῆς διαλεκτικῆς, δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται. τί † γὰρ ἄρα νῦν οὐκ ἀκριβῶς εἶπεν, ἀλλ’ ἀλλαχοῦ ἐρεῖ καὶ περὶ τῆς συλλογιστικῆς ἁπλῶς προτάσεως τῆς κοινῆς ἀκριβῶς δέον ἐνταῦθα εἰπεῖν,1 ὅπου πρόκειται αὐτῷ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ εἰπεῖν; τί οὖν ἐροῦμεν πρὸς τοῦτο; λέγομεν ὅτι τὸ δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις ῥηθήσεται οὐ περὶ τῆς συλλογιστικῆς τῆς κοινῆς ἁπλῶς εἶπεν (ἀκριβῶς γὰρ περὶ αὐτῆς εἶπεν), ἀλλὰ περὶ τῆς διαλεκτικῆς καὶ τῆς ἀποδεικτικῆς, περὶ ὧν ἐν τοῖς ἑπομένοις ἐρεῖ ἀκριβέστερον, περὶ μὲν τῆς ἀποδεικτικῆς ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς, περὶ δὲ τῆς διαλεκτικῆς ἐν τοῖς Τόποις. πρὸς δὲ τὴν παροῦσαν χρείαν, φησίν, πρὸς τὸ δεῖξαι ὅτι ἱκανῶς ὡρισάμεθα τὴν ἁπλῶς συλλογιστικὴν τὴν κοινὴν καὶ πάσῃ προτάσει ἐφαρμόζει ὁ εἰρημένος ὅρος, ἱκανῶς ἡμῖν διωρίσθω τὰ νῦν. Λοιπὸν δὲ ἀκολούθως τοῖς προειρημένοις μετὰ τὸ εἰπεῖν τί ἐστιν πρότασις ἔρχεται ἐπὶ τὸ εἰπεῖν τί ἐστιν ὅρος· οὕτως γὰρ καὶ ἄνω εἶπεν, ὅτι χρὴ εἰπεῖν “τί ἐστιν πρότασις καὶ τί ὅρος”. οὐκέτι δὲ λέγει ‘ὅρος δέ ἐστιν’, ὡς εἶπεν περὶ τῆς προτάσεως “πρότασις δέ ἐστιν”, ἀλλ’ ὅρον δὲ καλῶ ὡς μὴ κειμένου τοῦ ὀνόματος τούτου παρὰ τοῖς πρὸ αὐτοῦ ἀλλ’ ὡς αὐτὸς ὀνοματοθέτης ὢν τούτου τοῦ ὀνόματος. ὅρον δέ, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις. εἰς τί δὲ διαλύεται; δῆλον ὅτι εἰς τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, ὃ ἐσήμανεν εἰπὼν καθ’ οὗ κατηγορεῖται· τὸ γὰρ ὑποκείμενον ἐκεῖνό ἐστιν καθ’ οὗ κατηγορεῖται τὸ κατηγορούμενον. ὅρους δ’ ἐκάλεσεν τὰ μόρια τῆς προτάσεως ἀπὸ μεταφορᾶς τῶν ὅρων τῶν ὁριζόντων τὰ χωρία· καὶ τὴν πρότασιν γὰρ τὰ ὁρίζοντα καὶ οἱονεὶ περιέχοντα καὶ ἀποκλείοντα ὅ τε ὑποκείμενός ἐστιν ὅρος καὶ ὁ κατηγορούμενος. εἰκότως ἄρα πρώτην ὡρίσατο τὴν πρότασιν ὡς μέλλων ἀπ’ αὐτῆς τὸν ὅρον σαφηνίζειν. καὶ αὕτη ἐστὶν ἀληθὴς αἰτία, ᾗ καὶ ὁ φιλόσοφος ἀρέσκεται, τοῦ ὁρίσασθαι αὐτὸν τὴν πρότασιν πρὸ τοῦ ὅρου, οὐχ ὥς τινες λέγουσιν διὰ τὸ γνωριμώτερον αὐτὴν εἶναι καὶ ἔννοιάν πως ἡμᾶς αὐτῆς εἰληφέναι ἐκ τῶν εἰρημένων ἐν τῷ Περὶ ἑρμηνείας, οὐδὲ διὰ τὸ τὸ μὲν τῆς προτάσεως ὄνομα καὶ παρὰ τοῖς πρὸ αὐτοῦ κεῖσθαι, τὸ δὲ τοῦ ὅρου αὐτὸν τεθεικέναι. ὅρον οὖν, φησίν, καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις, οἷον τὸν κατηγορούμενον καὶ καθ’ [ὧν] οὗ κατηγορεῖται ὁ κατηγορούμενος, τοῦτ’ ἔστιν τὸν ὑποκείμενον, ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι.2 τοῦτο δὲ τὸ ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι ὁ μὲν Ἀλέξανδρος ἁπλούστερον ἐξηγεῖται, καὶ λέγει τὸ μὲν προστιθεμένου τοῦ εἶναι περὶ τῆς καταφάσεως λέγεσθαι, τὸ δὲ διαιρουμένου τοῦ μὴ εἶναι περὶ τῆς ἀποφάσεως. καὶ ἐκδέχεται τὸ προστιθεμένου ἀντὶ τοῦ ‘προστιθέντος’, τὸ δὲ διαιρουμένου ἀντὶ τοῦ ‘διαιροῦντος’· ἐπὶ μὲν γὰρ τῆς καταφάσεως τὸ εἶναι προστίθησιν καὶ οἱονεὶ συντίθησιν καὶ συνάπτει τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῆς ἀποφάσεως τὸ μὴ εἶναι διαιρεῖ τὸν κατηγορούμενον ἀπὸ τοῦ ὑποκειμένου. οὕτως δὴ καὶ ἐν τῷ Περὶ ἑρμηνείας σύνθεσιν ἐκάλεσεν τὴν κατάφασιν, διαίρεσιν δὲ τὴν ἀπόφασιν λέγων “περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστιν τὸ ψεῦδός τε καὶ τὸ ἀληθές”. προστιθεμένου οὖν ἀντὶ τοῦ ‘καταφάσκοντος’, διαιρουμένου δὲ ἀντὶ τοῦ ‘διαιροῦντος, ἀποφάσκοντος, ἀποφατικῶς κειμένου’, ἵν’ ᾖ τὸ ὅλον οὕτως· ὅρον καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις καταφατικὴ ἢ ἀποφατικὴ οὖσα· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική.
“那么,前提是什么”直到“‘是’与‘不是’被分开”。 他总结了已经说过的内容,并说,单纯共同的前提是什么,以及单纯共同的三段论前提与特种前提(即论证前提与辩证前提)有何区别,以及这些前提彼此之间有何区别(即论证前提与辩证前提有何区别),将在接下来的内容中精确地说明。既然在此处他的意图是论述单纯的三段论,本应当在此处精确地论述单纯共同的三段论前提,那么他究竟为何现在没有精确地说明,而要在别处说明呢?那么对此我们将说什么呢?我们说,他说“将在接下来的内容中精确地说明”,并不是针对单纯共同的三段论前提说的(因为关于它,他已经精确地说明了),而是针对辩证前提和论证前提说的,关于它们,他将在接下来的著作中更精确地论述:关于论证前提在《后分析篇》中论述,而关于辩证前提在《论题篇》中论述。他说,但为了目前的需要,为了表明我们已经充分定义了单纯共同的三段论前提,并且所说的定义适用于每一个前提,就目前而言,让我们认为这已经得到了充分的规定。接下来,顺应前文,在说明了前提是什么之后,他进而说明项是什么;因为他在上面也这样说过,应当说明“前提是什么,项是什么”。但他不再像谈到前提时说“前提是……”那样说“项是……”,而是说“我所谓项是指……”,这是因为这个名称在他之前的人那里并未确立,而是他自己作为这个名称的制定者。他说,我所谓项,是指前提分解成的那些成分。那么它是分解成什么呢?显然是分解成谓词和主词,他通过说“关于它被述说的那样东西”指明了这〔主词〕;因为主词就是谓词关于它被述说的那样东西。他借用界定田地的界石的比喻,将前提的各部分称为“项”;因为界定前提并可以说包容和划分前提的,既有主词这个项,也有谓词这个项。因此,他首先定义前提是理所当然的,因为他是要根据前提来阐明项。这也就是哲学家也赞同的、他在项之前先定义前提的真正原因;并不像某些人所说的那样,是因为前提更为人熟知,且我们从《解释篇》所说的话中多少已经获得了关于它的概念,也不是因为“前提”这个名称在他之前的人那里已经确立,而“项”这个名称是他自己确立的。因此他说,我所谓项,是指前提分解成的那些成分,例如谓词以及谓词关于它被述说的那样东西(即主词),无论是加上还是分开“是”或“不是”。对于这句“无论是加上还是分开‘是’或‘不是’”,亚历山大作了更为简单的解释,他说加上“是”是就肯定而言的,而分开“不是”则是就否定而言的。他将“被加上”理解为代替“加上”,将“被分开”理解为代替“分开”;因为在肯定中,“是”将谓词加上,可以说结合并联结到主词上,而在否定中,“不是”则将谓词从主词中分开。正因如此,在《解释篇》中他也将肯定称为结合,将否定称为分离,说“因为假与真乃是关乎结合与分离的”。因此,“被加上”是代替“肯定”,“被分开”是代替“分开、否定、否定性地陈述”,以便整句话的意思是:我所谓项,是指前提(无论它是肯定的还是否定的)分解成的那些成分;因为每一个前提要么是肯定的,要么是否定的。
- 2.3ἀκριβῶς δέον ἐνταῦθα εἰπεῖν
δέον 是无人称动词 δεῖ 的中性单数宾格现在分词,用作独立宾格(accusativus absolutus),具有让步意义(“尽管本应当精确地论述”)。它针对主句的疑问(“他究竟为何现在没有精确地说明”),引出了一种对比性的情境,即在此处本来有必要精确说明却未如此做。
- 2.3ἢ προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι
属格绝对结构(genitive absolute)。亚里士多德原文中使用被动(或中动)分词形式(“无论是加上还是分开‘是’或‘不是’”)。阿摩尼奥斯指出亚历山大的解读是将这些分词理解为代替主动意义(ἀντὶ τοῦ προστιθέντος... διαιροῦντος,即“加上……分开”),用以指代肯定中“是”的联结功能与否定中“不是”的分离功能。
