← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§20.16-21.30

依质料与用法的前提区分及最初假定

阿摩尼奥斯解释了亚里士多德如何从质料和用法两方面讨论论证前提与辩证前提的区别以展示前提定义的普遍适用性,并通过与几何学原理及共同概念的类比阐明“最初的假定”的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#2

ὥστε καλῶς ὡρίσατο ἄνω τὴν κοινὴν πρότασιν, καὶ ἐφαρμόζει ὁ λόγος αὐτῆς πάσῃ προτάσει. καὶ ἵνα τοῦτο δείξῃ, παρήγαγεν τὴν διαφορὰν τῆς διαλεκτικῆς καὶ ἀποδεικτικῆς προτάσεως. τῆς δὲ σοφιστικῆς οὐκ ἐμνήσθη ὡς καὶ αὐτοῦ ὅλου τοῦ συλλογισμοῦ φευκτοῦ ὄντος καὶ βλαβεροῦ·1 ἀναγινώσκομεν οὖν τὴν περὶ αὐτοῦ πραγματείαν, οὐχ ἵνα χρησώμεθα αὐτῷ, ἀλλ’ ἵνα φύγωμεν αὐτὸν καὶ μὴ ὑπὸ τῶν σοφιστῶν ὀχλώμεθα. ὥστε, φησίν, καλῶς ὡρισάμεθα τὴν κοινὴν πρότασιν, καὶ ἔστιν μὲν ἡ συλλογιστικὴ πρότασις ἁπλῶς πᾶσα ἡ κοινὴ κατάφασις ἢ ἀπόφασίς τινος κατά τινος ἢ τινὸς ἀπό τινος, ὡς εἴρηται. πάλιν δὲ ἐνταῦθα τὰ ἀρχαίως γεγραμμένα βιβλία οὐκ ἔχει τὸ τινὸς ἀπό τινος, ἀλλὰ μόνον τὸ τινὸς κατά τινος, καὶ ἐξηγητέον αὐτὸ ὡς εἴρηται ἄνω. ἀποδεικτικὴ δὲ γίνεται, 〈ἐὰν〉 ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη.2 ἐνταῦθα ἀπὸ τῆς ὕλης λαμβάνει τὴν διαφορὰν τῆς ἀποδεικτικῆς προτάσεως πρὸς τὴν διαλεκτικήν. ἄνω μὲν ἀπὸ τῆς χρήσεως εἶπεν τὴν διαφοράν, ἐνταῦθα δὲ καὶ ἀπὸ τῆς ὕλης· ἀεὶ γὰρ ἡ ἀποδεικτικὴ πρότασις ἀληθής ἐστιν καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ἐπειδή, ὡς εἴρηται, ἡ ὕλη αὐτῆς ἐστιν τὰ ἀναγκαῖα πράγματα καὶ ἀεὶ ὡσαύτως ἔχοντα. προσέθηκεν δὲ τὸ [δὲ] διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη, ἐπειδὴ ὥσπερ οἱ γεωμέτραι ἀρχάς τινας καὶ ὑποθέσεις λαμβάνοντες ἀποδεικνύουσιν τὰ θεωρήματα, οὕτως καὶ ὁ ἀποδεικτικὸς συλλογιζόμενος λαμβάνει ὑποθέσεις τινὰς ἐναργεῖς καὶ αὐτόθεν γνωρίμους, αἳ διὰ τὸ σαφὲς καὶ ἐναργὲς αὐτόθεν ἀναπόδεικτοί εἰσιν καὶ οἷον ἀρχαὶ τοῦ ἀποδεικτικοῦ· ἀεὶ γὰρ ἑκάστης τέχνης καὶ ἑκάστης ἐπιστήμης ἀρχαὶ ἀναπόδεικτοί εἰσιν. ἢ ὅτι ἀποδεικτικὴ πρότασις ἔχει πάντως τὸ ἀληθὲς κατὰ τὴν ὕλην καὶ εἴληπται ἐκ τῶν ὑποθέσεων τῶν ἐξ ἀρχῆς, ἃς ὡς οἰκείας ἀρχὰς ὁ ἀποδεικτικὸς λαμβάνει σαφεῖς οὔσας καὶ ἐναργεῖς καὶ οὐ δεομένας ἀποδείξεως. ἢ τῶν ἐξ ἀρχῆς ἀντὶ τοῦ ‘τῶν ἄνωθέν ποθεν ἀπὸ κοινῶν ἐννοιῶν λαμβανομένων’· μάλιστα γὰρ ἐπὶ πάντων ἀρχαῖς κεχρήμεθα ταῖς κοιναῖς ἐννοίαις. ὥστε τὰ δύο ἐνταῦθα λέγει, καὶ τὴν ὕλην, ὅτι, ἐπειδὴ ἀναγκαία ἐστὶν ἡ ὕλη καὶ ἀεὶ ὡσαύτως ἔχουσα, πάντως ἀληθής ἐστιν ἡ πρότασις, καὶ τὴν χρῆσιν, ὅτι λαμβάνει αὐτὴν ἐξ ὑποθέσεων τῶν ἐξ ἀρχῆς, ἀντὶ τοῦ ‘ἀπὸ τῶν οἰκείων ἀρχῶν καὶ οἷον ἀπὸ κοινῶν ἐννοιῶν’, ὡς καὶ ἄνω σαφέστερον εἶπεν περὶ τῆς χρήσεως ὅτι οὐκ ἐρωτᾷ ὁ ἀποδεικνύων, ἀλλὰ λαμβάνει τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως πάντως 〈ὡς〉 βούλεται. ὁμοίως δὲ καὶ ἐπὶ τῆς διαλεκτικῆς λέγει καὶ τὴν ὕλην καὶ τὴν χρῆσιν· λέγει γὰρ ὅτι διαλεκτικὴ δέ ἐστιν πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως (εἴρηται γὰρ ὅτι πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ ὁ διαλεκτικός, καὶ διὰ τί εἴρηται), συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου·3 οὐ γὰρ ἐν τῷ συλλογίζεσθαι ὡς ἐν τῷ ἐρωτᾶν πᾶσαν τὴν ἀντίφασιν λαμβάνει (οὐδὲ γὰρ ἐνδέχεται), ἀλλὰ τὸ ἕτερον μέρος ᾧ τίθεται ὁ προσδιαλεγόμενος. ὥστε τῇ χρήσει διαφέρει τῆς ἀποδεικτικῆς, ὅτι ἐκεῖνος οὐδὲ ἐρωτᾷ. ἀλλὰ καὶ τῇ ὕλῃ διαφέρει· ὁ μὲν γὰρ τὸ ἀληθὲς λαμβάνει ὡς περὶ τὰ ἀναγκαῖα καὶ ἀΐδια ἔχων, ὁ δὲ τὸ φαινόμενον καὶ τὸ δοκοῦν τοῖς πολλοῖς καὶ τῷ προσδιαλεγομένῳ· περὶ γὰρ τὰ φαινόμενα καὶ ἔνδοξα ἔχει· οἷον ὅταν λέγῃ, ὡς εἴρηται, ‘ἡ ἡδονὴ κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν’· τὸ γὰρ τὴν ἡδονὴν κατὰ φύσιν εἶναι φαινόμενον μέν ἐστιν καὶ δοκοῦν τοῖς πολλοῖς, οὐ πάντως δὲ ἀληθές. καθάπερ, φησίν, καὶ ἐν τοῖς Τόποις εἴρηται ὅτι ὁ διαλεκτικὸς τὰ φαινόμενα καὶ ἔνδοξα λαμβάνει. λέγει δὲ ἐκεῖ ὅτι τὸ ἔνδοξον πολλαχῶς λέγεται, ἢ τὸ πᾶσι δοκοῦν, καὶ σοφοῖς καὶ οὐ σοφοῖς, ἢ τὸ τοῖς πολλοῖς μὲν δοκοῦν τοῖς σοφοῖς δὲ οὐ δοκοῦν, ἢ τὸ τοῖς σοφοῖς μόνοις δοκοῦν, ἢ τὸ τοῖς ἐπιφανεστέροις τῶν σοφῶν.

因此他在上面对共同的前提作出了恰当的定义,并且其定义适用于每一个前提。为了说明这一点,他引出了辩证前提与论证前提的差异。但他没有提及诡辩的前提,因为这种推论本身整体上就是应当回避且有害的;因此我们阅读关于它的论述,并不是为了使用它,而是为了避开它而不受诡辩家的困扰。所以他说,我们对共同前提的定义是恰当的,而三段论的前提正如所说的那样,单纯地就是某种东西对某种东西的肯定或否定,或者某种东西脱离某种东西的否定,即每一共同的前提。但在此处,古代写本中同样没有“某种东西脱离某种东西”,而只有“某种东西对某种东西”,这必须按照上面所说的那样来解释。“[如果]它是真实的,并且是通过最初的假定所获得的,它就成为论证性的。”在此,他从质料上把握论证前提相对于辩证前提的差异。上面他是从用法上陈述差异的,而在此处也是从质料上陈述的;因为正如所说,论证前提始终是真实的,并且是通过最初的假定所获得的,因为它的质料乃是必然的、始终处于同一状态的事物。他之所以补充说“通过最初的假定所获得的”,是因为正如几何学家采纳某些原理和假定来证明定理一样,论证家在进行三段论推论时,也采纳某些自明且本身即已知的假定,这些假定由于清晰和自明而本身是不可论证的,可以说是论证家的原理;因为每一门技术和每一门科学的原理始终是不可论证的。或者说,论证前提在质料上完全具有真实性,并且是从最初的假定中获得的,论证家将这些假定作为清晰自明且不需要证明的本门原理来采纳。或者说,“最初的”用来代替“从更高的某个地方、从共同概念中获得的”;因为我们尤其在一切事物中都将共同概念用作原理。因此他在这里陈述了这两点:既陈述了质料(因为质料是必然的且始终处于同一状态,所以前提完全是真实的),也陈述了用法(他从最初的假定出发采纳它,用来代替“从本门原理出发,且可以说是从共同概念出发”),正如上面更清楚地讨论用法时所说的那样,论证者并不提问,而是完全随其所愿采纳矛盾两部分中的一部分。同样,关于辩证前提,他也陈述了质料与用法两方面;因为他说,辩证前提对于询问者来说是对矛盾的提问(因为已经说过辩证家询问整个矛盾,且说明了原因),而对于进行三段论推论者来说则是对表面上的和被普遍接受的事物的采纳;因为在进行推论时,他并不像提问时那样采纳整个矛盾(因为这甚至是不可能的),而是采纳对话者所设定的那一部分。因此它在用法上不同于论证前提,因为他〔论证家〕甚至根本不提问。但它在质料上也不同;因为一方作为处理必然且永恒事物的人采纳真理,而另一方则采纳表面上的、为大众及对话者所认可的事物;因为他是处理表面上的和被普遍接受的事物的。例如当他说,正如所说的那样:“快乐是合乎本性的;凡合乎本性的都是善的;因此快乐是善的”;因为快乐合乎本性这一点虽然是表面上的且为大众所认可的,但并不完全是真实的。他说,“正如在《论题篇》中也说过的那样”,即辩证家采纳表面上的和被普遍接受的事物。他在那里说,被普遍接受的事物有多种说法:要么是所有人都认可的(包括智者和非智者),要么是大众认可但智者不认可的,要么是仅智者认可的,要么是智者中最著名的人所认可的。

语法注3 条
  1. 2.2τῆς δὲ σοφιστικῆς οὐκ ἐμνήσθη ὡς καὶ αὐτοῦ ὅλου τοῦ συλλογισμοῦ φευκτοῦ ὄντος καὶ βλαβεροῦ

    属格 τῆς σοφιστικῆς 作动词 ἐμνήσθη 的宾语,根据前文语境可补充 πρότασις。随后的 ὡς 表示主观原因,引导属格独立结构 καὶ αὐτοῦ ὅλου τοῦ συλλογισμοῦ φευκτοῦ ὄντος καὶ βλαβεροῦ,给出了亚里士多德为何未提及诡辩前提的理由。

  2. 2.2ἀποδεικτικὴ δὲ γίνεται, 〈ἐὰν〉 ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη.

    引用亚里士多德原文(24a24-25)。校订者补充的连词 ἐὰν 支配虚拟语气 ᾖ,完成时被动分词 εἰλημμένη 与 ᾖ 构成迂回虚拟谓语,或作为并列补足成分。介词短语 διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων 表示前提获取的来源或依据(“通过最初的假定”)。

  3. 2.2πυνθανομένῳ μὲν ἐρώτησις ἀντιφάσεως [...] συλλογιζομένῳ δὲ λῆψις τοῦ φαινομένου καὶ ἐνδόξου

    现在分词与格 πυνθανομένῳ 和 συλλογιζομένῳ 作谓语名词 ἐρώτησις 及 λῆψις 的关系与格(或相关者与格),对比了辩证家在“提问阶段”与“进行三段论推论阶段”这一前提的不同性质与状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:20.16-21.30