← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§19.1-20.16

论证前提与辩证前提的差异与推论共通性

针对亚里士多德讨论论证前提与辩证前提之差异的段落(24a22),阿摩尼乌斯辩明这并非离题而是为了表明前提的共同定义适用于两者,并从质料与用法两方面论述了它们的区别及在推论上的共同点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2#1

" Διαφέρει δὲ ἡ ἀποδεικτικὴ ἕως τοῦ καθάπερ καὶ ἐν τοῖς Τοπικοῖς εἴρηται." Ἔοικεν ἐνταῦθα παρεκβάσει κεχρῆσθαι καὶ ἀφίστασθαι τοῦ προκειμένου. ἐπειδὴ γὰρ σκοποὶ αὐτῷ νῦν περὶ τοῦ κοινοῦ συλλογισμοῦ ἁπλῶς διαλαβεῖν μόνου δῆλον ὅτι καὶ περὶ μόνης τῆς κοινῆς προτάσεως, οὐ περὶ ἀποδεικτικῆς (περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς) οὐδὲ περὶ διαλεκτικῆς (περὶ γὰρ ταύτης ἐρεῖ ἐν τοῖς Τόποις), καὶ 〈οὐκ〉 οἰκείως ὅδε μετὰ τὸ ὁρίσασθαι τὴν κοινὴν πρότασιν λέγει πῇ διαφέρει ἡ ἀποδεικτικὴ πρότασις τῆς διαλεκτικῆς. καὶ λέγομεν ὅτι οὐδὲν ἔξω τοῦ προκειμένου λέγει· ταύτας γὰρ παρήγαγεν, τήν τε ἀποδεικτικὴν καὶ τὴν διαλεκτικήν, ἵνα δείξῃ ὅτι καὶ κατὰ τούτων ἁρμόζει ὁ ἀποδεδομένος 〈ὅρος〉 τῆς προτάσεως, καὶ ὅτι αἱ προτάσεις οὐδὲν ἀλλήλων διαφέρουσιν, ἀλλὰ κατὰ πάσης προτάσεως ἀποδέδοται ὁ ἀποδεδομένος ὅρος. διχῇ δὲ λαμβάνει τὴν διαφορὰν τῆς τε ἀποδεικτικῆς προτάσεως καὶ τῆς διαλεκτικῆς, ἀπό τε τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· ἀπὸ μὲν τῆς ὕλης, ὅτι ἡ μὲν ἀποδεικτικὴ περὶ τὰ ἀναγκαῖα πράγματα ἔχει τὰ ἀεὶ ὡσαύτως ἔχοντα, ἡ δὲ διαλεκτικὴ περὶ τὰ φαινόμενα, περὶ τὰ ἔνδοξα· ἀπὸ δὲ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀποδεικτικὴ πρότασις λῆψίς ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως (ὁ γὰρ ἀποδεικνύων οὐκ ἐρωτᾷ τὸν προσδιαλεγόμενον, ἀλλὰ τὴν πρότασιν τὴν συμβαλλομένην αὐτῷ πρὸς ἀπόδειξιν λαμβάνει, κἄν τε ἀρέσκῃ πάντας κἄν τε μηδένα ἀρέσκῃ· πᾶσα γὰρ πρότασις τὸ ἕτερον μόριόν ἐστιν τῆς ἀντιφάσεως· ἀντίφασις γάρ ἐστιν, ὡς καὶ ἐν τῷ Περὶ ἑρμηνείας εἶπεν, ‘‘κατάφασις καὶ ἀπόφασις αἱ ἀντικείμεναι’’. ὥστε κἂν κατάφασιν λάβῃς κἂν ἀπόφασιν, τὸ ἕτερόν ἐστιν τῆς ἀντιφάσεως μόριον), ἡ δὲ διαλεκτικὴ πρότασις ἐρωτῶντι μὲν ἐρώτησίς ἐστιν, συλλογιζομένῳ δὲ λῆψις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως·1 ὁ γὰρ διαλεκτικὸς ἐπειδὴ οὐκ αὐτὸς λαμβάνει ἑαυτῷ τὰς προτάσεις ὡς ὁ ἀποδεικτικός, ἀλλ’ ἐκείνας λαμβάνει ἃς δίδωσιν αὐτῷ καὶ αἷς τίθεται ὁ διαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν λέγων ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος θέσθαι ᾧ βούλεται μορίῳ τῆς ἀντιφάσεως. οἷον ἐρωτᾷ ὁ διαλεκτικὸς ‘δοκεῖ σοι ἡ ἡδονὴ κατὰ φύσιν εἶναι ἢ μὴ εἶναι;’' εἶτα τοῦ προσδιαλεγομένου θεμένου τῷ ἑτέρῳ μορίῳ, οἷον ὅτι κατὰ φύσιν ἐστὶν ἡ ἡδονή, ἐπάγει ‘τί δέ, δοκεῖ σοι τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι ἢ μὴ εἶναι;’' τοῦ δὲ θεμένου τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζεται καὶ οὐκέτι πᾶσαν τὴν ἀντίφασιν ἀλλὰ τὸ ἕτερον μόριον τὸ δοθὲν αὐτῷ τῆς ἀντιφάσεως λαμβάνει καὶ λέγει ‘ἡ ἡδονὴ κατὰ φύσιν, τὸ κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν’. ὥστε ἡ διαλεκτικὴ πρότασις ἐρωτῶντι μὲν τῷ διαλεκτικῷ ἐρώτησίς ἐστιν τῆς ἀντιφάσεως· ἐρωτᾷ γὰρ πᾶσαν λέγων τὴν ἀντίφασιν· συλλογιζομένῳ δὲ λῆψίς ἐστιν τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως· τὴν γὰρ δοθεῖσαν αὐτῷ λαμβάνει. διχῇ οὖν τὴν διαφορὰν δείκνυσιν, καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως· καὶ πρῶτον μὲν ἀπὸ τῆς χρήσεως, ὕστερον δὲ ὑποκατιὼν καὶ ἀπὸ τῆς ὕλης καὶ ἀπὸ τῆς χρήσεως. ἀπὸ τῆς χρήσεως, ὅτι ἡ μὲν ἀποδεικτικὴ πρότασις λῆψίς ἐστιν θατέρου μορίου τῆς ἀντιφάσεως (οὐ γὰρ ἐρωτᾷ ὁ ἀποδεικνύων ἀλλὰ λαμβάνει, οἷον ὅτι ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, κἄν τε θῆται ὁ προσδιαλεγόμενος κἄν τε μή), ἡ δὲ διαλεκτικὴ πρότασις ἐρώτησίς ἐστιν ἀντιφάσεως. καὶ εἴρηται διὰ τί, ὅτι, ἐπειδὴ ἐξ ἐνδόξων συλλογίζεται, ἐξ ὧν τίθεται ὁ προσδιαλεγόμενος, πᾶσαν τὴν ἀντίφασιν ἐρωτᾷ, ἵνα ἔχῃ ὁ προσδιαλεγόμενος ᾧ βούλεται μορίῳ τῆς ἀντιφάσεως θέσθαι. οὐδὲν δὲ διοίσουσιν αὗται ἀλλήλων ᾗ προτάσεις, οὐδὲ διοίσουσίν τι πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν, ᾗ συλλογισμὸς ἁπλῶς, οὐχ ᾗ τοιόσδε·2 καὶ γὰρ καὶ ὁ ἀποδεικνύων, ἀντὶ τοῦ ‘ἀποδεικτικός’, καὶ ὁ ἐρωτῶν, ἀντὶ τοῦ ‘ὁ διαλεκτικός’, συλλογίζεται λαβών τι κατά τινος ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

“而论证的前提是不同的……”直到“正如在《论题篇》中所说的那样”。 他在这里似乎使用了题外话,离开了所提出的论题。因为既然他现在的意图只是单纯地论述共同的三段论,显然也就只是关于共同的前提,而不是关于论证的前提(因为关于这一点他将在《后分析篇》中讨论),也不是关于辩证的前提(因为关于这一点他将在《论题篇》中讨论),而在定义了共同的前提之后,他在这里不合时宜地谈论论证前提与辩证前提在何种方面不同。而我们说,他所说的完全没有脱离所提出的论题;因为他引出这两者,即论证的和辩证的,是为了表明对前提所给出的定义也适用于这两者,并且诸前提彼此之间并无不同,而是所给出的定义乃是针对每一前提而给出的。他从质料和用法两个方面来把握论证前提与辩证前提的区别:从质料上说,论证前提是关于那些始终处于同一状态的必然事物,而辩证前提则是关于表面上的、被普遍接受的事物;从用法上说,论证前提是对矛盾两个部分之一的采纳(因为进行论证的人并不询问对话者,而是采纳有助于他进行论证的前提,不论这是被所有人赞同还是不被任何人赞同;因为每一前提都是矛盾的两个部分之一;因为矛盾正如他在《解释篇》中所说,是“互相对立的肯定与否定”;因此无论你采纳肯定还是否定,它都是矛盾两部分中的一部分),而辩证前提对于发问者而言是一个提问,而对于进行三段论推论者而言则是对矛盾两个部分之一的采纳。因为辩证家既然不像论证家那样由自己为自己采纳诸前提,而是采纳对话者给予他并设定的那些前提,所以他陈述整个矛盾来提问,以便对话者能够设定他所期望的矛盾的任何一部分。例如辩证家提问:“你认为快乐是合乎本性的还是不是?”然后,在对话者设定了其中一部分,例如快乐是合乎本性的时候,他接着提出:“那么,你认为合乎本性的是善的还是不是?”当对方设定合乎本性的是善的时候,他进行三段论推论,不再采纳整个矛盾,而是采纳矛盾中给予他的那一部分,并说:“快乐是合乎本性的;合乎本性的是善的;因此快乐是善的。”所以辩证前提对于提问的辩证家来说是对矛盾的提问(因为他通过陈述整个矛盾来提问);而对于进行三段论推论者来说,则是对矛盾两个部分之一的采纳(因为他采纳了给予他的〔前提〕)。因此,他以两种方式表明这一区别,既从质料上又从用法上;并且首先是从用法上,后来进一步阐述时既从质料上又从用法上。从用法上说,论证前提是对矛盾两部分之一的采纳(因为论证者并不提问,而是采纳,例如灵魂是自动的,不论对话者设定与否),而辩证前提则是对矛盾的提问。并且已经说明了其原因,即:既然他是从被普遍接受的前提进行推论,从对话者设定的前提出发,他就询问整个矛盾,以便对话者能够设定他所期望的矛盾的任何一部分。但这两者就其作为前提而言彼此没有任何差异,就其单纯作为三段论而非特定种类的三段论而言,对于各自的三段论的生成也毫无差异;因为代替“论证家”〔而言〕的论证者和代替“辩证家”〔而言〕的提问者,都是在采纳了某物属于或不属于某物之后才进行三段论推论的。

语法注2 条
  1. 2.2ἐρωτῶντι μὲν ἐρώτησίς ἐστιν, συλλογιζομένῳ δὲ λῆψις τοῦ ἑτέρου μορίου τῆς ἀντιφάσεως

    与格分词 ἐρωτῶντι 与 συλλογιζομένῳ 是表关系或视角的与格(关涉与格),分别限定表语名词 ἐρώτησις 和 λῆψις:对于提问者而言它是一个提问,而对于进行三段论推论的人而言则是对矛盾两部分之一的采纳。

  2. 2.2οὐδὲν δὲ διοίσουσιν αὗται ἀλλήλων ᾗ προτάσεις, οὐδὲ διοίσουσίν τι πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν, ᾗ συλλογισμὸς ἁπλῶς, οὐχ ᾗ τοιόσδε

    关系副词 ᾗ(在 ᾗ προτάσεις 和 ᾗ συλλογισμὸς ἁπλῶς 中)起限定作用(“就其作为……而言”),表明两类前提就其作为前提本身以及单纯作为三段论而言并无不同。πρὸς τὸ γενέσθαι 是带有冠词不定词的介词短语,表示关涉或目的(“对于……的产生而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:19.1-20.16