← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《前分析篇》第一卷注释

§18.1-18.38

特称前提与不定前提的定义及其否定形式

阿摩尼奥斯解释了亚里士多德对特称前提的定义,区分了两种否定形式(矛盾特称否定与下反对特称否定),并通过关于知识和快乐的生动实例,阐明了不定前提的定义及其必须无限定地表达的必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#3

ἐν μέρει δέ, φησίν, λέγω τὸ τινὶ καὶ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν. καὶ ἐπὶ μὲν τῶν καθόλου μίαν ηὗρεν ἀποφατικήν· ἐπὶ δὲ τῶν μερικῶν δύο εὑρίσκει ἀποφατικάς· ἥ τε γὰρ καθόλου καταφατικὴ προσλαβοῦσα 〈τὸ〉 ‘οὐ’ γίνεται μερικὴ ἀποφατική,1 οἷον οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν, ἥ τε μερικὴ καταφατικὴ προσλαβοῦσα τὸ ‘οὐ’ γίνεται μερικὴ ἀποφατική, οἷον τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν. ὁ γὰρ λέγων ‘τὶς ἄνθρωπος δίκαιός ἐστιν’ τινὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· ὁ δὲ λέγων ‘οὐ πᾶς ἄνθρωπος δίκαιος’ οὐ παντὶ ἀνθρώπῳ λέγει ὑπάρχειν τὸ δίκαιον· πάλιν ὁ λέγων ‘τὶς ἄνθρωπος δίκαιος οὐκ ἔστιν’ τινὶ ἀνθρώπῳ λέγει μὴ ὑπάρχειν τὸ δίκαιον· ὥστε καὶ αὕτη μερικὴ ἔστιν ἀποφατική· μέρους γάρ τινος τῶν ἀνθρώπων ἀποφάσκει τὸ δίκαιον. τοῦτο οὖν σημαίνει, διὰ μὲν τοῦ τινὶ ὑπάρχειν τὴν κατάφασιν, διὰ δὲ τοῦ μὴ τινὶ ἢ μὴ παντὶ ὑπάρχειν τὰς δύο ἀποφάσεις. ἀμφότεραι δὲ ὑπεναντίως ἀντίκεινται τῇ μερικῇ καταφατικῇ· ἑκατέρα γοῦν αὐτῶν συναληθεύει μετ’ αὐτῆς ἐπὶ τῆς ἐνδεχομένης ὕλης. ἀδιόριστον δέ, φησίν, λέγω τὸ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἄνευ τοῦ καθόλου ἢ κατὰ μέρος ἀντὶ τοῦ ‘τὸ καταφάσκειν τι κατά τινος ἢ ἀποφάσκειν τι ἀπό τινος ἄνευ τοῦ ποιεῖν ἢ καθόλου ἢ μερικὴν τὴν πρότασιν’.2 οἷον ἐὰν εἴπω ‘ἄνθρωπος δίκαιός ἐστιν’, τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίκαιον· ἐὰν δὲ εἴπω ‘ἄνθρωπος δίκαιος οὐκ ἔστιν’, τῷ ἀνθρώπῳ λέγω μὴ ὑπάρχειν τὸ δίκαιον. καὶ ἀδιορίστως προάγω τὰς προτάσεις· οὔτε γὰρ τοῖς καθόλου οὔτε τοῖς μερικοῖς προσδιορισμοῖς κέχρημαι. αὐτὸς δὲ καὶ παραδείγμασιν κέχρηται 〈ἃ〉 ἀνάγκη ἀδιορίστως προενέγκασθαι·3 οἷον ἐστιν πρότασις τοιαύτη ‘τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’, καὶ ἔστιν ἀληθής· ὁ γὰρ ἰατρὸς οὐ μόνον τὰ ὑγιεινὰ οἶδεν ἀλλὰ καὶ τὰ νοσώδη, τοῖς μὲν ἵνα χρήσηται, τὰ δὲ ἵνα φύγῃ. ὁμοίως ὁ μουσικὸς καὶ τὰ εὐάρμοστα καὶ τὰ ἀνάρμοστα οἶδεν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἀληθές ἐστιν εἰπεῖν ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. ἐὰν μέντοι εἴπω μετὰ προσδιορισμοῦ ‘πάντων τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη’, ψεύδομαι· οὐ γὰρ πάντων τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, ἀλλ’ ἑκάστης μὲν ἀντιθέσεως τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη, οὐ πάντων δὲ ἅμα τῶν ἐναντίων· οὐ γὰρ ἡ αὐτή ἐστιν ἐπιστήμη εὐαρμόστου καὶ ἀναρμόστου καὶ ὑγιεινοῦ ἅμα καὶ νοσώδους. ὥστε ἀνάγκη ταύτην τὴν πρότασιν ἀδιορίστως προφέρεσθαι, εἰ μέλλοιμεν ἀληθεύειν.4 πάλιν ἐὰν εἴπω ‘πᾶσα ἡδονὴ ἀγαθὸν οὐκ ἔστιν’, ψεύδομαι· οὐ γὰρ πᾶσα ἡδονὴ οὐκ ἀγαθόν ἐστιν, ἀλλ’ αἱ μὲν ἀκόλαστοι καὶ ἀκάθαρτοι οὐκ ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς ἀρεταῖς 〈καὶ〉 καθαραὶ ἀγαθαί. ὥστε ἀδιορίστως λεκτέον καὶ ταύτην τὴν πρότασιν, εἰ μέλλοιμεν ἀληθεύειν, οἷον ἡδονὴ ἀγαθὸν οὐκ ἔστιν· αἱ γὰρ μὴ αἱρεταὶ μηδὲ ἀναγκαῖαι οὐκ ἀγαθαί.

另一方面,他说,我所说的特称是指属于某些,以及不属于某些或不属于一切。在全称的情况下,他发现了一种否定;而在特称的情况下,他发现了两种否定;因为全称肯定加上“否定词”就变成了特称否定,例如“并非每个人都是正义的”,并且特称肯定加上“否定词”也变成了特称否定,例如“某个人不是正义的”。因为说“某个人是正义的”的人,是在说正义属于某个人;而说“并非每个人都是正义的”的人,是在说正义并非属于所有人;再说,说“某个人不是正义的”的人,是在说正义不属于某个人;因此这也是特称否定;因为他是从人的一部分中否定了正义。那么,他所表明的就是这一点:通过属于某些来表明肯定,而通过不属于某些或不属于一切来表明两种否定。这两者都与特称肯定处于下反对的对立中;至少在可能质料中,它们各自都与特称肯定共同为真。他说,我所说的不定是指不带全称或部分地属于或不属于,这是代替“关于某物断定某物、或从某物否定某物,而并不使前提成为全称的或特称的”。例如,如果我说“人是正义的”,我就是在说正义属于人;但如果我说“人不是正义的”,我就是在说正义不属于人。我这是在不定地提出这些前提;因为我既没有使用全称的限定词,也没有使用特称的限定词。而他自己也使用了必然要不定地表述出来的诸示例;例如有这样一个前提:“相反者的知识是相同的”,而它是真的;因为医生不仅认识健康的事物,也认识病态的事物,认识前者是为了利用,认识后者是为了避免。同样地,音乐家也既认识调和的事物,又认识不调和的事物;并且在其它的事物上,说相反者的知识是相同的,同样也是真的。然而,如果我带有限定词说“一切相反者的知识是相同的”,我就是在说假话;因为并非一切相反者的知识都是相同的,而是相反者的各个对立的知识是相同的,但并非所有相反者的〔知识〕同时是相同的;因为关于调和与不调和的知识,并不是同时与关于健康与病态的知识相同的。因此,如果我们想要说真话,就必然要不定地表述这个前提。再者,如果我说“一切快乐都不是善”,我就是在说假话;因为并非一切快乐都不是善,而是放纵和不洁的快乐不是善,但伴随德性且纯洁的快乐则是善。因此,如果我们想要说真话,这个前提也必须被不定地说出,例如“快乐不是善”;因为那些既不可选也不必然的快乐不是善。

语法注4 条
  1. 2.1ἥ τε γὰρ καθόλου καταφατικὴ προσλαβοῦσα 〈τὸ〉 ‘οὐ’ γίνεται μερικὴ ἀποφατική, οἷον οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν, ἥ τε μερικὴ καταφατικὴ προσλαβοῦσα τὸ ‘οὐ’ γίνεται μερικὴ ἀποφατική

    通过 ἥ τε γάρ ... ἥ τε ... 这一对应结构,并列了生成特称否定的两种途径:前者是全称肯定句首加上否定词从而构成矛盾特称否定(οὐ πᾶς),后者是特称肯定的谓词加上否定词从而构成下反对特称否定(τὶς ... οὐκ ἔστιν)。

  2. 2.1ἄνευ τοῦ ποιεῖν ἢ καθόλου ἢ μερικὴν τὴν πρότασιν

    由介词 ἄνευ 支配的冠词不定词结构,其中 ποιεῖν 带宾语 τὴν πρότασιν 以及作为谓词性补足语的 ἢ καθόλου ἢ μερικήν,构成双宾格结构(“而不使前提成为全称的或特称的”)。

  3. 2.1αὐτὸς δὲ καὶ παραδείγμασιν κέχρηται 〈ἃ〉 ἀνάγκη ἀδιορίστως προενέγκασθαι

    动词 κέχρηται 支配与格补足语 παραδείγμασιν。校勘补入的关系代词 ἃ 充当无人称结构 ἀνάγκη [ἐστί] 所支配的不定词 προενέγκασθαι 的语义宾格宾语。

  4. 2.1εἰ μέλλοιμεν ἀληθεύειν

    由 εἰ 搭配希求法(μέλλοιμεν)构成的条件从句,表达带有意图或设想目标的假设(“如果我们打算说真话 / 想要说真话”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:18.1-18.38