- 底本
- Ammonius, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca IV.6, ed. M. Wallies, Berlin: Reimer 1899, pp. 1-76. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4016.tlg004.humanitext-grc1:16.22-17.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阿摩尼奥斯探讨了亚里士多德在24a16对前提的定义,解释了该定义如何以“话语”为属,并结合质(肯定/否定)和量(全称/特称/不定)的种差构成。他还讨论了关于“关于某物断定某物/从某物否定某物”的写本异文,并提出了“关于某物断定某物”是代表定言前提或意指“关于某事物”的解释。
τούτων διωρισμένων ἔλθωμεν ἐπὶ τὸ ῥητόν. πρόκειται αὐτῷ τὴν πρότασιν ὁρίσαι· τοῦτο γὰρ προέθετο πρότερον, ὁρίσαι τί ἐστιν πρότασις, τί ὅρος, τί συλλογισμός. ἐπεὶ οὖν πᾶς ὅρος ἐκ γένους ἐστὶν καὶ διαφορῶν, ὡς γένος μὲν τῆς προτάσεως λαμβάνει τὸν λόγον· ὡς εἴρηται γάρ, περιληπτικός ἐστιν τῆς ἀποφάνσεως, ἥτις περιληπτική ἐστιν τῆς προτάσεως· ἀνάλογον δὲ διαφοραῖς λαμβάνει τὸ καταφατικὸν καὶ τὸ ἀποφατικὸν καὶ τὰ ἑξῆς. ὥσπερ δὲ ἐν τῷ Περὶ ἑρμηνείας μεμαθήκαμεν, τὸ μέν τί ἐστιν ποσὸν τῶν προτάσεων, τὸ δὲ ποιόν· ἀφ’ ἑκατέρου οὖν ὁρίζεται τὴν πρότασιν, καὶ ἀπὸ τοῦ ποσοῦ καὶ ἀπὸ τοῦ ποιοῦ· ἀπὸ μὲν τοῦ ποιοῦ εἰπὼν λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος. ὀλίγον δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος1 κατά τινος ἢ τινὸς ἀπό τινος· ἐν μὲν γὰρ τῇ καταφάσει καταφάσκομέν τι κατά τινος· οἷον Σωκράτης δίκαιός ἐστιν, καὶ τοῦ Σωκράτους καταφάσκομέν τι, τὸ δίκαιος· ἐν δὲ τῇ ἀποφάσει ἀποφάσκομέν τι ἀπό τινος· οἷον ‘ὁ Σωκράτης ἄδικος οὐκ ἔστιν’ ἀποφάσκομεν καὶ ἀπαγορεύομεν καὶ ἀποχωρίζομεν τοῦ Σωκράτους τὸ ἄδικον· πᾶσα γὰρ πρότασις ἢ καταφατική ἐστιν ἢ ἀποφατική. καὶ ταύτῃ διαφέρουσιν κατὰ τὸ ποιόν. ἀπὸ δὲ τοῦ ποσοῦ ὁρίζεται αὐτὴν λέγων ὅτι οὗτος ὁ λόγος ἢ καθόλου ἐστὶν ἢ ἐν μέρει ἢ ἀδιόριστος· πᾶσα γὰρ πρότασις ἢ καθόλου ἐστὶν ἢ μερικὴ ἢ ἀδιόριστος· ἢ γάρ τινα τῶν καθόλου προσδιορισμῶν ἔχει ἢ τινα τῶν μερικῶν ἢ ἀπροσδιόριστός ἐστιν. οὗτός ἐστιν ὃν ἀποδίδωσιν ὅρον τῆς προτάσεως. ἰστέον δὲ ὅτι τὰ μὲν νεώτερα βιβλία ἔχει τὸ τινὸς κατά τινος ἢ τινὸς ἀπό τινος· καὶ σαφῆ ποιεῖ τὸν ὅρον ἡ τοιαύτη γραφή· τὸ μὲν γὰρ τινὸς κατά τινος περὶ τῆς καταφάσεως ἂν εἴη κείμενον, τὸ δὲ τινὸς ἀπό τινος περὶ ἀποφάσεως. τὰ δὲ ἀρχαῖα βιβλία καὶ ἡ ἀρχαία γραφὴ οὐκ ἔχει τὸ ἢ τινὸς ἀπό τινος· ὕστερον γὰρ προσετέθη σαφηνείας χάριν· ἀλλὰ μόνον τὸ τινὸς κατά τινος ἔχουσιν. καὶ εἴη ἂν τὸ τινὸς κατά τινος λεγόμενον καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως. ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἐνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως2 (τῶν γὰρ προτάσεων αἱ μέν εἰσιν κατηγορικαί, αἱ τελείως καὶ ἀδιστάκτως ἀποφαινόμεναι, οἷον ἡ ψυχὴ αὐτοκίνητός ἐστιν, αἱ δὲ ὑποθετικαί, αἱ μὴ τελείως ἀποφαινόμεναι ἀλλ’ ἐν ὑποθέσει, οἷον εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν· ὁ γὰρ οὕτως λέγων οὐ τελείως ἀποφαίνεται ὅτι φῶς ἐστιν, ἀλλ’ ὑπόθεσιν λαβὼν τὸ ‘εἰ ἡμέρα ἐστίν’ λέγει ὅτι εἰ ἡμέρα ἐστίν, φῶς ἐστιν), ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις, ἃς παραλαμβάνει ἐνταῦθα, κατηγορικαί εἰσιν καὶ οἱ συλλογισμοὶ πάντες, περὶ ὧν ἐνταῦθα διαλαμβάνει, κατηγορικοί εἰσιν, τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως, ὡς ἄν εἰ εἶπεν ‘πρότασίς ἐστιν, ἣν νῦν ὁρίζομαι, λόγος καταφατικὸς ἢ ἀποφατικός’, ἵν’ ᾖ τὸ τινὸς κατά τινος ἀντὶ τοῦ ‘κατηγορικός’. ἢ τὸ τινὸς κατά τινος ἀκουστέον ἀντὶ τοῦ ‘περί τινος’· κοινότερον γάρ ἐστιν τὸ περί τινος καὶ καταφάσεως καὶ ἀποφάσεως· καὶ γὰρ καὶ ὁ τὴν κατάφασιν λέγων περί τινος λέγει καὶ ὁ τὴν ἀπόφασιν. Εἶτα ἐξηγεῖται τί ἐστιν τὸ ἐν τῷ ὅρῳ εἰρημένον καθόλου καὶ τί τὸ ἐν μέρει καὶ τί τὸ ἀδιόριστον. καὶ λέγει καθόλου λέγειν τὸ παντὶ ἢ μηθενὶ ὑπάρχειν. τοῦτο δὲ περὶ τῆς καθόλου καταφατικῆς εἶπεν καὶ τῆς καθόλου ἀποφατικῆς· ἐὰν μὲν γὰρ εἴπω ‘πᾶς ἄνθρωπος δίπους ἐστίν’, παντὶ τῷ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ δίπουν· ἐὰν δὲ εἴπω ‘οὐδεὶς ἄνθρωπος τετράπουν ἐστίν’, οὐθενὶ ἀνθρώπῳ λέγω ὑπάρχειν τὸ τετράπουν.
在这些已得到规定之后,让我们进而讨论正文。他的任务是定义前提;因为他先前所提出来的就是这一点:定义前提是什么、词项是什么、三段论是什么。既然一切定义都是由属和种差构成的,那么作为前提的属,他采纳了话语;因为正如所说过的,它包容了断言,而断言又包容了前提;而作为与种差相当者,他采纳了肯定、否定以及随后的诸项。而且正如我们在《解释篇》中所学到的,前提的一方面关乎量,另一方面关乎质;因此,他从两者,即从量和从质来定义前提:从质而言,是通过说“关于某物断定某物、或从某物否定某物的肯定或否定的话语”[来定义的]。但他在这里的话必须略带倒装地来理解,以便成为:关于某物断定某物的肯定话语,或从某物否定某物的否定话语。因为在肯定中,我们是关于某物断定某物,例如“苏格拉底是正义的”,我们关于苏格拉底断定某物,即“正义的”;而在否定中,我们是从某物否定某物,例如在“苏格拉底不是不正义的”中,我们从苏格拉底那里否定、排除并分离出“不正义的”;因为一切前提要么是肯定的,要么是否定的。在这个意义上,它们根据质而有所不同。另一方面,从量而言,他通过说这一话语要么是全称的,要么是特称的,要么是不定的来定义它;因为一切前提要么是全称的,要么是特称的,要么是不定的;因为它要么具有某种全称限定词,要么具有某种特称限定词,要么是无限定的。这就是他所给出的关于前提的定义。但应当知道的是,较新的抄本带有“关于某物断定某物、或从某物否定某物”,这样的异文使定义变得明晰;因为“关于某物断定某物”将是关于肯定而设立的,而“从某物否定某物”则是关于否定设立的。但古代的抄本和古代的异文并不带有“或从某物否定某物”(因为这是后来为了明晰起见而添加的),而仅仅带有“关于某物断定某物”。那么“关于某物断定某物”就既可以说于肯定之上,也可以说于否定之上。或者,既然他在此处唯独论述定言三段论以及显然同样是[定言的]前提(因为在前提中,一类是定言的,即完全且毫不迟疑地作出断言的,例如“灵魂是自身运动的”;另一类是假言的,即并不完全断言,而是在假定中作出断言的,例如“如果是白天,就有光”;因为这样说话的人并不是完全断言有光,而是在采纳了“如果是白天”这一假定后,说如果是白天,就有光),那么既然他在此处所采用的一切前提都是定言的,而且他在此处所论述的一切三段论也都是定言的,他就无论对于肯定还是对于否定都说了“关于某物断定某物”,这正如他仿佛说了“我现在所定义的前提,是肯定或否定的话语”,以便使“关于某物断定某物”代替“定言的”。或者,“关于某物断定某物”必须被理解为代替“关于某事物”;因为“关于某事物”对于肯定和否定而言都是更为共通的;因为无论说出肯定的人还是说出否定的人,都是在关于某事物而言说。随后,他解释了定义中所说的全称是什么、特称是什么、不定又是什么。他说,表述为属于一切或不属于任何,乃是全称。而这是他关于全称肯定和全称否定所说的;因为如果我说“所有人都是双足的”,我就是在说双足属于所有人;但如果我说“没有人是四足的”,我就是在说四足不属于任何人。
- 2.1ὀλίγον δὲ μεθυπερβατῶς αὐτοῦ ἀκουστέον, ἵν’ ᾖ † τί λόγος καταφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος
副词 μεθυπερβατῶς 指词序的倒装或颠倒。亚里士多德原文的语序(λόγος καταφατικὸς ἢ ἀποφατικός τινος κατά τινος ἢ τινὸς ἀπό τινος)将两个介词短语放在两个形容词之后,但在句法上,τινος κατά τινος 必须分别配属于 καταφατικός,而 τινὸς ἀπό τινος 配属于 ἀποφατικός。校勘符号 † τί 显示此处文本有讹误,但语境清晰表明其结构是肯定的与否定的分别与两个短语对应。
- 2.1ἢ ἐπειδὴ περὶ μόνων κατηγορικῶν συλλογισμῶν ἐνταῦθα διαλαμβάνει καὶ προτάσεων δῆλον ὅτι ὁμοίως
这是一个长因果句的骨架。从 ἢ ἐπειδὴ... 开始,经过括号中关于定言前提和假言前提区别的长篇插入说明后,由 ἐπειδὴ οὖν πᾶσαι αἱ προτάσεις... 重启原因从句,最终落实到主句 τὸ τινὸς κατά τινος εἶπεν καὶ ἐπὶ τῆς καταφάσεως καὶ ἐπὶ τῆς ἀποφάσεως。该句解释了古代抄本何以缺少 ἢ τινὸς ἀπό τινος:亚里士多德着眼于定言前提(κατηγορικὴ πρότασις),因而以 κατά τινος 统摄肯定与否定两者。
