← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§99.30-101.9

无限定命题所表相反事态与限定辞的作用

阿摩尼奥斯结合词项性质和限定辞的功用,解释了为何无限定命题自身虽非反对命题却有时表示相反事态,评述了阿芙罗狄西亚的亚历山大等人的见解,并论证了“每一个”所表示的并非全称本身,而是全称地做出断言。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#10

διὰ ταῦτα οὖν τὸ ὑπὸ τῆς ἀποφάσεως σημαινόμενον ποτέ φησιν ἐναντίον εἶναι τῷ ὑπὸ τῆς καταφάσεως δηλουμένῳ, τῶν προτάσεων αὐτῶν μηδαμῶς ἀλλήλαις οὐσῶν ἐναντίων. τοῦτο δὲ εἰκότως ἐπὶ μόνων τῶν ἀπροσδιορίστων ἐπεσημήνατο, διότι μόναι αὗται τῶν καθόλου προτάσεων κατὰ τοὺς κατηγορουμένους ὅρους μόνους ἔχουσι τὰς καταφάσεις καὶ ἀποφάσεις γινομένας, ἀλλ’ οὐ κατά τινας προσδιορισμούς, οἳ οὐδ’ ἂν ὑποπτευθεῖεν καθ’ ἑαυτοὺς λαμβανόμενοι καταφατικῶς καὶ ἀποφατικῶς, οἷον πᾶς, οὐ πᾶς, τίς, οὐδείς, ἐναντιότητα πραγμάτων σημαίνειν, καθάπερ οἱ κατηγορούμενοι, καὶ μάλιστά γε ὅταν ἐπὶ τῶν ἀμέσων λεγομένων ἐναντίων ποιώμεθα τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν (ἔργον γὰρ τῶν προσδιορισμῶν, ὡς πολλάκις εἰρήκαμεν, μόνην σημαίνειν τὴν κατὰ τὸ πλῆθος διαφορὰν τῶν ὑπὸ τὸ ὑποκείμενον ἀναφερομένων ὡς μετεχόντων ἢ μὴ μετεχόντων τοῦ ἐν τῇ προτάσει κατηγορουμένου), καὶ ὅτι προφανῆ τὰ ἐπὶ τῶν ἄλλων ἀντιθέσεων συμβαίνοντα, οἷον ὅτι αἱ καθόλου ὡς καθόλου συμψεύδονται, διὸ ἐναντίαι, ὅτι αἱ μερικαὶ συναληθεύουσι καὶ οὐδ’ ἄν ὑποπτεύσειέ τις προσήκειν αὐταῖς τὸ ὄνομα τῶν ἐναντίων, ὅτι αἱ διαγώνιοι καὶ αἱ καθ’ ἕκαστα μερίζουσι τό τε ἀληθὲς καὶ τὸ ψεῦδος· ἐπὶ δὲ τῶν ἀπροσδιορίστων ἐπεὶ μήτε καθ’ ἕκαστα καὶ ὡρισμένος οὗτός ἐστιν ὁ ὑποκείμενος μήτε πρόσκειταί τις αὐτῷ τῶν προσδιορισμῶν, οὐ σφόδρα ἐστὶ φανερὸς ὁ τῆς ἀντιθέσεως αὐτῶν τρόπος, ἀλλὰ καὶ ὡς ἐναντίας ὑποπτεύσειεν ἄν τις αὐτὰς ἀντικεῖσθαί ποτε. καὶ τοῦτο διισχυρίζεται σημαίνειν ὁ ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητὴς τὸ τὰ δηλούμενα ὑπ’ αὐτῶν ἐναντία εἶναί ποτε, καὶ ταῦτα τοῦ Ἀριστοτέλους ἐν τοῖς ἑξῆς βοῶντος1 ὡς ταῖς μερικαῖς τὴν αὐτὴν ἔχουσι δύναμιν, τῶν δὲ μερικῶν ἀπὸ διαμέτρου πρὸς τὰς ἐναντίας ἐχουσῶν. καὶ αὐτὸ τοῦτο τὸ τῷ Ἀριστοτέλει δοκοῦν συναληθεύειν αὐτὰς ἐπί τινος ὕλης ἕτερος ἄν τις οἰηθείη καὶ ἀντιφάσκειν πρὸς ἀλλήλας, ἀλλ’ ὡς παραπλησίως τῇ ἑτέρᾳ τῶν διαγωνίων τῇ τίς καὶ οὐδείς. διὰ ταῦτα τοίνυν ἐν μὲν τοῖς προκειμένοις ὁ Ἀριστοτέλης τοσοῦτον ἐπεσημήνατο μόνον, ὅτι μὴ δίκαιον καλεῖν αὐτὰς ἐναντίας, καὶ εἰ ἐναντίων πραγμάτων γίνοιντό ποτε δηλωτικαί, προϊὼν δὲ καὶ ὅτι συναληθεύουσιν ἀλλ’ οὐκ ἀντιφάσκουσι κατασκευάσαι πειράσεται. Τὸ δὲ αἴτιον εἰπὼν τοῦ καθόλου μὴ καθόλου λέγεσθαι τὰς ἀδιορίστους, ὅτι περὶ τῶν καθόλου ὑποκειμένων οὐ καθόλου ἀποφαίνονται, μὴ συντάττουσαι αὐτοῖς τοὺς καθόλου προσδιορισμούς, οἳ ποιοῦσι καθόλου ἡμᾶς ἀποφαίνεσθαι περὶ τῶν καθόλου, αὐτοῦ τούτου πάλιν τὸ αἴτιον ἀποδίδωσι τοῦ τοιούτων ἀποφάνσεων αἰτίους γίνεσθαι τοὺς καθόλου προσδιορισμοὺς2 ὡς ἐπὶ τοῦ καταφατικοῦ τοῦ πᾶς τὴν διδασκαλίαν ποιούμενος, ὡς ἂν τῶν αὐτῶν λόγων ἁρμοζόντων καὶ ἐπὶ τοῦ οὐδείς. τί οὖν τούτου τὸ αἴτιον; ὅτι τὸ πᾶς, φησίν, οὐ τὸ καθόλου σημαίνει, ἀλλ’ ὅτι καθόλου, τοῦτ’ ἔστιν οὐκ αὐτὴν σημαίνει τὴν τοῦ εἴδους τοῦ καθόλου φύσιν, οἷον τοῦ ἀνθρώπου (τὸ γὰρ εἶδος ἓν κατὰ τὴν ἑαυτοῦ φύσιν ὂν καὶ τὴν ἀεὶ γινομένην ἀπειρίαν τῶν ἀτόμων συλλαμβάνειν καὶ ἑνοῦν λέγεται· περὶ δὲ ἑνὸς πῶς ἂν ἔχοι χώραν λέγεσθαι τὸ πᾶς;), οὐκ αὐτὸ οὖν τὸ καθόλου σημαίνει τὸ πᾶς, ἀλλ’ ὅτι καθόλου, τοῦτο δέ ἐστιν ἀλλ’ ὅτι κατὰ πάντων τῶν ὑπὸ τὸ εἶδος ἀτόμων καταφάσκεσθαι τὸ κατηγορούμενον ἀποφαινόμεθα.

因此,出于这些原因,他说由否定命题所表示的内容有时与由肯定命题所显明的内容相反,尽管这些命题本身彼此绝非反对命题。而他合情合理地仅就无限定命题附带指出了这一点,因为在全称命题中,唯独这些命题是仅按照被谓述的项形成肯定命题与否定命题的,而不是按照某些限定辞;限定辞当其自身被肯定地或否定地取用时(例如“每一个”、“并非每一个”、“某个”、“没有一个”),甚至绝不会被怀疑像被谓述的项那样表示事物的反对性,特别是当我们就在被称为无中介的相反者情形下做出肯定与否定时(因为正如我们屡次说过的那样,限定辞的功用仅在于表示归属于主词之下的事物在数量上的差别,即作为分有或不分有命题中被谓述内容者的差别);并且因为在其他对立情形下所发生的事是显而易见的:例如全称作为全称共同为假,因此是反对命题;特称命题共同为真,且绝没有人会怀疑反对命题的名称属于它们;对角线命题与个别命题平分真与假。但在无限定命题的情形下,既然这一主词既非个别的且确定的,也未附加任何限定辞,它们的对立方式便不是很显明,甚至有人可能会怀疑它们有时作为反对命题相对立。而来自阿芙罗狄西亚的注解者坚决主张,“由它们所显明的内容有时是相反的”就是表示这一点,尽管亚里士多德在接下来的内容中高呼它们具有与特称命题相同的效力,而特称命题与反对命题完全正相反对。甚至关于亚里士多德所认为的它们在特定质料上共同为真这一点,另一个人可能会认为它们彼此矛盾,但其方式类似于两条对角线之一,即“某个”与“没有一个”。因此,出于这些原因,亚里士多德在当前段落中仅附带指出了这么多:即使它们有时表明相反的事物,称它们为反对命题也是不当的;而随着论述的展开,他也将试图确立它们共同为真而非互相矛盾。 在说明了无限定命题被称为“全称而非全称地”的原因——即由于不将那些使我们全称地对全称事物做出断言的全称限定辞与全称主词结合在一起,因而不是全称地对全称主词做出断言——之后,他又给出了全称限定辞何以成为此类断言之原因这一事实本身的原因,并以肯定限定辞“每一个”为例进行讲授,因为同样的道理也适用于“没有一个”。那么这一原因是什么呢?因为他说,“每一个”表示的不是全称,而是全称地;也就是说,它表示的不是全称种相本身之本性,例如人的本性(因为种相依照其自身的本性是一,据说它包揽并统一了不断产生的无限个体;但关于一个事物,哪里有空间可以言说“每一个”呢?);因此,“每一个”表示的不是全称本身,而是全称地,而这意味着我们断言被谓述的内容就该种相之下的所有个体而被肯定。

语法注2 条
  1. 1.19καὶ ταῦτα τοῦ Ἀριστοτέλους ἐν τοῖς ἑξῆς βοῶντος

    惯用句式 καὶ ταῦτα 后接属格绝对结构,对前面提到的亚历山大的观点构成强烈的让步修饰(“尽管……而且……”)。分词 βοῶντος 是一种夸张修辞,强调亚里士多德在后文中极其明确且有力地主张了这一点。

  2. 1.19αὐτοῦ τούτου πάλιν τὸ αἴτιον ἀποδίδωσι τοῦ τοιούτων ἀποφάνσεων αἰτίους γίνεσθαι τοὺς καθόλου προσδιορισμοὺς

    主句的核心结构是 τὸ αἴτιον ἀποδίδωσι(给出……的原因)。后置的带冠词属格不定式短语 τοῦ ... αἰτίους γίνεσθαι τοὺς καθόλου προσδιορισμούς(即全称限定辞成为此类断言之原因)作为同位语,具体阐述了指示代词属格 αὐτοῦ τούτου 的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:99.30-101.9