← 阿摩尼乌斯·赫尔米埃

亚里士多德《解释篇》注释

§98.23-99.30

无限定命题的性质与否定所指的对立类型

阿摩尼奥解释了为何无限定命题被称为“全称而非全称地”,并论证它们不是反对的而是可以同时为真。他还依据波菲利,对肯定所对应的否定究竟表示相反、缺乏还是仅仅表示相异进行了细致分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19#9

ὅτι μὲν οὖν καθόλου μὴ καθόλου τὰς ἀπροσδιορίστους καλεῖ, καὶ τὰ παρατιθέμενα παρ’ αὐτοῦ παραδείγματα σαφῶς σημαίνουσιν, ‘ἄνθρωπος λευκός ἐστι’ καὶ ‘ἄνθρωπος λευκὸς οὐκ ἔστι’. καλεῖ δὲ αὐτὰς οὕτως διὰ τὸ μὴ προσκεῖσθαι ἐπ’ αὐτῶν τῷ καθόλου ὑποκειμένῳ τοὺς καθόλου προσδιορισμούς, ὅπερ εἰ καὶ ἐπὶ τῶν μερικῶν ἁρμόζειν δυνατόν, ἀλλ’ ἔχουσί τι ἴδιον ἐκεῖναι, τοὺς μερικοὺς προσδιορισμούς, ὅθεν καὶ ὀνομάζονται. πῶς δὲ λέγονται μὴ εἶναι μὲν ἐναντίαι, σημαίνειν δέ ποτε ἐναντία, τοῦτο ἤδη πολλὰ τοῖς ἐξηγηταῖς πράγματα παρέσχε· μήποτε δὲ ταῖς ῥήσεσιν αὐταῖς προσφυὲς ᾖ τὸ λέγειν1 ὅτι βούλεται μὲν ὁ Ἀριστοτέλης τὰς ἀπροσδιορίστους προτάσεις συναληθεύειν ἀλλήλαις, ὡς ἔσται διὰ τῶν ἑξῆς φανερόν, καὶ διὰ τοῦτο εἰκότως ἀποφαίνεται μὴ εἶναι αὐτὰς ἐναντίας· οὐ γὰρ ἐναντίων τὸ συνυπάρχειν ἀλλήλαις. Ἀλλ’ ἐπεὶ δυνατόν ποτε τὴν ἀπόφασιν ἐπὶ τῆς τοῦ ἐναντίου καταφάσεως ἀληθεύουσαν παρασχεῖν τισιν ὑποψίαν, ὅτι ἐναντίας χρὴ τότε καλεῖν ταύτας τὰς προτάσεις, ἅτε ἐναντία τινὰ σημαινούσας, διὰ τοῦτο προστίθησι τὸ αἴτιον τοῦ παραλογισμοῦ τοῖς οὕτως ὑπολαμβάνουσι, τὰ αὐτὰ λέγων τοῖς ἐν τῷ τελευταίῳ θεωρήματι τοῦ βιβλίου ῥηθησομένοις· τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος·2 τοῦ γὰρ ἀγαθοῦ ὅτι ἀγαθὸν καὶ τοῦ κακοῦ ὅτι κακόν, ἡ αὐτὴ ἴσως καὶ ἀληθής, εἴτε πλείους εἴτε μία ἐστίν· ἐναντία δὲ ταῦτα, ἀλλ’ οὐ τῷ ἐναντίων εἶναι ἐναντία, ἀλλὰ μᾶλλον τῷ ἐναντίως. ὅτι μὲν οὖν κατ’ οὐδένα τρόπον προσήκει ταῖς ἀπροσδιορίστοις τὸ τῶν ἐναντίων ὄνομα, σαφῶς ἀπεφήνατο διὰ τούτων ὁ Ἀριστοτέλης. πότε δὲ ἔστιν εἶναι τὰ δηλούμενα ἐναντία, καλῶς διήρθρωσεν ὁ φιλόσοφος Πορφύριος· οὐ γὰρ ἀεί, φησί, τῷ καταφασκομένῳ ἔστι τι ἐναντίον οὐδὲ τὴν ἀπόφασιν δυνατὸν ἀεὶ λέγειν ἀληθεύεσθαι κατὰ τοῦ ἐναντίου τῷ καταφαθέντι, ἀλλὰ ποτὲ μὲν κατὰ τοῦ ἐναντίου ποτὲ δὲ κατὰ στερήσεως ποτὲ δὲ κατ’ οὐδετέρου τούτων, ἀλλ’ ἀναιρεῖν μόνον τὸ εἰρημένον διὰ τῆς καταφάσεως· τῷ μὲν γὰρ περιττῷ τὸ ἄρτιον καὶ τῷ λευκῷ τὸ μέλαν ἐναντίον, καὶ κατὰ τούτων ἀληθεύονται τὸ οὐ περιττὸν καὶ τὸ οὐ λευκόν (ἐξ ἀνάγκης μὲν οὖν συνεισφερομένων ταῖς ἀποφάσεσιν ἐπὶ τῶν ἀμέσων εἶναι λεγομένων ἐναντίων, ἐνδεχομένως δὲ καὶ ἐπὶ τῶν ἐμμέσων), τῷ μέντοι ὁρᾶν τὸ ἀντικείμενον στέρησις ἢ τῆς ἐνεργείας ἢ καὶ τῆς δυνάμεως, τῆς μὲν ἐνεργείας ὡς ἐπὶ τοῦ μὴ πηροῦ μὲν καθεύδοντος δὲ ἢ μύοντος, τῆς δὲ δυνάμεως ὡς ἐπὶ τοῦ τυφλοῦ, ἅπερ σημαίνει τὸ μὴ ὁρᾶν (ἐνίοτε δὲ καὶ τὸ μήπω τὴν δύναμιν τὴν προαγωγὸν τῆς ἐνεργείας ἀπειληφὸς τῇ ἀποφάσει τῆς ἐνεργείας σημαίνομεν ὡς ἐπὶ τοῦ σκυλακίου, καὶ τὸ μηδαμῶς τῆς δυνάμεως δεκτικὸν ὡς ἐπὶ τοῦ ξύλου· καὶ γὰρ τὸ ξύλον λέγομεν μὴ ὁρᾶν), καὶ κατ’ οὐδὲν τούτων ἐναντίον εἴποις ἂν εἶναι τῇ καταφάσει τὸ σημαινόμενον ὑπὸ τῆς ἀποφάσεως, ἀλλὰ ποτὲ μὲν στέρησιν ποτὲ δὲ οὐδὲ στέρησιν ἀλλ’ ἑτερότητα μόνον, τῷ δέ γε ζῴῳ ἢ ἄλλῃ οὐσίᾳ οὔτε ὡς ἐναντίον οὔτε ὡς στέρησιν τοιαύτην εὕροις ἄν ποτέ τι ἀντιτιθέμενον, οὐδὲ τῷ ἀφωρισμένῳ ποσῷ ἢ σχήματι οὐδὲ ταῖς ἐνεργείαις ταῖς μὴ κατά τι τῶν ἐναντίων γινομέναις· τῷ μὲν γὰρ θερμαίνειν ἐστὶν ἐναντίον τὸ ψύχειν, ἐπεὶ καὶ τῷ θερμῷ τὸ ψυχρόν, οὐ μὴν τῷ νοεῖν ἢ τῷ βαδίζειν εἴη ἄν τι ἐναντίον.

因此,他把无限定命题称为“全称而非全称地”,他自己所列举的例子也清楚地表明了这一点:“人是白的”和“人不是白的”。他之所以这样称呼它们,是因为在它们之中,全称限定辞并未附加在全称主词之上;这一点即使也可能适用于特称命题,但那些命题具有某种属于它们自身的特征,即特称限定辞,它们也因此得名。然而,它们何以被说成其自身并非反对的,却有时表示反对的事态,这已经给注解家们带来了许多麻烦。但或许与这些词句本身相契合的说法是:亚里士多德意图使无限定命题彼此共同为真,正如通过接下来的内容将显明的那样,并且为此他合情合理地判定它们并非反对的;因为彼此共存并不是反对事物的特性。但是,既然否定命题有时就反对事物的肯定命题而言为真,从而可能使某些人产生怀疑,以为由于表示某些反对的事物,那时就应当将这些命题称为反对命题,因此他为这样理解的人指出了谬误的原因,所说的话与将在本书最后的考察中所说的相同:“因此,认为反对的意见是由此界定的——即由于属于反对的事物——这是错误的;因为认为善是善的意见与认为恶是恶的意见,或许是相同的且为真的,不论它们是多数还是一个;这些是反对的事物,但它们并不是由于属于反对的事物而互为反对,而是更多地由于以反对的方式存在。”因此,反对命题这一名称绝不属于无限定命题,亚里士多德通过这些话清楚地予以了判定。 另一方面,所表示的事态何时可以是反对的,哲学家波菲利作了精当的划分。因为他说,对被肯定的事物而言并非总有某种反对者,也不能说否定命题总是就与被肯定事物相反的事物而言为真,而是有时就相反者而言,有时就缺乏而言,有时就这二者皆非而言,而仅仅是否定了通过肯定所言说的内容。因为对于奇数而言偶数是相反的,对于白色而言黑色是相反的,而就这些而言,“非奇”与“非白”为真(在被称为无中介的相反者情形下必然随着否定命题一同被引入,而在有中介的情形下则可能被引入);然而与看相对立的,是现实活动或能力的缺乏:现实活动的缺乏,如见于并未残疾却在睡觉或闭目的人,而能力的缺乏,如见于盲人,这些正是“不看”所表示的(有时我们也通过现实活动的否定来表示尚未获得导向现实活动之能力的事物,如幼犬的情形,以及绝不接受该能力的事物,如木头的情形;因为我们也说木头不看);而在这些情形中,没有一种你可以说由否定所表示的内容与肯定相反,而是有时为缺乏,有时甚至连缺乏都不是,而仅仅是相异。另一方面,对于动物或其他实体,你绝不可能发现有任何事物作为相反者或作为此类缺乏而与之对立,对于确定的量或形状,以及不依照任何相反者产生的现实活动也是如此。因为对于加热而言致冷是相反的,因为对热而言冷也是相反的,然而对于思考或行走而言绝不可能有任何相反者。

语法注2 条
  1. 1.19μήποτε δὲ ταῖς ῥήσεσιν αὐταῖς προσφυὲς ᾖ τὸ λέγειν

    μήποτε 连用虚拟式 ᾖ,构成了表示委婉断定或审慎推测的习惯句式(“或许说……是恰当的”)。该从句的主语是后接的定冠词不定词短语 τὸ λέγειν。

  2. 1.19τὸ μὲν δὴ τούτῳ οἴεσθαι τὰς ἐναντίας δόξας ὡρίσθαι, τῷ τῶν ἐναντίων εἶναι, ψεῦδος

    整个句子的主语是带定冠词的不定词短语 τὸ ... οἴεσθαι(“认为……”),与作谓词的名词 ψεῦδος 构成省略系词的名词句。修饰 ὡρίσθαι 的与格 τούτῳ 与 τῷ τῶν ἐναντίων εἶναι 是表示标准或范畴的与格(“由这一点,即由于属于反对的事物来界定”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4016.tlg003.humanitext-grc1:98.23-99.30